Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Vgl. XXXII, 30 ο. S. 476, 6. 16.

Inc. Εντεῦθεν ἔστιν ἰδεῖν καὶ τῶν παραπλήσιον φωνῶν Expl. ἀπὸ τοῦ τοιούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ.

Εναντίον εἶναι δοκεῖ τῷ προειρημένῳ. ἄνω μὲν ὡς οὐκ οὔσης τοῦ ἑτοιμάσαι χρείας φησίν, ἐνταῦθα δὲ ὅτι Ἐὰν πορευθῶ, ἑτοιμάσω τόπον ὑμῖν. ὃ οὐν λέγει τοιοῦτόν ἐστιν· ὅτι ὅσον πρὸς τὴν ἀφθονίαν τῶν ἀγαθῶν ὡν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὐ κοὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ετοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ’ ἐμοῦ, ἀλλ᾿ ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην. πλὴν ἀλλ’ ἐγὼ τούτων ὑμῖν ἑτοιμαστὴς καὶ πρόξενος γίνομαι. τί γὰρ τὸ »Πάλιν [*](19 Vgl. Joh. 14, 2. — 20 Vgl. Joh. 14, 3.) [*](CIL I ℵ. II ABBREV Cord. p. 349. Cramer p. 343. III BCD (verkürzt).) [*](cm. I ℵ.) [*](CIV. I ℵ.) [*](CV. I ℵ] 19 ὅτι < ℵ | 21 εὐτρέπησεν RV | ὥστε] ὥσπερ ℵ | 22 καὶ < 25 τὸ +) [*](II ABBREV (Cord p. 354 sq.)] (18 ἐναντίον — 20 ἐστίν Μ) 22 ἀκρίβειαν βιοῦντας Ρ Cord | 25 τι γὰρ — 561, 1 ἐμαυτὸν <)

561
»ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν;« ἐπειδὰν γάρ, φησί, τῆς εἰς οὐρανοὺς ἀνόδου παρασχῶ ὑμῖν καὶ τῆς τῶν ὁμοίων ἀπολαύσεως τὴν ἀφορμήν, ὥστε φανῆναι τὸν καταστάντα τούτων αἴτιον ὑμῖν, αὐτὸς ἐλεύσομαι πάλιν, (λέγει δὲ τὴν ἐξ οὐρανῶν δευτέραν αὐτοῦ παρουσίαν,) καὶ λαβὼν ὑμᾶς ἀνελεύσομαι εἰς τοὺς οὐρανούς, ὅπου καὶ αὐτός εἰμι, ὥστε καὶ ὑμᾶς ἔχειν μεθ᾿ ἑαυτοῦ τῶν αὐτῶν ἀπολαύοντας ἐμοί. »Εἰ γὰρ ὑπομένομεν , ὁ Παῦλος φησίν, καὶ συμβασι- »λεύσομεν«.