Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κατάλυσιν οὖν νομιστέον γίνεσθαι δυνάμεων κακοποιῶν διὰ τοῦ θανάτου τῶν ἁγίων μαρτύρων, οἷον τῆς ὑπομονῆς αὐτῶν καὶ τῆς ὁμολογίας τῆς μέχρι θανάτου καὶ τῆς εἰς τὸ εὐσεβὲς προθυμίας ἀμβλυνούσης τὸ ὀξὺ τῆς ἐκείνων κατὰ τοῦ πάσχοντος ἐπιβουλῆς, ὥστε ἀμβλυνομένης καὶ ἀτονησάσης τῆς δυνάμεως αὐτῶν καὶ ἑτέρους πλείονας τῶν νενικημένων ἀνίεσθαι ἐλευθερουμένους τοῦ βάρους, τοῦ βάρους, οὑ αἱ πονηραὶ δυνάμεις ἐπικείμεναι ἐφόρτιζον καὶ ἔβλαπτον.

ἀλλὰ καὶ οἱ παθόντες ἄν, μὴ ἀτονησάντων τῶν ἐνεργησάντων εἰς ἑτέρους τὰ χείρονα, οὐκέτι περιπέπτουσιν τῷ πάθει, νικήσαντος τοῦ τὴν τοιαύτην θυσίαν προσαγαγόντος τήνδε τὴν ἀντικειμένην δύναμιν, ὡς εἰ ἀπὸ μέρους ἐχρησάμην εἰκόνι χρησίμῳ πρὸς τὰ προκείμενα τοιαύτῃ· ὅτι ὁ ἀναιρῶν ἰοβόλον ἢ κατακοιμίζων ἐπῳδῇ ἢ δυνάμει τινὶ κενῶν αὐτὸ τοῦ ἰοῦ πολλοὺς εὐεργετεῖ τῶν ὕστερον πεισομένων τι ἀπ' αὐτοῦ, εἰ μὴ ἀνῄρητο ἢ κατακεκοίμιστο ἢ τοῦ ἰοῦ κεκένωτο.

εἰ δὲ καὶ τῶν δηχθέντων τινὶ φανερὸν γένοιτο περὶ τῆς ἐπὶ τῷ δηγματι βλάβης ἀπαλλαγῆς, εἰ ἐνατενίσαι ἀποθανόντι τῷ βλάψαντι, ἢ ἐπιβαίῃ νεκροῦ, ἢ ἐφάψαιτο τεθνηκότος, ἢ γεύσαιτο μέρους τοῦδε, γένοιτ' ἂν καὶ τῷ προπεπονθότι ἴασις καὶ εὐεργεσία ἀπὸ τοῦ τὸ βλάψαν ἀνῃρηκότος. τοιοῦτόν τι δὴ νοητέον τῷ θανάτῳ τῶν εὐσεβεστάτων μαρτύρων γίνεσθαι, πολλῶν ἀφάτῳ τινὶ δυνάμει ὠφελουμένων ἀπὸ τοῦ θανάτου αὐτῶν.

Προσδιετρίψαμεν δὲ ὑπὲρ τοῦ τὸ ἐξαίρετον ἰδεῖν τοῦ ὡς προβάτου ἐπὶ σφαγὴν ἀχθέντος καὶ ὡς ἀμνοῦ ἐνώπιον τοῦ κείραντος ἀφώνου, τῷ περὶ τῶν μαρτύρων λόγῳ καὶ τῷ ὑπὲρ τῶν τεθνηκότων διὰ λοιμικὰ καταστήματα διηγήματι. εἰ γὰρ τάδε μὲν [*](3 Vgl. Ι Clemensbrief 55, 1. — 5 Phil. 4, 3. — 8 Vgl. Matth. 10, 17 ff. — 35 Vgl. Jes. 53, 7.) [*](8 μαρτυριῶν ? We | 11 βραχὴν, corr. V | 21 νικήσαντος] νικήσαντες, corr. V 23 ὁ + We | 26 ἀνῄρητο] ἀνηρητον, corr. V | 35 πρόβατον, corr. We.)

164
ὑπὸ Ἑλλήνων οὐ μάτην ἱστόρηται, τάδε δὲ καλῶς περὶ τῶν εἴρηται περικαθαρμάτων τοῦ κόσμου γινομένων, καὶ »πάντων »περίψημα« λεγομένων διὰ ταῦτα τῶν ἀποστόλων, τί ὑποληπτέον καὶ πηλίκον περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ διὰ τοῦτο θυομένου, ἵνα ἄρῃ ἁμαρτίαν οὐκ ὀλίγων, ἀλλ' ὅλου τοῦ κόσμου, ὑπὲρ οὗ καὶ πέπονθεν;

κἂν γάρ »τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, »οὐκ † ἐπὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«· ἐπεὶ σωτήρ ἐστιν πάντων ἀνθρώπων, μάλιστα πιστῶν« ὁ »ἐξαλείψας »τὸ καθ’ ἡμῶν χειρόγραφον« τῷ ἑαυτοῦ αἴματι καὶ ἄρας αὐτὸ ἐκ τοῦ μέσου, ἵνα μηδὲ ἔχην κἂν ἀπαληλειμμένων τῶν ἁμαρτημάτων εὑρίσκηται, καὶ »προσηλώσας τῷ σταυρῷ«. ὃς »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ »τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας« ἐν τῷ ξύλῳ.

καὶ θαρρεῖν γοῦν θλιβόμενοι ἐν τῷ κόσμῳ διδασκόμεθα, τὴν αἰτίαν τοῦ θαρρεῖν μανθάνοντες ταύτην εἶναι, τὸ νενικῆσθαι τὸν κόσμον καὶ δηλονότι ὑποτετάχθαι τῷ νικήσαντι αὐτόν. διὰ τοῦτο πάντα τὰ ἔθνη ἀνεθέντα ἀπὸ τῶν πρότερον ἐπικρατούντων δουλεύουσιν αὐτῷ, ὅτι »ἐρρύσατο πτωχὸν ἐκ δυνάστου« διὰ τοῦ ἰδίου πάθους »καὶ πένητα, »ᾧ οὐχ ὑπῆρχεν βοηθός«.

οὗτος δὴ ὁ σωτὴρ ταπεινώσας συκοφάντην διὰ τοῦ ἑαυτὸν τεταπεινωκέναι, συνπαραμένει τῷ νοητῷ ἡλίῳ πρὸ τῆς λαμπροτάτης ἐκκλησίας, τροπικώτερον σελήνης λεγομένης, τυγχάνων γενεῶν γενεαῖς. ἀνελὼν δὲ διὰ τοῦ πάθους τοὺς πολεμίους ὁ έν πολέμῳ δυνατὸς καὶ κραταιὸς κύριος καθαρσίου δεόμενος τοῦ ἀπὸ μόνου τοῦ πατρὸς αὐτῷ δοθῆναι ἐπὶ τοῖς ἀνδραγαθήμασιν δυναμένου, κωλύει αὐτοῦ ἅψασθαι τὴν Μαρίαν λέγων· »Μή μου ἅπτου, οὔπω »γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα · ἀλλὰ πορεύου καὶ εἰπὲ τοῖς »ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.

Ὅτε δὲ πορεύεται νικηφόρος καὶ τροπαιοφόρος μετὰ τοῦ ἐκ νεκρῶν ἀναστάντος σώματος πῶς γὰρ ἄλλως δεῖ νοεῖν τὸ »Οὔπω »ἀναβέβηκα πρὸς τὸν πατέρα μου;« καὶ τὸ » Πορεύομαι δὲ πρὸς τὸν [*](2 Vgl. | Kor. 4, 13. – 4 Vgl. Job. 1, 29. — 5 Ι Job. 2, 1 f. — 9 Ι Tim. 4, 10. — 10 Kol. 2, 14 f. — 15 Vgl. Job. 16, 33. — 18 Ps. 71, 12. — 19 Vgl. Ps. 71, 4 f. — 23 Vgl. Ps. 23, 8. — 25 Job. 20, 17.) [*](1 τάδε > τὰ δὲ, corr. Pr | 8 οὐκ ἐπὶ] οὐ περὶ wohl richtig, vgl. u. 59 [S. 168,24]; Griesbacb, Symbolae crit. II, 607. Tregelles z. d. St. | 26 Die Form des Citates ist ausser Parallele; nach πατέρα ügt Origenes sonst μου bei (mit ς ΑLX Δ rel.) vgl. Zeile 81. de or. 2 [II, 350-, 29] in Mt. XVII, 36 [IV, 171, 3]; doch fehlt μου auch Χ, 37 (mit BxD) | ἀλλὰ πορεύου statt πορεύου δὲ liest Syr. sin; viell. ist es, wenn δὲ mit Α fehlte (vgl. XXXII, 30 gegen ΧΙΧ, 5), stilistische ättung.)

165
»πατέρα μου«;) τότε αἱ μέν τινες λέγουσιν δυνάμεις· »Τίς οὗτος ὁ »παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος;« οἱ δὲ προπέμποντες αὐτὸν τοῖς ἐπὶ τῶν οὐρανίων πυλῶν τεταγμένοις φασὶν τὸ » Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης«.

ἔτι δὲ πυνθάνονται οἱονεί, εἰ δεῖ οὕτως εἰπεῖν, ᾑμαγμένην αὐτοῦ βλέποντες τὴν δεφιὰν καὶ πεπληρωμένον πεπληρωμένον τῶν ἀπὸ τῆς ἀριστείας ἔργων· »Διὰ τί σου »ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπάτημα ληνοῦ πλή- ρους καταπεπατημένης;« ὅτε καὶ ἀποκρίνεται· »Κατέθηλασα αὐτούς«.

ἀληθῶς γὰρ ἐπὶ τούτοις δεδέηται τοῦ πλύναι »ἐν οἴνῳ τὴν στολὴν »αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ«. τὰς γὰρ ἀσθενείας ἡμῶν λαβὼν καὶ τὰς νόσους βαστάξας, παντός τε τοῦ κόσμου ἄρας τὴν ἁμαρτίαν καὶ τοὺς τοσούτους εὐεργετήσας, τάχα τότε βάπτισμα εἴληφεν τὸ παντὸς τοῦ ὑπονοηθέντος ὂν παρὰ τοῖς ἀνθρώποις μεῖζον, περὶ οὗ οἶμαι αὐτὸν εἰρηκέναι· Βάπτισμα δὲ »ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ;«

ἴνα γὰρ τολμηρότερον βασανίζων τὸν λόγον στῶ πρὸς τὰ ὑπὸ τῶν πλείστων ὑπονοούμενα, λεγέτωσαν ἡμῖν οἱ τὸ βάπτισμα τὸ μέγιστον, ὑπὲρ ὃ ἄλλο οὐκ ἕστι νοῆσαι βάπτισμα, νομίσαντες αὐτοῦ εἶναι τὸ μαρτύριον, τί δήποτε μετὰ τοῦτο λέγει τῇ Μαριάμ· »Μή μου ἅπτου«; ἐχρῆν γὰρ μᾶλλον ἑαυτὸν ἐμπαρέχειν τῇ ἁφῇ, ἅτε τὸ τέλειον βάπτισμα διὰ τοῦ μυστηρίου τοῦ πάθους εἰληφότα.

Ἀλλ' ἐπεί, ὡς προείπομεν, τὰ κατὰ τῶν ἀντικειμένων ἀνδραγαθήματα πεποιηκὼς ἐδεῖτο τοῦ πλύναι »ἐν οἴνῳ τὴν στολὴν »αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ«, ἀνῄει πρὸς τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου πατέρα, ἴν’ ἐκεῖ ἀποπλυνάμενος μετὰ τὸ ἀναβῆναι εἰς ὕψος, αἰχμαλωτεύσας τὴν αἰχμαλωσίαν, καταβῇ φέρων τὰ ποικίλα χαρίσματα, τὰς διαμεμερισμένας τοῖς ἀποστόλοις γλώσσας ὡσεὶ πυρὸς καὶ τοὺς παρεσομένους έν πάσῃ πράξει ἁγίους ἀγγέλους καὶ ῥυσομένους αὐτούς.

πρὸ γὰρ τούτων τῶν οἰ κονομιῶν ἅτε μηδέπω κακαθαρμένοι οὐκ ἐχώρουν ἀγγέλων παρ' αὐτοῖς ἐπιδημίαν, τάχα οὐδ’ αὐτῶν βουλομένων πω τοῖς μὴ εὐτρεπισμένοις καὶ κεκαθαρμένοις ὑπὸ τοῦ Ἰησοῦ παρεἶναι.

τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἠν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ [*](1 Jes. 63, 1.– 4 Ps. 23, 7.–7 Jes. 63, 2 f. — 10 Gen. 49, 11. — 11 8, 17; vgl. Jes. 53, 4. — 13 Vgl. Job. 1, 29. — 15 Luk. 12, 50. — 20 Joh. 20 17. — 23 Vgl. Ζ. 6 ff. — 24 Gen. 49, 11. — 26 Vgl. Job. 15, 1. — 27 Vgl. Epbes. 4, 8; Ps. 67, 19. — 28 Vgl. Act. 2, 3. — 29 Vgl. Ps. 33, 8. — 34 Vgl. Mark. 2, 16.) [*](16 συνέχομαι] ομ a. Ras. | 32 εὐτρεπισαμένοις, corr. We | 33 κεκθαρμένοις] κεκαρμένοις, corr. V.)

166
πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δαδρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἵσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.

ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει Τιπερ τὸ ἑαυτοῦ· ὁ μὲν γὰρ πατὴρ ἀγαθός, ὁ δὲ σωτὴρ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. πάντα δὲ τὸν κόσμον εὐεργετῶν, ἐπεὶ θεὸς ἐν Χριστῷ κόσμον καταλλάσσει ἑαυτῷ, πρότερον διὰ τὴν κακίαν ἐχθρὸν γεγενημένον, ὁδῷ καὶ τάξει τὰ εὐεργετούμενα εὐεργετεῖ, οὐκ ἀθρόως λαμβάνοων ὑποπόδιον τῶν ποδῶν πάντας τοὺς ἐχθρούς· λέγει γὰρ αὐτῷ ὁ πατὴρ τῷ κυρίῳ ἑκάστου ἡμῶν· »Κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ »τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.

καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ’ αὐτοῦ καταργηθῇ. ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ χριστῷ νοήσωμεν ὅ τί ποτ' ἔστιν μάλιστ' ἐκ τοῦ »Ὅταν δὲ αὐτῷ † πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται »τῷ ὑποτάξαντι αὐτῷ † πάντα«, ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσωμεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου.

Οὐ πάντων δὲ ἡ ἁμαρτία ὑπὸ τοῦ ἀμνοῦ αἴρεται, μὴ ἀλγούντοων μηδὲ βασανιζομένων ἕως ἀρθῇ. ἄκανθαι γὰρ οὐ μόνον ἐνσπαρεῖσαι ἀλλὰ καὶ ἐπιπολὺ ῥιζωθεῖ ἐν ταῖς χερσὶν παντὸς διὰ τὴν κακίαν μεθυσθέντος καὶ τὸ νήφειν ἀπολωλεκότος κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· »Ἄκανθαι φύονται έν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν; κατατμηθῆναι γαρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον.

καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν [*](1 Vgl. Luk. 7, 38. — 2 Vgl. Rom. 5, 6. — 3 Vgl. Phil. 2, 6 ff. — 5 Vgl. Rom. 8, 32. — 6 Matth. 19, 17. — Weish. Sal. 7, 26. — 7 Vgl. II Kor. 5, 19. — 9 Vgl. Hebr. 10, 13. (Ps. 109, 1). — 11 Ps. 109, 1. — 13 Vgl. I Kor. 15, 26. — 15 I Kor. 15,28. — 17 Job. 1, 29. — 2 Prov. 26, 9. — 26 Vgl. Hebr. 4, 12. — 27 Vgl. Sir. 48, 1. — 29 Vgl. Gen. 3, 18. — 30 Vgl. Exod. 22, 6.) [*](1 δακρύοις] ις a. Ras. | 4 δούλου λαμβάνοντος] δούλο[ι λαμ]βάνοντος a. Ras. x003E; μᾶλλον? We | 5 αὐτὸν] ἑαυτὸν, corr. We | 13 ἕως] ὡς, corr. V | 15 nach αὐτῶ ist wobl mit V u. allen Zeugen τὰ einzusetzen; ebenso 16 | 16 ἀξίως] ἄξιος 21 ἐμπαρεῖσαι, corr. We | ῥιζωθεῖσαι] ρϊζῶσα, corr. V | 25 τί δεῖ] ἤδει, η a. Ras. (aus εἰ?), corr, Br; ἤδη καὶ λέγειν ἀμήχανον V.)

167
ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων. τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὡν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι.

τί γὰρ δεῖ λέγειν, δι' ὅσων ὁδῶν τις ἐπὶ τὸ πιστεύειν ἔρχεται ἐν ἀνθρώποις, ἔτι ἐν τῷ τοιούτῳ σώματι παρὸν ἑκάστῳ καθ' αὑτὸν ἐπισκοπεῖν; πλὴν μία τῶν ὁδῶν ἐστιν τοῦ πιστεύειν καὶ αἴρεσθαι τὴν ἁμαρτίαν διὰ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ νόσων χαλεπωτάτων καὶ μαλακιῶν ἐπιπονωτάτων. τίς οὖν οἶδεν καὶ τὰ μετὰ ταῦτα;

ἀναγκαῖον δὲ ἠν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἐπιπλεῖον περὶ τούτων διαλαβεὶν, ἱν εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας.