Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ έν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς »Κόσμος« φωνῆς· οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν. οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον κόσμον τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου· »Ὑμεῖς γάρ ἐστε, φησί, τὸ φῶς τοῦ κόσμου·« κόσμος δὲ τοῦ κόσμου ἡ ἐκκλησία, κόσμου αὐτῆς γινομένου Χριστοῦ, τοῦ πρώτου φωτὸς τοῦ κόσμου.

κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ἀλλ' ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς· ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦκόσμου, μήποτε τῶν παρακαλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς στολῆς γράφοντι· »Τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλου- »μένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«· ἐάν οὐν τις τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλησίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν [*](2 Vgl. Job. 1, 29. — 12 Job. 1, –23 Matth. 5, 14. — 27 Vgl. Joh. 1, 9. 28 Vgl. Matth. 5, 14. — 31 I Kor. 1, 2.) [*](1 στάχυας πεδίων] στάχυση πεδίον, von Μ 1 zu στάχυας πεδίων corr. | 2 x003E; + V | κόσ Μ | 6 ἔρχεται] ἄρχεται, corr. V | 7 μία] διὰ, corr. We; ἔνια Br | 8 nach ἐστιν ist etwas ausgefallen, etwa ἄρχεσθαι vgl. Ζ. 10 | 11 ἀναινεθῆναι, corr. We | 16 μὴ + Ferrarius | 25 δὲ] δὴ, corr. V | 28 ἐπικαλουμένων? vgl. z. 31. S. 168, 6 | ἐπιστολῆς] ἐπιστολῆ, corr. V 32 <οὖν> + We.)

168
περὶ τέλους λόγον ἐκλήψεται, τάχε ἔχει χώραν τὸ λεγόμενον· εἰ δὲ ὡς ἤδη γινόμενον , ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὑ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας.

εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. ἡ δὲ δὲ φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν· »Ὑμεὶς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς«· τάχα τῆς γῆς τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλας εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες· τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἄλα μωρανθῇ« καὶ μηκέτι ᾐ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα· »Πλῆν ὁ υἹὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν »ἐπὶ τῆς γῆς;«) τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος.

λεγέσθω τοίνυν ἡ ἐκκλησία κόσμος ὅτε ὑπὸ τοῦ σωτῆρος φωτίζεται· ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν »τοῦ κόσμου« κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν.

πῶς γὰρ τὸ ἐν τῇ ἐπιστολῇ ὑπὸ τοῦ αὐτοῦ μαθητοῦ εἰρημένον περὶ τοῦ σωτῆρος ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν τυγχάνοντος διηγησόμεθα οὕτως ἔχον· Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ »περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«; καὶ τὸ παρὰ τῷ Παύλῳ δὲ τούτω νομίζω εἶναι παραπλήσιον οὕτως ἔχον· »Ὅς έστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν«.

Πάλιν ἐν τῷ τόπῳ ὁ Ἡρακλέων γενόμενος χωρὶς πάσης κατασκευῆς καὶ παραθέσεως μαρτυριῶν ἀποφαίνεται ὅτι τὸ μὲν »Ἀμνὸς τοῦ θεοῦ« ὡς προφήτης φησὶν ὁ Ἰωάννης, τὸ δὲ »Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου« ὡς περισσότερον προφήτου. καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ατελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει,

οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος [*](7 Vgl. Job. 5, 39. — 8 Matth. 5, 13. — 12 Matth. 24, 12. — 25 Luk. 18, 8. — 18 Job. 1, 29. - 23 I Job. 2, If. — 27 I Tim. 4, 10. — 30 Job. 1, 29. — 31 Vgl. Mattb. 11, 9.) [*](5 ἐκκλησίαν] σιαν ü. d. Z. | 9. 11. ἅλα Μ (= D*), ἅλας V nacb Τ | 15 λέγοντα] λέγονται, corr. V | 26 τὸ] τῶ, corr. V.)

169
αὐτῷ. τὸ δὲ τέλειον εἰ ἐβούλετο, φησί, τῷ σώματι μαρτυρῆσαι, κριὸν εἶπεν ἂν τὸ μέλλον θύεσθαι. οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενημένας ἐξετάσεις τευταζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα. μόνον δὲ τοῦτο ἐπισημειωτέον, ὅτι ὥσπερ μόγις ἐχώρησεν ὁ κόσμος τὸν κενώσαντα ἑαυτόν, οὕτως ἀμνοῦ καὶ οὐ κριοῦ ἐδεήθη, ἵνα ἀρθῇ αὐτοῦ ἡ ἁμαρτία.

* * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * *

[*](5 Vgl. Phil. 2, 7.)[*](1 σώματι] σῶμα τὸ, corr. V | 2 εἶπεν ἂν] εἴπεῖν αὐτὸ, corr. Β | 7 Der Schluss fehlt, wie der Anfang v. Buoh X. Wahrscheinlich war in der Urhandschrift ein Blatt herausgerissen.)
170

ΤΟΜΟΣ Ι΄.

»Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ »καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. »καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα † ὁ »Ιησοῦς. καὶ εὑρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα »καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας †ὡς »φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τό τε πρόβατα »καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς »τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε »ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. »τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστὶν ὅτι Ὁ ζῆλος »τοῦ οἴκου σου καταφάγεταί με. ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ »εἶπαν αὐτῶ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; ἀπεκρίθη »Ἰησοῦς, καὶ εἶπε Λύσατε τὸν ναὸν τοῦτον, καὶ έν τρισὶν ἡμέραις ἐγερῶ »αὐτόν. αὐτόν. ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν »ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; »ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὐν ἠγέρθη »ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπί- »στευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. ὡς δὲ ᾑν ἐν τοῖς »Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, ἐπίστευσαν εἰς τὸ ὄνομα αὐ- »τοῦ Πολλοί, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· αὐτὸς δὲ ὁ Ἰη- »σοῦς οὐκ ἐπίστευσεν ἑαυτυὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν, ἕνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, αὐτὸς γὰρ »ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ«.

[*](1 Joh 2, ]12–25.)[*](Überschrift: τῶν εἰς τὸν Λ·αιὰ Ἰωάνην εὐαγγέλιον ἐξηγήσεις τόμος ι΄ | 1 — der ärte Textabschnitt ist nicht von Origenes vorgestellt worden (s. S. 171, 12). Wahrscheinlich hat man damit den Anfang des Buches, der zugleich mit dem Schluss von B. VI verloren gegangen war, ersetzen wollen | 5 ὡς hat Orig. nicht im Text gehabt (mit ABx u. A.) vgl. u. c. 15. 30 u. Ö. | 20 πολλοὶ ν. 1 Hd. ü. d. Zeile; im Bibeltext d. Orig. (XXVIII, 44) und d. Hss. πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ | 23 τί aus τις corr.)
171

* * * * ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμμένη Ἀριθμοί ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον.

Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν σέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον· ὅπερ ἴνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα.

Ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν· »Μετὰ τοῦτο κατέβη εἰς κα- »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ † ἔμεινεν οὐ πολλὰς ἡμέρας καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι.

Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζάροις μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. ὁ δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόδη.

Ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου· »Τότε ἀφίησιν »αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. »ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν † Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν »παραθαλασσίαν, έν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. ἴνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαϊου τοῦ προφήτου, λέγοντος· Γὴ Ζαβουλών«· καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει· »Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κη- ρύσσειν καὶ λέγειν· Τι Μετανοεῖτε, ἤγγικε † γὰρ ἡ βασιλεία τῶν οὐρανῶν‘.

ὁ δὲ Μάρκος Καὶ ἦν«, φησίν, »ἐν τῇ ἐρήμῳ τεσσερά- »κοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἠν μετὰ τῶν θηρίων »καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάν- [*](12 Joh. 2, 12. — 16 Vgl. Matth. 4, 12 ff. — Vgl. Luk. 4, 14 f. — 18 Vgl. Matth. 4, 12. Mark. 1, 14. — 21 Matth. 4, 11–15. — 27 Matth. 4, 17. — 29 Mark. 1, 13—15.) [*](1 Am Anfang ist ein Blatt verloren gegangen; man wird es durch den vor- stehenden Textabschnitt ersetzt haben s. z. S. 170, 1 | 14 ἔμειναν las Orig., vgl. c. 9. u. ΒℵLX 33 al. | 19 αἰτίαν] Endung von junger Hd. a. Ras. compendiarisch geschr. | τὸ] τώ V | 24 Orig. las Ναζαρά | 26 nach Ζαβουλών ist viell. καὶ τὰ ἑξῆς ausgefallen | 28 die Stelle lautet S. 180, 30 wie hier, aber u. c. 10: ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, wie Syr. Cur. Sin.; das ist der Text des Orig.; den Öhnlichen Text, der hier steht, schrieb der Copist aus seinem Exemplar ab, da Orig. die ängeren Citate nicht mit zu dictieren pflegte.)

172
»νην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ »θεοῦ, ὄτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγεικεν ἡ βασιλεία τοῦ θεοῦ·

»μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ«. ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβου τε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα· »Καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν ἐδί- »δασκεν εἰς τὴν συναγωγήν«.

ὁ δὲ Λουκᾶς· Καὶ συντελέσας, φησί, τὸν πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. καὶ ὑπέ- »στρεψεν ὁ Ἰησοῦς έν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς »ἐδίδδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων. καὶ »ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς »αὐτῷ ἐν τῇ

ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν( παραστήσας δὲ τὰ ἐν Ναζροῖς αὐτῷ εἰρημένα, καὶ τὸν κατ' αὐτοῦ θυμὸν τῶν ἐν τῇ συναγωγῇ, ἐκβαλλόντων »αὐητὸν ἔξω τῆς πόλεως« καὶ ἀγαγόντων »ἕως ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, ὥστε »κατακρημνίσαι αὐτόν« καὶ ὡς »διελθὼν διὰ μέσου αὐτῶν« ὁ κύριος »ἐπορεύετο«, ἐπισυνάπτει ταῦτα· »Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ »πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς έν τοῖς σάββασιν«.

ΙΙΙ. * * * <Παραστατέον δὲ> τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖ σθαι ἐν τοῖς νοητοῖς, <διὰ τὸ πολλοὺς> μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἢ ἐπιτετευγμένως ἀπομνγμονευθέντῶν· ἑκατέρως γὰρ λέγετᾳι συντετάχθαι ἡ τούτων γραφή. λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν έν τῇ Καφαρναοὺμ ὁ κύριος· εἰ γὰρ μετὰ τὰς ἕξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο.

μετὰ οὐν τὴν Κα- [*](3 Vgl. Mark. 1, –20. — 5 Mark. 1, 21. — 6 Luk. 4, –16, — 12 Vgl. Luk. 4, 17 ff. — 14 Vgl. Luk. 4, 28 ff. — 17 Luk. 4, 31. — 29 Vgl. Joli. 2, 1. — 31 Vgl. Joh. 2, 15) [*](5 εἰσπορευόμενος] εἰσπορεύονται wohl die richtige Lesart vgl. u. S. 180, 35 | εὐθέως] wohl mit L. 1. 33 und S. 180, 35 εὐθύς | 15 πόλεις | 17 καὶ ü. d. Z. | x003E; We; Ferrarius und d. Ausgg. lesen δεῖ; dabei fehlt die Verbindung und es passt nicht recht zum folgenden. Einige Zeilen der Vorlage scheinen zum Anfang ört oder unleserlich gewesen zu sein. Dass vorher noch mehr dagestanden hat, geht aus Zeile 25 hervor | 20 διὰ τὸ πολλοὺς Pr, ἢ Br | 22 θειοτέρων | 25 scheint vor c. 3 etwas ausgefallen zu sein | 27 τότε, corr. V | 28 τοῦ] τῆς? We | 30 οὔτε] ὅτε, corr. V.)

173
φαρναούμ, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας, τοῦ πάσχα τῶν Ἰουδαίων ἐγγὺς ὄντος ἀνέβη εἰς Ἱερσόλυμα, ὅτε ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ ἑκχέει τῶν κερματιστῶν τὰ κέρματα.

ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν Φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἀρχῶν] ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. »Μετὰ δὲ ταῦτα ἠλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐ- τῶν καὶ ἐβάπτιζεν· καθ' ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν »Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάν· »νης«· ὅτε καὶ ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἱωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἠλθον πρὸς τὸν Ἰωάννην‘, λέγοντες περὶ τοῦ σωτῆρος τὸ » Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν‘· ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ’ αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.

εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ ὁ χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἕμα ἀληθῆ εἶναι ἐροῦσιν τό τε παρὰ τῷ Ματθαίῳ καὶ Μαρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν αναχωρήαντος, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήν τε εἰς Ιουδαίαν ἐκεῖθεν κάθοδον, ὅτε οὔπω βεβλημένος ἦν εἰς φυλακὴν ὁ Ἰωάννης, ἀλλ' ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ;