Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὁ δὲ Μάρκος καὶ τὸν τόπον τῆς Γαλιλαίας προσέθηκεν εἰπών· Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἠλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου( Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν , ὅθεν Ἰησοῦς ἔρχεται,

παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ’ ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά.

πάλιν τὸ Ἰωάννην διακεκωλυκέωαι τὸν κύριον λέγοντα τῷ σωτῆρι· »Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ »ἔρχῃ πρός με;« τῷ Ματθαίῳ εἰρηκότι οὐδεὶς προσέθηκεν , ἕνα μὴ [*](1 Ygl. Job. 1, 19. — 2 Vgl. Job. 1, 24. — 7 Vgl. Job. 1, 26. — 11 Job. 1, 36. — 13 Job. 1, 43. — 15 Vgl. Job. 2, 1. — 23 Mattb. 3, 13. — 26 Mark. 1, 9. — 30 Vgl. Luk. 3, 21. — 33 Mattb. 3, 14.) [*](4 ἧς] ἡ, coiT. Hu | 5 ὠνομασμένη, über σ Comp, ür εν | 14 x003E; τῇ, corr. Ferrarius | 15 Κανᾶ] αν a. Ras. | 21 nacb βαπτιστὴν + Ἰωάννην V | 30 προσευχομένῳ] προσερχομένω, corr. Br (vgl. Luk. 3, 21.); ἀνερχομένῳ V | 34 τοῦ Ματθαίου εἰρηκότος We.)

160
ταὐτολογῶσιν. καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ πρὸς αὐτὸν εἰρημένον· »Αφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην« μόνος ἀνέγραψεν ὁ Ματθαῖος.

Ι, 29 Καὶ λέγει Ἴδε ὁ ἁμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν του κοσμου.

Πέντε ζῴων προσφερομένων ἐπὶ τὸ θυσιαστήριον, τριῶν μὲν χερσαίων πτηνῶν δὲ δύο, ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ »ἀμνὸς« λέγεται καὶ οὐδὲν τῶν λοιπῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ’ ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων, ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν· πέντε δὲ ζῷα ταῦτά ἐστιν· μόσχος, πρόβατον, αἴξ, τρυγών, περιστερά.

καὶ τρεῖς ἡλικίαι ἑκάστου τῶν χερσαίων αὑται· μόσχος, βοῦς, μοσχάριον· κριός, ἀμνός, ἀρνίον· τράγος, αἴξ, ἕριφος πτηνῶν δέ, περιστερῶν μὲν ζεῦγος νεοσσῶν μόνοιν, τρυγόνων ζεῦγος τέλειον. ζητητέον οὖν τῷ βουλομένῳ ἀκριβῶς τὸν περὶ τῶν θυσιῶν πνευματικὸν καταλαβεῖν λόγον τίνων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ ταῦτ' ἐγίνετο, καὶ ἕκαστον τῶν ζῴων ἐπὶ τίνι νομοθετεῖ ὁ λόγος θύεσθαι· καὶ ἰδίᾳ συνακτέον τὰ περὶ τοῦ ἀμνοῦ.

ὅτι δὲ ὁ περὶ τῶν θυσιῶν λόγος περί τινων οὐρανίων μυστηρίων νοεῖσθαι ὁφείλει φησί που ὁ ἀπόστολος· »Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων«· καὶ πάλιν· θ’ »Ἀνάγκη αὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς »τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ »ταύτας«.

τὸ δὲ καθ’ ἕν δυνηθῆναι τούτων εὑρόντα ἐκλαβεῖν τὴν διὰ Ἰησοῦ Χριστοῦ γεγενημένην τοῦ πνευματικοῦ νόμου ἀλήθειαν, σφόδρα μεῖζον τυγχάνον τῆς ἀνθρωπινης φύσεως, οὐδενὸς ἄλλου ἔργον ἢ τοῦ τελείου ἐστίν, τοῦ »διὰ τὴν ἕξιν τὰ αἰσθητήραι γεγυμνα- »σμένα« ἔχοντος πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυναμένου ἀπὸ διαθέσεως ἀληθευούσης εἰπεῖν· »Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις«. καὶ ἀληθῶς ἐπὶ τούτων ἔντιν εἰπεῖν καὶ τῶν τούτοις παραπλησίων· »Ἣν οὐδεὶς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἔγνωκεν«.

Πλὴν τὸν ἀμνὸν ἐν ταῖς θυσίαις τοῦ ἐνδελεχισμοῦ εὑρίσκομεν προσφερόμενον. οὕτω δὲ γέγραπται· Καὶ ταῦτά ἐστιν [*](2 Matth. 3, 15. — 6 Vgl. Lev. 5, 6 f. 18. — 20 Hebr. 8, 5. — 21 Hebr. 9, 23. — 24 Vgl. Job. 1, 17. — 26 Hebr. 5, 14. — 28 I Kor. 2, 6. — 30 I Kor. 2, 8. — 32 Exod. 29, 38—44.) [*](8 οὐδὲν] οὐδὲ, δὲ a. Ras.; corr. V | 13 όὲ] μὲν, corr. V | περιστερῶν] περιστερὰς, corr. V | 14 μόνον V | 21 ὑποδείγματ[α — 22 καθαρίζ]εσθαι a. Ras. | 24 ἀλήθειαν] ἡ ἀλήθια, corr. Br | 25 μεῖζον] μείζων, corr. Hu | 30 τοῦ αἰῶνος τούτου stellt Origenes sonst (u. X, 39; Griesbach, symb. critic. II, 499).)

161
»ἂ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο »τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιή- σεις τὸ δειλινόν. καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομ- »μένῳ τῷ τετάρτῳ τοῦ εἴν·

καὶ σπονδὴν τὸ τέταρτον τοῦ x003E; οἴνου »τῷ ἀμνῷ τῷ ἑνί. καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν κατὰ τὴν θυσίαν τὴν πρώτην καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ, ποιήσεις ὀσμὴν »εὐωδίας κάρπωμα κυρίῳ, θυσίαν ἐνδελεχισμοῦ εἰς τὰς γενεὰς ὑμῶν ἐπὶ θύραις τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου, ἐν οἱς γνωσθή- »σομαί σοι ἐκεῖ ὥστε λαλῆσαί σοι. καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ »καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου«. ποία δὲ ἑτέρα θυσία δύναται ἐνδελεχισμοῦ εἶναι τῷ λογικῷ νοητὴ ἢ λόγος ἀκμάζων,

λόγος »ἀμνὸς« συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπόμενος (αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ ἐνδελεχισμοῦ θυσία) καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν , ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι.

ἐὰν δέ τις ζητῇ τί ἐν τοῖς μεταξὺ τῆς ἕω καὶ ἑσπέρας ποιήσει ὁ ἀγιος, μεταφερέτω ἀπὸ τῶν κατὰ τὴν λατρείαν τὸν λόγον, ἔπειτα καὶ έν τούτοις ἀκολουθείτω. καὶ γὰρ ἐκεῖ οἱ ἱερεῖς ἀρχὴν μὲν τῶν θυσιῶν προσφέρουσιν τὴν τοῦ ἐνδελεχισμοῦ, ἑξῆς δὲ πρὸ τῆς ἑσπερινῆς τοῦ ἐνδελεχισμοῦ τὰς κατὰ τὸν νόμον λοιπάς, οἷον περὶ πλημμελείας ἢ ἀκουσίων ἢ σωτηρίου ἢ εὐχῆς ἢ ζηλοτυπίας ἢ σαββάτου ἢ νουμηνίας καὶ τῶν λοιπῶν, ἂ μακρὸν ἂν εἴη ἐπὶ τοῦ παρόντος λέγειν.

οὕτω τοίνυν καὶ ἡμεῖς ἀπὸ τοῦ περὶ τῆς εἰκόνος λόγου πεποιημένοι τὴν ἀρχὴν τῆς ἀναφορᾶς, ὅς ἐστιν ὁ χριστός, διαλαμβάνειν περὶ πολλῶν καὶ ὠφελιμωτάτων δυνησόμεθα. καὶ πάλιν ἐν τοῖς περὶ Χριστοῦ καταλήξαντες ἐπὶ τὴν οἱονεὶ ἑσπέραν φθάσομεν καὶ νύκτα, ἐρχόμενοι καὶ ἐπὶ τὰ σωματικά.

Ἐὰν δὲ τὸν λόγον ἐξετάζωμεν τὸν περὶ τοῦ δεικνυμένου Ἰησοῦ ὑπὸ τοῦ Ἰωάννου κατὰ τὸ »Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ »ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. ἱστάμενοι ἐπ' αὐτὴν τὴν οἰκονομίαν τῆς σωματικῆς τοῦ υἱοῦ τοῦ θεοῦ εἰς τὸν τῶν ἀνθρώποων βίον ἐπι- [*](13 Vgl. Num. 28, 4. — 21 Vgl. Exod. 29, 38. — 21 ff. Vgl. Lev. 6, 5. 17. 31 ff. — Vgl. Num. 15, 25. — Vgl. Lev. 3, Iff. Num. 6, 14. — Vgl. Lev. 22, 23. — Vgl. Num. 5, 15. 18. — Vgl. Num. 28, 10. — Vgl. Num. 28, 11. 31. 29, 6. — 31 Job. 1, 29.) [*](4 σεμιδάλεως] σεμιδαλης (ης compendiarisch, σεμιδάλις V), corr. Hu | πεφυραμένη, corr. Hu | 5 <καὶ — εἳν> + Hu | 7 πρώτην, wohl mit den LXX in πρωΐνην zu ändern | 9 θύραις] θύρας, corr. Hu | 11 ἁγιάσω] ἁ;γιασμῶ, corr. Pr; ἁγιασμῷ ἁγίασω Ausgg, | 14 καταπεμπόμενος] ἀναπεμπόμενος, corr. Pr | 20 ἀκολουθείτω] ἀκολουθεῖ, corr. Hu | 26 πεποιημένου, corr. V.)

162
δημίας, τὸν ἀμνὸν οὐκ ἄλλον τοῦ ἀνθρώπου ὑποληψόμεθα· οὗτος γὰρ »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ »κείραντος αὐτὸν ἄφωνος«, λέγων· »Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον Μοῦ θύεσθαι«.

διόπερ καὶ ἐν τῇ Ἀποκαλύψει ἀρνίον ὁρᾶται »ἑστηκὸς »ὡς ἐσφαγμένον«. οὑτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκομένους ἀγοράσαντος.

ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἡν θεός, μέγας ἀρχιερεύς, ὅστις τοῦτο δηλοῖ διὰ τοῦ »Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυ- »τοῦ. ἐξουσίαν ἔχω θεῖναι *, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν‘.

Καὶ ταύτῃ <τῇ> θυσίᾳ συγγενεῖς εἰσιν αἱ λοιπαί, σύμβολόν εἰσιν αἱ νομικαί. λοιπαὶ δὲ καὶ συγγενεῖς ταύτῃ τῇ θυσίᾳ θυσίαι αἱ ἐκχύσεις εἶναί μοι φαίνονται τοῦ τῶν γενναίων μαρτύρων αἵματος, οὐ μάτην ὁρωμένων ἑστάναι ὑπὸ τοῦ μαθητοῦ Ἰωάννου παρὰ τῷ οὐρανίῳ θυσιαστηρίῳ »Τίς δὲ σοφὸς καὶ συνήσει ταῦτα; ἢ »συνετὸς καὶ ἐπιγνώσεται αὐτά;«

πρὸς δὲ τὸ θεωρητικώτερον κἂν ἐπὶ ποσὸν παραδέφασθαι τὸν περὶ τῶν τοιούτων θυσιῶν λόγον, καθαιρουσῶν τοὺς ὑπὲρ ὡν προσάγονται, κατανοητέον τὸν λόγον τῆς ὁλοκαυτουμένης θυγατρὸς Ἰεφθάε, διὰ ταύτην τὴν εὐχὴν τοὺς υἱοὺς Ἀμμών, ἡ συνηυδόκησεν καὶ ἡ ὁλοκατουμένη, λέγουσα πρὸς τὸν πατέρα εἰπόντα »Ἀνέῳξα τὸ στόμα μου κατὰ σοῦ πρὸς κύριον‘, »Καὶ εἰ ἀνέῳξας τὸ στόμα σου κατ' ἐμοῦ πρὸς κύριον, ποίει τὴν »εὐχήν σου((.

ἔμξασις μὲν οὖν πολλῆς ὠμότητος διὰ τούτων παρεισ x003E; ᾡ τοιαῦται ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιτελοῦνται θυσίαι. μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος πρὸς τὸ τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἕν ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα· Μεγάλαι γὰρ αἱ κρίσεις τοῦ θεοῦ καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαί- [*](2 Jes. 53, – 3 Jer. 11, 19. — 4 Vgl. Apok. 5, 6. — 5 Vgl. Apok. 5, 9. — 10 Vgl. Hebr. 8, 1. — 11 Job. 10, 18. — 16 Vgl. Apok. 6, 9. — 17 Hos. 14, 10. — 23 Rieht. 11, 35 f. — 30 Weish. Sal. 17, 1.) [*](8 ἀγοράσαντος] διαπράσαντος mit der Randnote: εἶχε τὸ πρωτότυπον ἀγοράσαντος V | 10 nach ἦν Ras. (ὁ ausr.?) | 12 nach θεῖναι ist wohl mit allen und Origenes an den anderen Stellen (C. Cels. II, 16 [I, 145, 29]; III, 32 [I, 229, 4]; in Joh. XIX, 16 vgl. Griesbach, Symbolae crit. II,435) ein αὐτὴν einzusetzen 13 ταύτῃ] ταίτης, corr. Hu | <τῇ> + We | 18 τὸ] τοῦτο, corr. Br | 21 τήν) We | 23 μοι·] σου, corr. V | κατά σου] καὶ ἐμοῦ, corr. V | 24 ἀνέῳξας] ἀνέωξα, corr. V | 25 παρεισφέρεται θεῷ] παρεις danach ücke von c. 8 — 9 Buchst., von Β ergänzt; θεῷ Pr; τοῦ Β | 27 πρὸς τὸ + We | 28 λύειν] λύσιν, corr.)

163
»δευτοι ψυχαὶ ἐπλανήθησαν«.

μεμαρτύρηται δὲ καὶ παρὰ τοῖς ἔθνεσιν ὅτι πολλοί τινες, λοιμικῶν ἐνσκηψάντων νοσημάτων, ἑαυτοὺς σφάγια ὑπὲρ τοῦ κοινοῦ παραδεδώκασιν. καὶ παραδέχεται ταῦθ’ οὕτως γεγονέναι οὐκ ἀλόγως πιστεύσας ταῖς ἱστορίαις ὁ πιστὸς Κλήμης, ὑπὸ Παύλου μαρτυρούμενος λέγοντος· »Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν »συνεργὼν μου, ὡν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς«.

τὴν ὁμοίαν δὲ ἔχει ἀπέμφασιν παρὰ τῷ θέλοντι τῶν τοὺς πολλοὺς λανθανόντων μυστηρίων κατηγορεῖν καὶ τὰ περὶ τῶν μαρτύρων προστεταγμένα· εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολογεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συνπεριενεχθέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.