Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἔστιν οὐν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητούμενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ τον ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευτὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων.

Ἔτι δἒ εἰς τὸ παραδέφασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρήσιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγό- [*](1 Vgl. Joh. 4, 38. — 4 Vgl. Job. 6, 49. — 5 Vgl. Job. 6, 50 ff. — 10 Vgl. II Kön. 2, 1. 8. — 14 Vgl. I Kor. 10, 2. — 15 Vgl. S. 153, 3 ff. — 17 II ön. 2, 9. — 19 Vgl. II Kön. 2, 14. — 23 Vgl. S. 151, 27. — 25 Vgl. I Kor. 10, 4. (Exod. 17, 5ff.).) [*](1 κεκοπιακότων] κεκληκότων , corr. V | 2 δεῖ < V | 3 ἐκεῖνα, corr. Br | ἔτι] ἐπι Μ, corr. V | 4 τὸ λόγῳ ist verderbt; τῷ λογικῷ We | 7 βηθάρα | 14 ἐπεὶ] ἐπὶ Μ, corr. V | 25 δὶς viell. als Dittogr. z. str., weil in dem Text Exod. 17, 5 ff. davon nicbts stebt | 29 ἄβατον] ἄβα, corr. V.)

156
μενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν.

περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι »Ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη »ἐπὶ θύραις οἴκου Ἐλισαιέ. καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς »αὐτὸν λέγων· Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέφει »ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ«. ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμένος, οὐχὶ δὲ ὁ προφήτης· προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον.

μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου | Ιμέγα μυστήριον ὁ Ναιμάν φησιν· »Ἰδοὺ δὴ ἔλεγον ὅτι πάν- »κυρίου ἐξελύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι »κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ »ἀποσυνάξει τὸ λεπρόν«. τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον ἐιπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι «Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι« τὸ »Θέλω, καθαρίσθητι«· πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ.

ἔτι δὴ πλανώμενος ὁ Ναιμὰν καὶ οὐχ ὁρῶν ὅσον ἀπολείπονται οἱ ἕτεροι τοῦ Ἰορδάνου ποταμοὶ πρὸς θεραπείαν τῶν πεπονθότων, ἐπαινεῖ τοὺς τῆς Δαμασκοῦ ποταμόυς, Ἀβανὰ καὶ Φαρφά, λέγων· »Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, »ποταμοὶ Δαμασκοῦ , ὑπὲρ πάντα τὰ ὔδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι;« ὥσπερ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ, οὕτως ἐν ποταμοῖς οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Ἰορδάνης καὶ λέπρας ἀναλλάξαι δυνάμενος τὸν μετὰ πίστεως τὴν ψυχὴν λουόμενον εἰς τὸν Ἰησοῦν.

οἶμαι δὲ διὰ τοῦτον κλαίειν ἀναγεγράφθαι παρὰ τοῖς Βαβυλῶνος ποταμοῖς καθεζομένους τοὺς μνησθέντας τῆς Σιώρ· ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἄγιον Ἰορδάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ. διόπερ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός φασιν· »Ἐκεῖ ἐκαθίσαμεν«, δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, »καὶ ἐκλαύσαμεν«.

καὶ ὁ Ἱερεμίας δὲ ἐπιπλήσσει τοῖς θέλουσιν Αἰγύπτιον ὕδωρ πιεῖν καὶ καταλείπουσιν τὸ ἐξ οὐρανοῦ καταβαῖνον καὶ ἐπώνυμον Τῆς τυγχάνον, τὸν Ἰορδάνην, λέγων· »Τί σοι καὶ τῇ ὁδῷ Αἰγύτου τοῦ πιεῖν ὕδωρ Γηῶν, καὶ τοῦ πιεῖν »ὕδωρ ποταμῶν«; ἢ ὡς τὸ Ἑβραϊκὸν ἔχει » τοῦ πιεῖν ὕδωρ Σιώρ«· περὶ οὗ οὐ νῦν πρόκειται λέγειν.

[*](3 II ön. 5, 9 f. — 9 II ön. 5, 11. — 14 Matth. 8, 2f. —19 II ön. 5, 12. — 21 Vgl. Mark. 10, 18. — 25 Vgl. Ps. 136, 1. — 33 Jer. 2, 18.)[*](5 καθαρισθήσῃ] καθαρισθή, corr. V | 25 παρὰ] πᾶσι, corr. We, x003E; πάντας τοὺς V | 26. 34 Σιώρ] σειών, corr. Pr (vgl. Field, Hexapla II, 576 b, wonach οἱ λοιποί: Σιώρ lasen; ebenso Syro-hex.) | 27 πόθον] πόθεν, corr. V | 29 φησιν, corr. We | 32 τυγχάνων, corr. V | 35 ov] τοῦ Μ, corr. V | οὐ νῦν a. Ras.)
157

Ὅτι δὲ οὐ περὶ αἰσθητῶν ποταμῶν ὁ προηγούμενος λόγος ἐστὶν τῷ ἐν ταῖς θεοπνεύστοις γραφαῖς λαλοῦντι πνεύματι καὶ ἀπὸ τῶν ἐν τῷ Ἐζεκιὴλ ἐπὶ Φαραώ, βασιλέα Αἰγύπτου, προφητεουμένων ἔστιν ἰδεῖν οὕτως ἐχόντων· »Ἰδού, ἔγὼ ἐπὶ σὲ Φαραώ, βασιλεῦ »Αἰγύπτου, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ πο- »ταμῶν αὐτοῦ, λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα »αὐτούς. καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολ- »λήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάζω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ »καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ιχθύας τοῦ ποταμοῦ· »ἐπὶ † προσώπου τοῦ πεδίου σου πέσῃ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ »μὴ περισταλῇς«.

ποῖος γὰρ σωματικὸς δράκων έν τῷ σωματικῷ τῆς Αἰγύπτου ποταμῷ ὀφθεὶς ἱστόρηταί ποτε; ἀλλὰ μήποτε χωρίον ἐστὶν τοῦ ἑχθροῦ ἡμῶν δράκοντος ὁ τῆς Αἰγύπτου ποταμὸς ὁ παιδίον ἀποκτεῖναι Μωσέα δυνηθείς. ὥσπερ δὲ δράκων έν τῷ Αἰγυπτίῳ ἐστὶν ποταμῷ, οὕτως ὁ θεὸς ἐν τῷ εὐφραίνοντι τὴν πόλιν τοῦ θεοῦ ποταμῷ· ὁ πατὴρ γὰρ ἐν τῷ υἱῷ.

διὰ τοῦτο οἱ γινόμενοι ἐν αὐτῷ ἐπὶ τῷ λούσασθαι, τὸν ὀνειδισμὸν ἀποτίθενται τῆς Αἰγύπτου, καὶ ἐπιτηδειότεροι πρὸς τὸ ἀναλαμβάνεσθαι γίνονται, καὶ ἀπὸ τῆς μιαρωτάτης λέπρας καθαρίζονται, καὶ διπλασιασμὸν χωροῦσιν χαρισμάτων, καὶ ἕτοιμοι πρὸς πνεύματος ἁγίου παραδοχὴν γίνονται, ἄλλῳ ποταμῷ οὐκ ἐφιπταμένης τῆς πνευματικῆς περιστερᾶς.

διόπερ θεοπρεπέστερον νοήσαντες τὸν Ἰορδάνην καὶ τὸ έν αὐτῶ λουτρὸν κοὶ τὸν Ἰησοῦν ἐν αὐτῷ λουόμενον καὶ τὸν τῆς κατασκευῆς , ὅσον δεόμεθα τῆς τοιαύτης ὠφελείας ἀπὸ τοῦ ποταμοῦ ἀρυσώμεθα.

Ι, 29 Τῇ ἐπαύριον βλέΠει τὸν Ἰησοῦν ἐρχόμενον Πρὸς ἀυτόν.

Πρότερον ἡ μήτηρ τοῦ Ἰησοῦ ἅμα τῷ συλλαβεῖν αὐτὸν τῇ μητρὶ τοῦ Ἰωάννου καὶ αὐτῇ ἐγκύμονι τυγχανούσῃ ἐπεδήμει, ὅτε ὁ μορφούμενος τῷ μορφουμένῳ ἀκριβέστερον τὴν μόρφωσιν χαρίζεται, σύμμορφον ἐνεργῶν αὐτὸν γενέσθαι τῇ δόξῃ αὐτοῦ, ὥστε διὰ τὸ κοινὸν τῆς μορφῆς Ἰωάννην τε Χριστὸν ὑπονοεῖσθαι τυγχάνειν, καὶ Ἰησοῦν Ἰωάννην ἀναστάντα ἐκ νεκρῶν νομίζεσθαι παρὰ τοῖς μὴ δια- [*](4 Ezech. 29, 3–5. — 16 Vgl. Ps. 45, 5. — 18 Vgl. Jos. 5, 9. — 20 Vgl. ön. 5, 9 ff. — 22 Vgl. Mark. 1, 10. — 27 Vgl. Luk. 1, 39 ff. — 30 Vgl. Phil. 3, 21. — 32 Vgl. Luk. 3, 15; Matth. 14, 2. Mark. 6, 14.) [*](4 βασιλεῦ Αἰγύπτου ist hexaplarischer Zusatz (A, vgl. Field, Hexapla II, 849). 6 αἰ·τοῦ] αὐτὸν, corr, Br | 9 τοῦ + Ausgg. nach den LXX | 10 nach ist viell. σου ausgefallen l πρόσωπον ist wohl zu lesen | 14 (o) + Pr | 29 ἀκριβέστερον] ερον a. Ras. Μ, ἀκριβεστέραν? We.)

158
κρίνουσι τὴν εἰκόνα ἀπὸ τοῦ κατὰ τὴν εἰκόνα· νῦν δὲ ὁ Ἰησοῦς μετὰ τὰ προεξετασθέντα μαρτύρια Ἰωάννου περὶ αὐτοῦ αὐτὸς βλέπεται ὑπὸ τοῦ βαπτιστοῦ ἐρχόμενος πρὸς αὐτόν.

παρατηρητέον δὲ ὅτι ἐκεῖ μὲν διὰ τὴν τοῦ Μαρίας ἀσπασμοῦ φωνὴν ἐληλυθυῖαν εἰς τὰ ὠτα τῆς Ἐλισάβετ, σκιρτᾷ τὸ βρέφος Ἰωάννης ἐν τῇ κοιλίᾳ τῆς μητρός, τότε, ὡς ἀπὸ τῆς φωνῆς, λαμβανούσης πνεῦμα ἅγιον· »Ἐγένετο »φησίν, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ »Ἐλισάβετ καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν«· ἐνθάδε · »Βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε »ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἀκοῇ δὲ τῇ περὶ τῶν κρειττόνων πρότερόν τις παιδεύεται καὶ μετὰ ταῦτα αὐτόπτης αὐτῶν γίωεται.

ὅτι μέντοι γε εἰς τὴν μόρφωσιν ὠφέληται ὁ Ἰωάννης ἀπὸ τοῦ ἔτι μορφουμένου, τοῦ κυρίου, † γενομένου ἐν τῇ μητρὶ πρὸς τὴν Ἐλισάβετ, τῷ κεκρατηκότι τῶν εἰρημένων περὶ τοῦ φωνὴν μὲν εἶναι τὸν Ἰωάννην, λόγον δὲ τὸν Ἰησοῦν δὴλον ἔσται· μεγάλη γὰρ φωνὴ γίνεται ἐν τῇ Ἐλισάβετ πληρωθείσῃ πνεύματος ἁγίου διὰ τὸν ἀσπασμὸν τῆς Μαρίας, ὡς αὐτὴ ἡ λέξις παρίστησιν οὕτως ἔχουσα· Καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ«, (δηλονότι ἡ »καὶ εἶπεν«.

ἡ γὰρ φωνὴ τοῦ ἀσπασμοῦ τῆς Μαρίας γενομένη έν τοῖς ὠσὶν τῆς Ἐλισάβετ ἐπλήρωσεν τὸν Ἰωάννην ἑαυτῆς· διόπερ σκιρτᾷ ὁ Ἰωάννης καὶ οἱονεὶ στόμα τοῦ υἱοῦ καὶ προφῆτις ἡ μήτηρ γίνεται ἀναφωνοῦσα κραυγῇ μεγάλῃ καὶ λέγουσα· »Εὐλογημένη σὺ ἐν »γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου«.

ἤδη οὐν δύναται δῆλος ἠμῖν γίνεσθαι καὶ ἡ μετὰ σπουδῆς πορεία τῆς Μαρίας ἐις τὴν ὀρεινὴν καὶ ἡ ἔισοδος εἰς τὸν οἶκον Ζαχαρίου καὶ ὁ ἀσπασμός, ὃν ἀσπάζεται τὴν Ἐλισάβετ· ἵνα γὰρ μεταδῷ ἀφ' ἡς ἔχει ἐξ οὑ συνεἰληφεν δυνάμεως τῷ Ἰωάννῃ ἔτι έν τῇ μήτρᾳ τυγχάνοντι τῆς μητρὸς ἡ Μαριὰμ καὶ αὐτῷ μεταδώσοντι τῇ μητρί, ἀφ’ ἧς ἔλαβεν χάριτος προφητικῆς, ταῦτα πάντα γίνεται.

καὶ εὐλογώτατά γε ἐν τῇ ὀρεινῇ αἱ τοιαῦται οἰκονομίαι ἐπιτελοῦνται, οὐδενὸς μεγάλου χωρουμένου ὑπὸ τῶν διὰ τὴν ταπεινότητα κοιλάδων κληθησομένων. καὶ ἐνθάδε ὑπὸ μετὰ τὰς Ἰωάννου μαρτυρίας, πρώτην μὲν τὴν ὑπὸ κεκραγότος λεγομένην καὶ θεολογοῦντος, δευτέραν δὲ πρὸς τοὺς ἱερεῖς καὶ Λευ·ίτας [*](1 Vgl. Gen. 1, 26. — 2 Vgl. Ο. VI, 3ff. — 6 Luk. 1, 41 f. — 10 Job. 1, 29. — 15 Vgl. 0. VI, 18. — 19 Luk. 1, 42. — 23 Luk. 1, 42. — 25 Vgl. Luk. 1, 39 f.) [*](1 δὲ] corr. V | 6 φων γῆς, γῆς, corr. Pr, vgl. Ζ. 4. 20, κραυγῆς 9 ἐνθάδε δὲ ἔνθα δὲ, corr. V | 14 τοῦ 2 Ζ. str.? | Nach γενομένου wohl etw. γενομένης ἐντεύξεως We | 28 μήτρᾳ] μητρὶ, corr. V | 30 ὀρεινῇ] corr. V.)

159
τοὺς ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων ἀπεσταλμένους, καὶ τρίτην τὴν πρὸς τοὺς ἐκ τῶν Φαρισαίων πικρότερον ἐρωτήσαντας, Ἰησοῦς ἤδη βλέπεται ὑπὸ τοῦ μαρτυρήσαντος, ἐρχόμενος πρὸς αὐτὸν ἔτι προκόπτοντα καὶ βελτίονα γινόμενον· ἡς προκοπῆς καὶ βελτιώσεως σύμβολον ἡ ὠνομασμένη αὔριον· οἱονεὶ γὰρ ἐν ἑξῆς φωτισμῷ καὶ δευτέρᾳ ἡμέρᾳ παρὰ τὰ πρότερον ὁ Ἰησοῦς ἔρχεται, οὐ μόνον γινωσκόμενος ὡς μέσος ἑστηκὼς καὶ τῶν οὐκ εἰδότων, ἀλλ' ἤδη καὶ ὁρώμενος ἤκων τῷ ταῦτα πρότερον ἀποφηναμένῳ.

πρώτῃ οὖν ἡμέρᾳ αἱ μαρτυρίαι γίνονται, καὶ δευτέρᾳ Ἰησοῦς πρὸς Ἰωάννην ἔρχεται· τρίτῃ δὲ ἑστὼς ὁ Ἰωάννης μετὰ δύο μαθητῶν, ἐνιδὼν Ἰησοῦ περιπατοῦντι εἰπὼν τὸ »Ἴδε ὁ ἀμνὸς τοῦ προτρέπει προτρέπει τοὺς παρόντας ἀκολουθῆσαι τῷ υἱῷ τοῦ θεοῦ. καὶ τετάρτῃ θελήσας ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν ὁ ἐξελθὼν ζητῆσαι τὸ ἀπολωλὸς »εὑρίσκει Φίλιππον καὶ λέγει »αὐτῷ·

Ἀκολούθει μοι« τρί τῃ δὲ ἀπὸ τῆς τετάρτης, ἥτις ἐστὶν ἕκτη τῶν ἀρχῆθεν ἡμῖν κατειλεγμένων, ὁ γάμος γίνεται ἐν Κανᾷ τῆς Γαλιλαίας, περὶ οὗ εἰσόμεθα γενόμενοι κατὰ τὸν τόπον. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἡ διαφέρουσα Μαρία πρὸς τὴν ὑποδεεστέραν Ἐλισάβετ ἔρχεται καὶ ὁ υἱὸς τοῦ θεοῦ πρὸς τὸν βαπτιστήν , δἰ ὧν εἰς τὸ ἄοκνον πρὸς τὸ ὠφελεῖν τοὺς ἥττονας καὶ μετριότητα ὠφελούμεθα.

Ἐπεὶ δὲ παρὰ τῷ μαθητῇ Ἰωάννῃ πόθεν πρὸς τὸν βαπτιστὴν ὁ σωτὴρ ἔρχεται οὐ λέγεται, τοῦτο μανθάνομεν ἀπὸ τῶν Ματθαίου γράψαντος· »Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλι- »λαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐ- »τοῦ«.