Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

»πέραν δὲ τοῦ Ἰορδάνου«, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα έν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὣν τοῦ ἐληλυθότος καλέσαι οὐ »δικαίους ἀλλὰ ἁμαρτωλούς«, διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἐσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας· καὶ γὰρ »εἰς ἄφεσιν ἁμαρτιῶν« τὸ λουτρὸν δίδοται.

Εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην· »Ἐρὼ βαπτίζω έν ὕδατι, ὁ δὲ ἐρχόμενος »μετ' ἐμὲ ἐσχυρότερός μού έστιν. αὐτὸς ὑμᾶς βαπτίσει έν πνεύματι »ἁτίῳ«.

πρὸς ὃν λεκτέον ὅτι ὥσπερ ποτὸν τυγχάνων ὁ τοῦ θεοῦ λόγος οἷς μέν ἐστιν ὕδωρ, ἑτέροις δὲ οἶνος εὐφραίνων καρδίαν ἀνρθρώ που, ἄλλοις δὲ αἷμα διὰ τὸ »'Εὰν μὴ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε »ζωὴν ἐν ἑαυτοῖς«· ἀλλὰ καὶ τροφὴ λεγόμενος οὐ κατὰ τὸ αὐτὸ νοεῖται ἄρτος ζῶν καὶ σάρξ· οὕτως ὁ αὐτός ἐστιν βάπτισμα ὕδατος καὶ πνεύματος καὶ πυρός, τισὶν δὲ καὶ αἵματος.

περὶ δὲ τοῦ τελευταίου βαπτίσματος, ὥς τινές φασιν, φησὶν έν τῷ »Βάπτισμα »ἔχω βαπτισθήναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ‘; τούτῳ τε συμφώνως ἐν τῇ ἐπιστολῇ ὁ μαθητὴς Ἰωάννης τὸ πνεῦμα καὶ ὕδωρ καὶ τὸ ἀνέγραψεν ἀνέγραψεν τὰ τρία εἰς ἓν γινόμενα. καὶ ὁδὸς δέ που Λαὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ὁδός ἐστιν, ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἔδη θύρα.

πάντες οὖν οἱ στοιχειούμενοι τῇ ἀρχῇ τῶν λογίων τοῦ θεοῦ, τῇ φωνῇ τοῦ ἐν τῇ ἐρήμῳ βοῶντος· »Εὐθύνατε τὴν ὁδὸν κυρίου« προσιόντες, »πέραν τοῦ Ἰορ- »δάνου« τυγχανούσῃ παρὰ τῷ >οἴκῳ τῆς , πρὸς τὸ δυνηθῆναι διὰ τῆς προετοιμασίας χωρῆσαι τὸν πνευματικὸν λόγον ἐγγινόμενον διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος.

ἐχομένως δὴ τοῦ προκειμένου τὰ περὶ τοῦ Ἰορδάνου συνάγοντες ἀκριβέστερον τὸν ποταμὸν νοήσομεν. ὁ θεὸς τοίνυν διὰ Μωσέως διαβιβάζει τὸν [*](3 Joh. 1, 33. — 6 Joh. 1, 28. — 8 Vgl. Matth. 9, 13. — 9 Vgl. Matth. 9, 12. — 10 Vgl. Mark. 1, 4.—13 Matth. 3, 11. — 15 Joh. 4, Iff. — 16 Vgl. Ps. 103, 15. — 17 Joh. 6, 53. — 19 Vgl. Joh. G, 51. 53. — 20 Vgl. Luk. 3, 16. — 21 Luk. 12, 50. — 23 Vgl. I Joh. 5, 8. — 24 Vgl. Joh. 14, 6. — 25 Vgl. Joh. 10, 7. — 27 Vgl. Hebr. 5, 12. — 28 Joh. 1, 23. — Joh. 1, 28.) [*](6 προσερχομένους? We | 7 βηθαραβα | 16 ἀνθρώπου] ου a. Ras. | 18 τὰ a. Ras. | τὸ] τά, corr. V | αὐτονοεῖται | 21 φασιν + Pr | 23 (o) + V | ἤδη] δὴ, corr. Br.)

153
λαὸν τὴν ἐρυθρὰν θάλασσαν , αὐτὸ τὸ ὕδωρ αὐτοῖς ποιήσας τεῖχος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ δὲ τοῦ Ἰησοῦ(??)τὸν Ἰορδάνην.

Ἐντυχὼν δὲ τῇ γραφῇ ὁ Παῦλος, οὐκέτι κατὰ τὴν σάρκα στρατευόμενος αὐτῆς ᾔδει γὰρ ὅτι »ὁ νόμος πνευματικός ἐστιν«) πνευματικῶς διδάσκει ἡμᾶς ἐξειληφέναι τὰ τῆς κατὰ τὴν ἐρυθρὰν θάλασσαν διόδου λέγων ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ· »Οὐ θέλω »γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμὼν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντυες εἰς τὸν Μωυσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον κοὶ πάντες τὸ τι πνευ- »ματικὸν ἔπιον πόμα· επινον τὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέ- »τρας·

ἡ πέτρα δὲ ἦν ὁ χρωτός( οἷς ἀκολούθως καὶ ἡμεῖς αἰτήσωμεν λαβεῖν ἀπὸ τοῦ θεοῦ τὸ νοῆσαι πνευματικῶς τὴν διὰ Ἰησοῦ δίοδον τοῦ Ἰορδάνου, λέγοντες ὅτι εἶπεν ἂν καὶ περὶ ταύτης ὁ Παῦλος· οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες διὰ τοῦ Ἰορδάνου διῆλθον, καὶ πάντες εἰς τὸν Ἰησοῦν ἐβαπτίσαντο ἐν τῷ πνεύματι καὶ τῷ ποταμῷ.

τύπος δὲ ὁ διαδεξάμενος ἠν Μωσῆν Ἰησοῦς τοῦ διαδεξαμένου τὴν διὰ τοῦ νόμου οἰκονομίαν τῷ εὐαγγελικῷ κηρύγματοι Ἰησοῦ τοῦ χριστοῦ· διόπερ εἰ καὶ πάντες ἐκεῖνοι εἰς Μωσῆν βαπτίζονται ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, πικρὸν μέν τι ἔχει καὶ ἁλμυρὸν τὸ ἐκείνων βάπτισμα, ἔτι φοβουμένων τοὺς ἐχθροὺς παρ’] αὐτῶν, καὶ ἀναβοώντων πρὸς τὸν κύριον καὶ τῷ Μωσῇ λεγόντων· Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήγαγες ημᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ· τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ »Αἰγύπτου«;

τὸ τὸ δὲ Ἰησοῦν Ἰησοῦν βάπτισμα έν τῷ ἀληθῶς γλυκεῖ καὶ ποτίμῳ ποταμῷ πολλὰ ἔχει παρ’ ἐκεῖνο ἐξαίρετα, ἤδη τρανουμένης καὶ πρέπουσαν τάξιν λαμβανούσης τῆς θεοσεβείας· κιβωτὸς γὰρ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ ἱερεῖς καὶ Λευῖται προπορεύονται, τοῦ λαοῦ ἑπομένου τοῖς θεραπευταῖς τοῦ θεοῦ, κἀκείνου δὲ τοῖς χωροῦσιν τὴν περὶ ἁγνείας ἐντολήν. Ἰησοῦς δὲ λέγει τῷ λαῷ· »Ἁγ- »νίσασθε εἰς τὴν αὔριον, ποιήσει ἐν ἡμῖν κύριος θαυμάσια«.

καὶ τοῖς ἱερεῦσι μετὰ τῆς κιβωτοῦ τῆς διαθήκης κελεύει προπορεύεσθαι ἔμπροσθεν τοῦ λαοῦ, ὅτε καὶ τὸ μυστήριον τῆς τοῦ πατρὸς πατρὸς τὸν [*](1 Vgl. Exod. 14, 22. — 2 Vgl. Jos. 3. — 3 Vgl. II Kor. 10, 3.–4 Vgl. Rom. 14. — 6 I Kor. 10, 1–4. — 23 Exod. 14, 11. — 27 Vgl. Jos. 3, 1 ff - 30 Jos. 3) [*](10 nach τὸ 2 ist wohl mit V αὐτὸ einzuschieben; vgl. C. Geis. IV, 49 [I, 233 26 K.] in Mt. XVI, 4 [IV, 12, 16 L.] | 22 παρ’] str. We | 26 ἔχειν, ν viell. von I Hd. gestr. | 29 τοῖς 2] τῷ, corr. V, in dem κἀκείνου zum Vorhergehenden gezogen wird und mit τοῖς δὲ χωροπῦσι . . . Ἰησοῦς λέγειν τῷ λαῷ ein neuer Satz beginnt | κἀκείνου] καὶ Ἰησοῦ? We.)

154
υἱὸν οἰκονομίας ἐμφαίνεται, ὑπερυψούμενον ὑπ' αὐτοῦ διδόντος χάρισμα »Ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ »ἐπιγείων καὶ καταχθονίων , καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὄτι »κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός«.

διὰ γὰρ τούτων δηλοῦται ἐν τῷ Ἰησοῦ ἀναγεγραμμένων ταῦτα· Καὶ εἶπεν κύριος »πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρξομαι ὑψῶσαί σε κατενώπιον »τῶν υἱῶν Ἰσραήλ«. καὶ ἀκουστέον τοῦ κυρίου ἡμῶν Ἰησοῦ λέγοντος τοῖς υἱοῖς ἰσραήλ· »Προσαγάγετε ὡδε καὶ ἀκούσετε τὸ ῥῆμα κυρίου »τοῦ θεοῦ ἡμῶν· ἐν τούτῳ γνώσεσθε, ὅτι θεὸς ζῶν ἐν ὑμῖν ἐστιν‘· έν γὰρ τῷ βαπτίσασθαι εἰς Ἰησοῦν γνωσόμεθα ὅτι θεὸς ζῶν ἐν ἡμῖν ἐστιν.

Κἀκεῖ μὲν τὸ πάσχα ποιήσαντες έν Αἰγύπτῳ ἀρχὴν τῆς ἐξόδου ποιοῦνται παρὰ δὲ τῷ Ἰησοῦ μετὰ τὴν δίοδον τοῦ Ἰορδάνου, τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς κατεστρατοπέδευσαν ἐν Γαλγάλοις, ὄτε πρῶτον ἔδει λαβόντα τὸ πρόβατον ἐπονομάσαι τοὺς εὐωχηθησομένους μετὰ τὸ Ἰησοῦ βάπτισμα. καὶ τῇ ἀκροτόμῳ πέτρᾳ ὑπὸ Ἰησοῦ οἱ υἱοὶ Ἰσραήλ, ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, περιτέμνονται· τὸν τὸν ὀνειδισμὸν τῆς Αἰγύπτου ἀφελεῖν κύριος τῇ ἡμέρᾳ τοῦ εἰς Ἰησοῦν βαπτίσματος, ὅτε Ἰησοῦς περιεκάθαιρεν τοὺς υἱοὺς Ἰσραήλ.

γέγραπται γάρ· »Καὶ εἶπεν κύριος τῷ Ἰησοῦ υἱῷ »Ναυῆ· Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ »ὑμῶν«. τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ έν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα.

οὐ γὰρ ὅτε τὴν κατ’ ἐπαγγελίαν γῆν ἀπειλήφασιν τοῖς ἐλάττοσιν αὐτοὺς ἑστιᾷ θεός, οὐδὲ διὰ τοῦ τηλικούτου Ἰησοῦ ὑποδεεστέρου ἄρτου τυγχάνουσιν. τοῦτ’ τοῦτ' σαφὲς τῷ τὴν ἀληθῆ ἁγίαν νοήσαντι γῆν καὶ τὴν ἄνω Ἰερουσαλήμ. διὰ τοῦτο καὶ έν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται· »Οἱ πατέρες ἐν τῇ

ἐρήμῳ ἔφαγον τὸ μάννα καὶ »ἀπέθανον· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα«. τὸ μὲν γὰρ μάννα, εἰ καὶ ἀπὸ τοῦ θεοῦ διδόμενος, ἄρτος ἠν προκοπῆς, ἄρτος τοῖς ἔτι παιδαγωγουμένοις χορηγούμενος, ἄρτος τοῖς ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἁργονιώτατος. ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν [*](2 Phil. 2, 10 f. — 5 Jos. 3, 7. — 8 Jos, 3, 9 f. — 12 Vgl. Exod. 12, 3 ff. — 14 Vgl. Jos. 4, 19 f. — 16 Vgl. Jos. 5, 2ff. — 20 Jos. 5, 9. — 22 Vgl. Jos. 5, 10. — 29 Joh. 6, 49. 51. — 32 Vgl. Gal. 4, 2.) [*](1 υἱὸν] Ἰησοῦν (ιݲνݲ, ) corr. V | 3 ἐξομολογήσεται, corr. Hu | 6 Ἰησοῦ (ιݲνݲ), V | 15 τὸ πρόβατον] wohl τὸν ἀκρόβυστον. vgl. Jos. 5, 2 ff. | 17 ὁποιποτε, corr. V αἰγυπ Μ, corr. V | 24 τροφὴν] τροφῆ, corr. V | 27 τουτ'] τὸ τ’, corr. Br.)

155
κεκοπιακότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα δεῖ] ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος.

διόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ † τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ’ ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου.

Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλῶν ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος· ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δἰ ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρεθέμεθα, ὠνόμασεν ὁ Παῦλος.

διὰ τὸν αὐτὸν δὴ τοῦτον Ἰορδάνην χωρεῖ ὃ βεβούληται χάρισμα διὰ Ἠλίου ὁ Ἐλισαῖος λαβεῖν, εἰπών· »Γενηθήτω Γενηθήτω δὴ διπλᾶ έν πνεύματί σου ἐπ' ἔμέ«. καὶ τάχα διὰ τοῦτο διπλοῦν ἔλαβεν τὸ χάρισμα ἐν πνεύματι Ἠλίου ἐφ’ ἑαυτόν, ἐπεὶ δὶς διῆλθεν τὸν Ἰορδάνην, ἅπαξ μὲν μετὰ τοῦ Ἠλίου, δεύτερον δὲ ὅτε λαβὼν τὴν μηλωτὴν τοῦ Ἠλίου ἐπάταξεν τὸ ὕδωρ, καὶ εἶπεν »Ποῦ ὁ Θεὸς Ἠλίου ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διεῖλεν ἔνθα καὶ ἔνθα«.

ἐὰν δέ τις προσκόπτῃ τῷ »Ἐπάταξεν τὸ ὕδωρ‘ διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὄτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἴνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς »πενυματικῆς ἀκολουθούσης πέτρας«.