Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, [*](1 Vgl. Mark. 4, 9. — 6 Vgl. Joh. 1, 14. — 7 Joh. 5, 17. — 9 Matth. 22, ff.; Mark. 12, 26 ff.; Luk. 20, 37f. — 12 Vgl. Hebr. 11, 16. — 13 Vgl. Röm. 4, 11. — 14"Vgl. Gal. 3, 8. — 15 Vgl. Gen. 17, 5. — 17 Vgl. Ps. 109, 3. — 19 Joh. 11, 25. — 21 Vgl. Kol. 1, 15. — Joh. 14, 9. — 29 Vgl. Matth. 11, 15. — Joh. 8, 39. — 30 Prov. IG, 23.) [*](1 παρεσκευασμένου] παρασκευασαμένου, corr. Hu | 9 ff. d. eigentüml. Form, die d. Citat hier hat, findet sich sonst nicht, sie ist aus den drei Parallelstellen zusammengeflossen; in Matth. XVII, 36 (IV, 169, 1 ff. L.) steht die gewöhnliche Form 17 γεγεννημένῳ V | 26 πνευματικῶν aus ῶς oder umgekehrt Μ | 29 ἦτε (= ϛC(X)Δ 1. 33. 69 u. a.); wohl ἐστέ z. 1. denn t. XX steht überall ἐστὲ (= BℵDTL Vulg. ff.) Letztere Form ist auch exhort. 38 (I, 36, 1 vgl. 3!) herzusteilen.)

111
»ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην«, ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι »τὰ ἀπὸ τοῦ ἰδίου στόματος‘, ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἠσαν οἱ προφῆται σοφοί, ὁμολογεῖν νενοηκέναι αὐτοὺς τοὺς τὰ ἀπὸ ἰδίου στόματος« καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμόσύνην.

καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοὶ· τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ’ αὐτῷ ἱστοριῶν· Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι᾿ αὐτοῦ ἐπιτελούμενα.

δῆλον δ᾿ ὅτι καὶ Ἡσαΐας τὸ μυστήριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο Σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦ τε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν Σεραφίμ· Ἰεζεκιὴλ δὲ τὰ Χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ᾿ αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον;

Καὶ ἵνα μὴ καθ’ ἓν λέγων ἐπὶ πολὺ μηκύνω τὸν λόγον βουλόμενος κατασκευάζειν οὐκ ἔλαττον τῶν τοῖς ἀποστόλοις ὑπὸ Χριστοῦ ἀποκαλυφθέντων ἐγνωκέναι τοὺς τετελειωμένους έν ταῖς προτέραις γενεαῖς, ἀποκαλύπτοντος αὐτοῖς τοῦ καὶ τοὺς ἀποστόλους διδάξαντος τὰ ἀπόρρητα τῆς θεοσεβείας μυστήρια, ἔτι ἀλίγα προσθεὶς κρίνειν τοῖς ἐντυγχάνουσι καταλείψω καὶ ὃ βούλονται περὶ τούτων σκοπεῖν.

φησὶ γὰρ ἐν τῇ πρὸς τοὺς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος· »Τῷ δὲ »δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου κατὰ ἀποκάλυψιν »μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά »τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ »Χριστοῦ«. εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν »τὰ ἀπὸ ἰδίου στόματος«, ἅτε ὄντες »σοφοί«, τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν.

Ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ [*](3 Pro ν. 16, 23. — 5 Prov. 16, 23. — 8 Vgl. Jos. 12, ff. — 11 Vgl. Jes. G, 1ff. — 14 Vgl. Ezech. 1, 4ff. — 24 Röm. 16, 25f.; II Tim. 1, 10. — 30 Vgl. Prov. 16, 23.) [*](5 τὰ + Lommatzsch, vgl. S. 110 Z. 30 u. diese S. Ζ. 3 | 6 τῷ νοὶ a. Ras. 8 γενομένην] γινομένην, corr. Hu | 13 αὐτῶν] αὐτοῦ, corr. Pr, vgl. Ezech. 6, 2 | 16 ὧν a. Ras. | 22 ἔτι] ὅτι, corr. V (ἐ a. Ras.) | 25 εὐαγγέλιόν] ον a. Ras. | 27 καὶ τῆς bis 28 Χριστοῦ hier, Xlll, 17. 46 u. C. Geis. III, 61 (I, 255, 19) aus II Tim. 1, 10 zugerfügt. Die Form stammt wohl aus einer kirchl. Spruchsammlung | καὶ τῆς bis 28 προφητικῶν am Rande mit ABBREV nachgetragen.)

112
Παῦλος· »Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν »ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα«.

ὅρα δέ (εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ »ἀποκαλυπτόμενον«) μήποτε διχῶς ἔστιν ἰδεῖν »ἀποκαλυπτόμενον«, καθ᾿ ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ᾿ ἕτερον δὲ ἐὰν † ᾐ τοῦτο προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό· τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον.

τὸ τοίνυν »τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα« εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι «τὰ ἔθνη συλκληρονόμα »καὶ σύσσωμα κοὶ συμμέτοχα«, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας »σύσσωμα καὶ συμμέτοχα« ὕστερον ἐσόμενα ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου.

ἀλλ᾿ οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ’ ὄψιν θεωροῦσι τὴν ἔχβασιν αὐτῶν· ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ »Ὅ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστό- »λοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ« τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνάργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν.

Δύναται δὲ καὶ τὸ »Ηολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν »ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ † εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ »οὐκ ἤκουσαν« τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν· ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα τὰ [*](1 Ephes. 3, 5f. — 9. 11. 14 Vgl. Eplies. 3, 6. — 13 Vgl. Ephes. 2, 12. — 20 Ephes. 3, 5 f. — 25 Matth. 13, 17. — 31 Vgl. II Kor. 12, 4.) [*](1 nach Παῦλος ist viell. ὃ einzuschieben; vgl. Ζ. 20 | 3 synklhron;oma 3 Ζ. 3 — 6 ist unverständlich; nach .5 λόγον + λῦσαι τῷ Br, 〈λύοντας〉 We | 7 ἧ τοῦτο verderbt; τελῆται τὸ Br; viell. ἥκῃ τὸ oder 〈τελειωθ〉ῇ τὸ; ἐκβῇ oder παρῇ We | 11 συνκληρονόμη Μ, corr. V | 14 ἐπαγγελίας] λίας a. Ras. Μ | 16 nach νοοῦσιν viell. z. erg. μέν | 22 πρὸς τὸ V, viell. mit Recht | 23 ἐνάργειαν] ἐνέργειαν, corr. Pr | 26 βλέπετε] πε a. Ras. | εἶδον] ον a. Ras., ο scheint aus α hergestellt zu sein; ν ist unförml. gross; zu lesen ist vrohl mit Bℵ 33 εἶδαν | 31 ἔστω] ἐστ a. Ras.)

113
»ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν· ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος καταλαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ.

οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι † οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, Τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐ- τοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων· οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι᾿ ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστηρίων μεγάλων.

Ἐπιπλέον δὲ διετρίψαμεν ἐξετάζοντες περὶ τούτων, ἐπεὶ τῇ φαντασίᾳ τοῦ δοξάζειν τὴν Χριστοῦ ἐπιδημίαν πολλῷ σοφωτέρους τοὺς ἀποστόλους τῶν πατέρων καὶ τῶν προφητῶν λέγοντες οἱ μὲν καὶ ἕτερον ἀναπεπλάκασιν θεὸν μείζονα, οἱ δὲ μὴ τοῦτο τολμήσαντες ὅσον ἐπὶ τῷ αὐτῶν λόγῳ διὰ τὸ ἀβασάνιστον τῶν δογμάτων χρεωκοποῦσι τὴν δεδομένην τοῖς πατράσι καὶ τοῖς προφήταις ἀπὸ θεοῦ διὰ Χριστοῦ δωρεάν, δι᾿ οὗ »τὰ πάντα ἐγένετο«· εἰ δὲ τὰ πάντα, δῆλον ὅτι καὶ τὰ ἐκείνοις ἀποκαλυφθέντα καλὰ καὶ πεπραγμένα σύμβολα μυστηρίων θεοσεβείας ἁγίων.

ἐπεὶ δὲ πάντη φράσσεσθαι δεὶ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανότητι, φέρε καὶ ταῦτα σκοπήσωμεν.

τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννουπερὶ περὶ Χριστοῦ μαρτυρίαν εἶναι· »Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«. τὸ δὲ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο- »μεν καὶ χάριν ἀντὶ χάριτος« καὶ τὰ ἑξξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ.

ἀναγκαῖον δὲ καὶ οὕτως διελέγξαι ὡς βεβιασμένην καὶ ἀνακόλουθον τὴν ἐκδοχήν· πάνυ γὰρ βίαιον τὸ οἴεσθαι αἰφνίδιον οἱονεὶ ἀκαίρως διακόπτεσθαι τὸν τοῦ βαπτιστοῦ λόγον ὑπὸ τοῦ λόγου τοῦ μαθητοῦ, καὶ παντὶ τῷ καὶ ἐπὶ ποσὸν ἀκούειν συμφράσεως λεγομένων ἐπισταμένῳ σαφὲς τὸ τοῦ εἱρμοῦ τῆς λέξεως· »Oÿtow ἡν ὁ εἰπών· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, [*](1 Vgl. II Kor. 32, 4. — 11 Vgl. Luk. 16, 29. — 20 Vgl Joh. 1, 3. — 23 Vgl. II Tim. 2, 3. — 25 Vgl. S. 109, 1ff. — 26 Joh. 1, 15. — 28 Joh. 1, 16. — 35 Joh. 1, 15.) [*](4 οὐκ + Hu | 8 οἵδε <oï> d;yo V, οἱ τοιοίδε We, οἵδε δὴ Pr | 12 ἀξιωθέντων] θέντων a. Ras. | 14 ἐπὶ, corr. Del | 15 πολλῷ] πολλοὶ, corr. V | 22 ἐπεὶ δὲ] ἐπειδὴ, corr. Del | 30 δὲ] δὴ, corr. Hu.)

114
»ὅτι πρῶτός μου ἦν«.

διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῶ πρῶτος αὐτοῦ (ἐπεὶ πρωτότοκος πάσης κτίσεως) εἶναι διὰ τοῦ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν«. διὰ τοῦτο γὰρ, φησίν, »ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶ- »τός μου ἦν«. διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ’ αὐτοῦ.

διὰ τοῦτο δὲ καὶ »ἔμπροσθεν γέγονεν ὅτι πρῶτός μου »ἦν«, ἐπεὶ καὶ νενοήκαμεν ἐκ τοῦ πληρώματος αὐτοῦ εἰληφότες, τὸν μὲν νόμον »διὰ Μωσέως« δεδόσθαι, οὐχ >ὑπὸ Μωσέως καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ οὐ δεδόσθαι μόνον ἀλλὰ καὶ γεγονέναι, τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ τόν τε νόμον διὰ Μωσέως δεδωκότος, [τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ πεποιηκότος] χάριν δὲ καὶ ἀλήθειαν πεποιηκότος διὰ Ἰησοῦ Χριστοῦ τὴν ἐπ’ ἀνθρώπους φθάσασαν.

εὐγνωμονέστερον γὰρ ἀκούσαντες τῆς λέξεως τῆς φασκούσης· »Ἡ χάρις κοὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο« οὐ ταραχθησόμεθα ὡς ὑπὸ ἐναντιώματος ταύτῃ τῇ φωνῇ ὄντος τοῦ »Ἐγὼ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«. εἰ γὰρ Ἰησοῦς έστιν ὁ φάσκων· »Ἐγώ εἰμι ἡ ἀλήθεια«, πῶς ἡ 'αλήθεια διὰ Ἰησοῦ Χριστοῦ γίνεται; αὐτὸς γάρ τις δι᾿ ἑαυτοῦ οὐ γίνεται.

ἀλλὰ νοητέον ὅτι ἡ αὐτοαλήθεια ἡ οὐσιώδης καί, ἕν οὕτως εἴπω, πρωτότυπος τῆς ἐν ταῖς λογικαῖς ψυχαῖς ἀληθείας, ἀφ’ ἧς ἀληθείας οἱονεὶ εἰκόνες ἐκείνης ἐντετύπωνται τοῖς φρονοῦσι τὴν ἀλήθειαν, οὐχὶ οὐχὶ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐδ᾿ ὅλως διά τινος, ἀλλ’ ὑπὸ θεοῦ ἐγέννετο· ὡς καὶ ὁ λόγος οὐ διά τινος ὁ έν ἀρχῇ πρὸς τὸν θεὸν καὶ ἡ σοφία, ἣν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ θεός«, οὐ διά τινος, οὕτως οὐδὲ ἡ ἀλή- θεια διά τινος.

ἡ δὲ παρ’ ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ’ ἐκείνης λέγειν ἐρρυηκέναι. οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων· »Ἀληθείας ἐκζητεῖ κύριος«· οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι᾿ ἃς σώζονται οἱ ἔχοντες αὐτάς.

τὸ δ’ ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ [*](2 Vgl. Κοί. 1, 15. — 3 Joh. 1, 16. — 4 Joh. 1, 15. — 6 Vgl. Joh. 1, 16. — 9 Joh. 1, 15. — 17 Joh. 1, 17. - 19 Joh. 14, 6. — 26 Vgl. Joh. 1, 2. — 27 Prov. 8, 22. — 32 Ps. 30, 24.) [*](3 διὰ τοῦ] δι᾿ αὐτοῦ, corr. Hu | 8 ἀποδεχθείσης] ἀποδεχθεῖσαν, corr. Br | 9 αὐτοῦ] αὐτῷ, corr. Br | nacb ἔμπροσθεν + μου V | γέγονεν] γε a. Ras. | 12 τὴν ἀλήθειαν bis οὐ von II. Η. a. Rande | 14 τὴν χάριν bis πεποιηκότος als Dublette zum Folgenden zu str. | 21 γίνεται] γι a. Ras. | 30 καὶ a. Ras.)

115
εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις«. ἀπ᾿ ἐκεί- νης δὲ τῆς δικαιοσύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σωζομένοις πολλὰς δικαιοσύνας· διὸ καὶ γέγραπται »Ὅτι δί- »καιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν«· οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῶ Ἑβραϊκῷ.