Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαυ πῆξιν ἀναλαβεῖν , ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληθότα τῶν κατασκευασμάτων.

ἐξαιρέτως δὲ ἡ τῶν τῆς ἠληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή , πάσης ταραχῆς ἀλλοτριουμένη μένη καὶ οὐδαμῶς κυμα- τουμένη.

Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφη- τικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγματος διάκονοι ἀξίους εαυτοὺς παρειληθέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰδὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος· Εἰρήνην »ἀφίημι ὑμῖν , εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος »δίδωσιν εἰρήνην κἀγὼ δίδωμι εἰρήνην«.

ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος [*](4 Vgl. Luk. 6, 48. — 10 Vgl. Phil. 4, 7. — 16 Job. 14, 27.) [*](In der Überschrift εἰς τὸν Μ | 8 ἀπαγγελίᾳ] ἐπαγγελία, corr. Pr | καὶ] ἢ corr. V | 18 Zu dem Scbluss des Citates Job. 14, 27 ’vgl. C. Cels. VIII, 14 (II, 231, 28), wo das ὑμῖν aus dem gewöhnl. Texte eingedrungen und daher z. str. ist | δὲ] δὴ, corr. Br.)

107
πρὸς αὐτόν· »Οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ«.

Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι »Ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«) ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἑκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ. καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ ép;vnymow ἐπώνυμος τυγχάνων Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικός.) διὰ τὴν εἰρήνην σχοάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ.

Ταῦτα δ’ ἡμῖν ἀπολογουμένοις πρὸς σέ, ἱερὲ Ἀμβρόσιε, εἴρηται, ἐπεὶ τὸν εὐαγγελικὸν πύργον κατὰ τὴν ἁγίαν σου προτροπὴν ἐν γράμμασιν οἰκοδομῆσαι θελήσαντες ἐψηφίσαμεν μὲν καθεσθέντες τὴν δαπάνην, εἰ ἔχομεν τὰ εἰς ἀπαρτισμόν, ἵνα μὴ ἐμπαιζώμεθα ὑπὸ τῶν θεωρούντων καταγινωσκόμενοι ὡς θεμέλιον μὲν καταβαλλόμενοι, ἐκτελέσαι δὲ τὸ ἔργον μὴ δεδυνημένοι,

ψηφίσαντες δὲ ἕτοιμα μὲν τὰ εἰς ἀπαρτισμὸν τῆς οἰκοδομῆς ἡμῖν παρόντα οὐ κατειλήφαμεν, τῷ θεῷ δὲ πεπιστεύκαμεν τῷ πλουτίζοντι έν παντὶ λόγω καὶ πάσῃ γνώσει, ὅτι ἀγωνιζομένουσ ἡμᾶς αὐτοὺς τηρεῖν τοὺς πνευματικοὺς νόμους πλουτίσει, καὶ ἐκ τῶν ἐπιχορηγουμένων ὑπ᾿ αὐτοῦ προκόπτοντες έν τῷ οἰκοδομεῖν φθάσομεν καὶ ἐπὶ τὴν στεφάνην τοῦ οἰκοδομήματος, κωλύουσαν πίπτειν τὸν ἀνεληλυθότα ἐπὶ τὸ δῶμα τοῦ λόγου, ἀπὸ μόνων τῶν ἐστερημένων τῆς στεφάνης πιπτόντων τῶν πιπτόντων διὰ τὸ ἀτελὲς τῶν οἰκοδομημάτων, φόνων αἰτίων τοῖς ἐν αὐτῷ τυγχάνουσι καὶ πτωμάτων γινομένων.

καὶ μέχρι γε τοῦ πέμπτου τόμου, εἰ καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν χειμὼν ἀντιπράττειν ἐκόκει, τὰ διδόμενα ὑπηγορεύσαμεν, ἐπιτιμῶντος τοῖς ἀνέμοις καὶ τοῖς κύμασι τῆς θαλάσσης τοῦ Ἰησοῦ· καὶ ἕκτου δὲ ἐπὶ ποσὸν προεληλυθότες ἐξειλκύσθημεν ἀπὸ γῆς Αἰγύπτου, ῥυσαμένου ἠμᾶς τοῦ θεοῦ τοῦ ἐξαγαγόντος τὸν λαὸν αὐτοῦ ἀπ᾿ αὐτῆς.

ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ [*](1 I Chron. 28, 3; II Sam. 16, —2 Vgl. II Chron. 1, 7 ff. — 3 Matth. 12, 42. — 4 Vgl. Mich. 4, 4. — 6 Vgl. I Chron. 22, 9. — Vgl. Lagarde, Onomastica sacra2 p. 208, 40: Σολμων εἰρηνικός. Vgl. p. 96, 5. 104, 5. 204, 94. Vgl. arm. Onom. „Solomôn: der den Frieden bewahrt." — 8 Vgl. I Esr. 4, 37 ff. — 11 Vgl. Luk. 14, 28 ff. — 17 Vgl. I Kor. 1, 5. — 20 Vgl. Comm. in Matth. XVII, 7 (IV, 103, 10 ff. Lomm.). — 26 Vgl. Matth. 8, 26; Luk. 8, 24.) [*](4 ἀναπαύεσθαι] να a. Ras. | Ἔσδρα V, Μ* verschmiert; noch (??)ρα zu lesen; wohl ἔσρα | 12 θελήσαντες] θελήσαντος Μ*, corr. M2 | 13 εἰς] πρὸς, corr. Pr nach Z. 16; πρὸς ist LA des textus receptus und Χ 1 | ἐμπαιζώμεθα] ἐμποδιζώμεθα, corr. Hu, vgl. Luk. 14, 29 | 27 δὲ δὲ ἐπὶ ποσὸν] ἐκ τοῦ δε ἔπι πεσὸν, corr. Br, vgl. S. 113, 33 | προεληλυθότος? AVe | 28 γῆς Μ, τῆς V Edd.)

108
ἀνέμους τῆς πονηρίας καθ’ ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς· καὶ οἱ συνήθεις δὲ ταχυγράφοι μὴ παρόντες τοῦ 1 ἔχεσθαι τῶν ὑπαγορεύσεων ἐκώλυον.

νῦν δ’ ὅτε τὰ καθ’ ἡμῶν πεπυρωμένα πολλὰ σβεννύντος θεοῦ βέλη ἤμβλυνται καὶ ἐνεθισθεῖσα ἡμῶν ἡ ψυχὴ τοῖς συμβεβηκόσι διὰ τὸν οὐράνιον λόγον φέρειν ῥᾷον βιάζεται τὰς γεγενημένας ἐπιβουλάς, ὡσπερεὶ ποσῆς εὐδίας λαβόμενοι οὐκέτι ὑπερτιθέμενοι ὑπαγορεύειν τὰ ἀκόλουθα βουλόμεθα, θεὸν διδάσκαλον ὑπηχοῦντα ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς ἡμῶν παρεῖναι εὐχό- μενοι, ἵνα τέλος λάβῃ ἡ τῆς διηγήσεως τοῦ κατὰ Ἰωάννην εὐαγγελίου οικοδομή.

γένοιτο δ’ ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάφαι δυνηθῆανι τὸ σῶμα τοῦ λόγου, λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ τῆς τῆς γραφῆς ὁπόίαν δήποτε ἐνεργάσασθαι δυναμένης. ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ' ὅπως μὴ κεκομίσθαι·

βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ μετ’ ἀδήλου τοῦ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, ἀναμένων, οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ὑμερῶν. καὶ ταῦτα μὲν αὐτάρκως πεπροοι- μιάσθω· ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα.

Ι, 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου.

Δευτέρα αὕτη ἡ ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ὁρξαμένης ἀπὸ τοῦ »Οὑτος »ἠν ὁ εἰπὼν Ὁ ὀπίσω μου ἐρχόμενος« καὶ ληγούσης εἰς τὸ »Μονο»γενὴς θεὸς ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἔξηγήσατο«.

[*](7 Vgl. Ephes. 6, 16. — 26 Job. 1, 15. — 27 Job. 1, 18.)[*](15 ἐνεργάσασθαι] ἐνεργήσασθαι Edd., urspr. w. e. seh. auch V Ι 17 προυπαγορευθέντα] προ a. Ras. | 20 μετ'] ἐπ' V | ἀδήλῳ τῷ] corr. We Ι 22 αὔταρκες Μ, corr. αὐτάρκως V Ι πεπροοιμιάσθω] πε Μ2 Ι 25 δευτέρα] α a. Ras. Μ2 Ι ἡ add. We 27 ὁ εἰπὼν] ὅν εἶπον IL Η. über d. Linie ; ὁ εἰπὼν lesen ℵ* Β1 C* Ι μονογενὴς θςݲ Ι. Η., die IL schriek über d. Linie ὁ und υἱὸς Μ; (ὁ μονογενὴς υἱὸς θεὸς liest auch Clemens ΑΙ., Quis div. 37); ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ V (= Irenaeus, ΙΙΙ, 11, 6; aber Iren, liest IV, 20, 6 unigenitus iilius u. § 11 unigenitus deus, sodass auch seine Lesart jedenfalls nicht aus beiden contaminiert war, wie sie der Text jetzt an der ersten Stelle zeigt) ; Origenes liest C. Geis. II, 71 (1, 193, 15 K.) μονογενὴς θεός. Vgl. die Anmerkung bei Tregelles, der die Überlieferung sehr sorgfältig registriert hat; zu Clemens u. Or. vgl. Griesbach, symbolae criticae II, p. 401 sq.)
109

Οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει »Οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε« καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ οὐκ ἀπὸ τοῦ βαπτιστοῦ αλλ' ἀπὸ τοῦ μαθητοῦ.

εἰ γὰρ καὶ κατ' αὐτὸν τὸ »Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο« ὑπὸ τοῦ βαπ- τιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουονν τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ χριστοῦ εἰληφότα καὶ χὰριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντά τε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς »θεὸν οὐδεὶς ἑώρακεν πώποτε« , καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι; παραδεδωκέναι;

Οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο »ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς‘ ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενμένου λαβεῖν, ἅ τοῖς ἀποστόλοις διηγήσατο· εἴγε πρὶν Ἀβραὰμ γενέσθαι ὥν διδάσκει ἡμᾶς τὸν Ι Ἀβραὰμ ἠγαλλιᾶσθαι, ἴνα ἴδῃ τὴν ἡμέραν αὐτοῦ καὶ ἐν χαρᾷ γεγονέναι. καὶ τὸ »Ἐκ τοῦ πληρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλά- »βομεν« καὶ τὸ »Χάριν ἀντὶ χάριτος‘, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, δηλοῖ καὶ τοὺς προφήτας ἀπὸ τοῦ πληρώματος Χριστοῦ τὴν δωρεὰν κεχωρηκέναι, καὶ τὴν δευτέραν χάριν ἀντὶ τῆς προτέρας αὐ- τοὺς εἰληφέναι· ἐφθάκεισαν γὰρ κἀκεῖνοι ὑπὸ τοῦ πνεύματος χειραγωγούμενοι μετὰ τὴν ἐν τοῖς τύποις τύποις ἐπὶ τὴν τῆς ἀληθείας θέαν.

διόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ »πολλοὶ« ἐπεθύμησαν ἰδεῖν, ἅ οἱ ἀπόστολοι ἔβλεπον. εἰ γὰρ ἦν προφητῶν διαφορά, οἱ τετελειω- μένοι καὶ διαφέροντες οὐκ ἐπεθύμησαν ἰδεῖν, ἅ εἶδον οἱ ἀπόστολοι· τεθεωρήκασι γὰρ αὐτά· οἱ δὲ μὴ φθάσαντες ὁμοίως τούτοις εἰς τὸ ὕψος ἀναβῆναι τοῦ λόγου ἐν ὀρέξει γεγόνασι τῶν τοῖς ἀποστόλοις διὰ Χριστοῦ ἐγνωσμένων. τὸ γὰρ »ἰδεῖν« ἡμεῖς οὐ σωματικῶς εἰρῆσθαι ἐξειλήφαμεν, καὶ τὸ »ἀκοῦσαι« πευεματικῶς ἀππαγελλόμενον [*](4 Job. 1, 16f. — 12 Job. 1, 18. — 15 Job. 1, 18. — 17 Vgl. Job. 8. 58. — 18 Vgl. Job. 8, 56. — 19 Job. 1, 16. — 20 Die angezogene Ausführung ist jetzt verloren. — 25 Vgl. Mattb. 13, 17. — 30 8. zu Ζ. 20.) [*](2 ἀπὸ wäre nacb Ζ. 6 in ὑπὸ z ändern, wenn es sieb bier nicbt um Worte Herakleons bandelte. Ι Eine jüngere Η , viell. der Scbreiber von V selbst, bat in Μ über τοῦ ein α, über βαπτιστοῦ ein δ, über ἀλλ’ ein γ und über μαθητοῦ ein β ge- setzt; dieselbe Ordnung befolgt V, in dem μαθητοῦ a. Ras. stebt Ι 3 κατὰ ταυτὸν MS corr. M2 Ι 5 μωυσέως] υ auf breiter Ras. Ι 7 τὸ add. We, cf. Ζ. 12 | 15 (6 <ὁ ὤν> + V Ι 17 ὁ ὥν?.)

110
νενοήκαμεν, μόνου τοῦ ὦτα κτησαμένου ἀκούειν παρεσκευασμένου τῶν λόγων τοῦ Ἰησοῦ· ὅπερ οὐ πάνυ ἀθρόως γίνεται.

Ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ, (ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὑ λέγει· »Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται«) ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων·

φησί που πρὸς τοὺς Σαδδουκαίιους ἀπιστοῦντας τῷ περὶ ἀναστάσεως λόγῳ· »Οὑκ »καὶ τὸ ῥηθὲν ἐπὶ τῆς βάτου ὑπὸ τοῦ θεοῦ· Ἐγὼ θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων«. εἰ τοίνυν ὁ θεὸς »οὐκ ἐπαισχύνεται θεὸς« τῶν ἀνδρῶν τούτων »καλεῖσθαι«, καὶ ἐν ζῶσιν ὑπὸ Χριστοῦ καταριθμοῦνται, υἱοί τε τοῦ Ἀβραὰμ πάντες εἰσὶν οἱ πιστεύοντες, ἐπεὶ ἐνευλογοῦνται τῷ πιστῷ Ἀβραὰμ πάντα τὰ ἔθνημ, πατρὶ τῶν Μνῶν ὑπὸ θεοῦ τεθειμένῳ, διστάζομεν παραδέξασθαι ἐγνωκέναι τοὺς ζῶντας τὰ τῶν ζώντων μαθήματα, μαθητευθέντας Χριστῷ τῷ πρὸ Ἑωσφόρου γεγενημένῳ πρὶν γένηται σάρξ;

διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ζωή«· καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεοπρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αυτου.

Ἐγὼ δ’ οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῶ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ᾿ ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ † ἦτε, τὰ ἔργ·α τοῦ »Ἀβραὰμ ἐποιεῖτε«.