Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπίστησον δὲ εἰ δύναται ὁμοίως καὶ τὰ ἄλλα, ὅσα Χριστὸς εἶναι λέγεται ἑνικῶς, πληθυόμενα ἀνάλογον ὀνομάζεσθαι πληθυντικῶς, οἷον »Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν‘, ὡς αὐτὸς ὁ σωτήρ φησιν· »Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθειακαίἡζωή«· καὶ ὁ ἀπόστολος· »Ὅταν »ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερω- »θήσεσθε ἐν ψαλμοῖς ἐν ψαλμοῖς δὲ πάλιν ἀναγέγραπται· »Κρεῖττον τὸ ἔλεός σου ὑπὲρ«· διὰ γὰρ τὸν ἐν ἑκάστῳ χριστὸν ὄντα ζωὴν πληθύονται αἱ ζωαί.

τάχα δὲ οὕτω ζητητέον καὶ τὸ »Εἰ δο- »κιμὴν ζητεῖτε τοῦ ἑν λαλοῦντος χριστοῦ«; οἱονεὶ γὰρ καθ᾿ ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα χριστὸν πολλοὶ | χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ’ αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι· ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· »Μὴ ἅψησθε τῶν »Χριστῶν μου«. ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν· ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ.

Ηδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν. απὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντες τοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχδάνοντος, ἱερεῖς πέμπουσι καὶ Λευίτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάννης. ὁ δὲ λέγων τὸ »Ἐγὼ οὐκ εἰμὶ ὁ »γριστός« δι᾿ αὐτοῦ τούτου ὁμολογίαν ἀληθείας πεποίηται, καὶ οὐχ, ὡς ἄν τις ὑπολάβοι, διὰ τὸ »Οὐκ εἰμὶ ὁ χριστός« ἠρνήσατο· οὐ γάρ ἐστιν ἄρνησις τὸ εἰς δόξαν Χριστοῦ λέγειν, μὴ αὐτὸν εἶναι Χριστόν.

ἅπαξ δὲ οἱ πεμφθέντες ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευῖται ἀκούσαντες τὸ μὴ εἶναι αὐτὸν τὸν προσδοκώμενον χριστόν, πυνθάνονται περὶ τοῦ δευτέρου ἐλπιζομένου παρ᾿ αὐτοῖς τιμίου ὀνόματος Ἠλίου, [*](2 I Kor. 1, 30. — 5 Ps. 10, 7 (wo Ν* U? vid. Clem. ΑΙ. p. 766 δικαιοσύνην lesen). — 11 Joh. 14, 6. — 12 Kol. 3, 4. — 13 Ps. 62, 4. — 15 II Kor. 13, 3. — 19 Ps. 104, 15. — 21 Joh. 1, 17. — 25 Vgl. S. 108, 25ff. — 26 Vgl. Joh. 1, 19ff. — 27 Vgl. Luk. 1, 5. — 28 Joh. 1, 20. — 30 Joh. 1, 20.) [*](1 ἡ] τὸ, corr. V vgl. S. 114 Ζ. 22 | 2 ἐγενήθη] ηθη a. Ras. Μ | 12 ὁ + V vgl. in Matth. XII, 33 (III, 182, 21 L.) u. XV, 12 (III, 351, 6 L.) | ὄντες] über ὀντ Comp, für ας, darüber für ες Μ.)

116
εἰ αὐτὸς εἴη ἐκεῖνος. λέγει δὲ μὴ τυγχάνειν Ἠλίας πάλιν ὁμολογῶν διὰ τοῦ Οὐκ εἰμὶ« τὸ ἀληθές.

ἐπεὶ δὲ πολλῶν προφητῶν γινομένων ἐν Ἰσραὴλ εἷς τις ὁ ὑπὸ Μωσέως προφητευθεὶς ἐξαιρέτως προσεδοκᾶτο κατὰ τὸ φάσκον ῥητόν· »Ηροφήτην ὑμῖν ὑμῖν κύριος ὀ »θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε. καὶ »ἔσται πᾶσα [ἡ] ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, »ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«, τρίτον ἐρωτῶσιν οὐχὶ εἰ προφήτης εἴη, ἀλλ᾿ εἰ >ὁ< προφήτης.

καὶ τοῦτο τὸ ὅνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ’ οἰομένων ἕτερον παρὰ τὸν χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ χριστὸς καὶ ὁ προφήτης οὑτος ἐστὶν ὁ προφητευθείς, φησίν »Οὔ«· τάχα ἂν τὸ »Ναὶ« ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν· οὐ γὰρ ἡγνόει προφήτης ὤν.

καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης· »Φωνὴ βοῶντος »ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν δυρίου«.

Ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα ΜΑΡΤΥΡΊΑ καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν Φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χρωτὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ »Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος »δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, [ὁ] ὀπίσω μου ἐρχόμενος, οὗ »οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος‘, ἢ μέρος τῆς δευτέρας ἐστὶ ·καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς Φαρι- σαίους.

ἐγὼ δ’ ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ᾿ ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον.

πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ’ ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν· μία μὲν ἀπὸ Ἱεροσολυμων ὑπὸ ἱουδαίων πεμπόντων »ἱερεῖς [*](2 Joh. 1, 21. — 4 Act. 3, 22f. (Vgl. Deut. IS, 15.) — 7 Vgl. Job. 1, 21. — 12 Joh. 1, 21. — 16 Jes. 40, 3. — 20 Vgl. Joh. 1, 25. — 21 Joh. 1, 26. — 34 Vgl. Joh. 1, 19.) [*](6 [ἡ] über d. Z.; z. str. nacb S. 125, 1 | 7 ἐξολεθρευθήσεται (= ABCD), V (M*?) ἐξολοθρευθήσεται (= ϛB2ℵ etc.) | 12 ἂν + We | 19 πρὸς 〈τοὺς〉 V | 22 ὁ z. Str. Dacb S. 94, 15. 139, 28. 140, 21. C. Geis. V, 12 [11, 13, 14 K] | 26 [ ρισσαίω]ν a. Ras. | 34 πεμπ[όντ]ων a. Ras.)

117
καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;« ἑτέρα δὲ Φαρισαίων ἀποστελλόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ Λευίταις ἐπαπορούντων.

παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ’ ἡμερότητος λεγόμενα καὶ φιλομεθείας τὸ Σὺ τίς »Σὺ καὶ τὸ Τί οὐν; σὺ Ἠλίας εἶ;« καὶ τὸ »Ὁ προ- »φήτης ἄρα εἶ σύ;‘ καὶ ἐπὶ τούτοις· Τίς εἶ, ἴνα ἀπόκρισιν δῶμεν »τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ;« οὐδὲν γὰρ αὔθαδες οὐδὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πὰντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ.

οἱ δὲ ἀπὸ τῶν Φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα 〈ὑπὸ〉 τῶν Λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας »οὐδὲ ὁ προφήτης;‘ καὶ σχεδὸν οὐ μαθεῖν βουλόμενοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ Λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίξειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου.

καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν᾿ εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι’ ὅλων τῶν ἁγίων βιβλίων.

Ι, 19-20 Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσλύμων ἱερεῖς καὶ Λευΐιτας, ἵνα ἐρωτήσωσιν αὐτὸν· Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμοόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.

Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ιωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθῆν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθάνονται τιμῆς· περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ ἱουδαίων· ἀλλ’ ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννην ποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος· »Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;«

καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« ἀποφαίνεται· Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου [*](1 Vgl. Joh. 1, 24. — 5 Job. 1, 21f. — 12 Joh. 1, 25. — 25 Vgl. Röm. 9, 11. — 31 Matth. 11, 3. — 32 Vgl. Joh. 1, 20. — 33 Joh. 1, 23. — 34 Vgl. Joh. 5, 36.) [*](10 <ὑπὸ> + We | 11 ἀνοητοτέρας] ἀνθρωποτέρας, corr. We (aus ἀνοτέρας verdorben), <ἀπ> ανθρωποτέρας Hu | 16 τοῦ über d. Z.)

118
ἔχων λόγοις καὶ ἔργοις φάσκων· »Πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ »ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, »λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζοντα«. περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις.

ἴσως δ᾿ ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερἐων καὶ Λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ χριστός, ἀλλὰ »Σὺ τίς εἶ;« ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ »Σὺ »τίς εἶ;« »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«· ἀλλ᾿ ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι »Σὺ εἶ ὁ χριοτός;« ἥρμοττε γὰρ πρὸς τὸ »Σὺ εἶ ὁ χριστός;« τὸ »Ἐγῶ οὐκ εἰμὶ ὁ χριστός«·πρὸς δὲ τὸ »Σὺ τίς »εἶ;« τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«.

λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ Λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν ὑπολήψεως, μήποτ’ εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ᾿ οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται.

δηλοῖ δὲ τὸ τοιοῦτόν τι αὐτοὺς ὑπονενοηκέναι ἡ δευτέρα ἐρώτησις καὶ ἔτι ἡ τρίτη. ἐπεὶ γὰρ καὶ δεύτερον τῇ τιμῇ ἐλπιζόμενον μὲν καὶ μετὰ Χριστὸν αὐτοῖς τετιμημένον Ἠλίαν εἶναι ὑπελάμβανον ἀποφαινομένου τοῦ Ἰωάννου ὡς οὐκ εἴη Χριστὸς ἠρώτησαν·

»Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ εἶπεν Οὐκ εἰμί«. τὸ τρίτον εἰ αὐτὸς εἴη ὁ προφήτης βούλονται μαθεῖν· οὗ ἀποκριναμένου τὸ Οὒ οὐκέτι ἔχοντες ἰδικῶς ὄνομα ἐλπιςομένου ἐπιδημήσειν αὐτοῖς ἕπειν, φαοίν· »Τίς εἶ; »ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψαοιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;« τοῦτο δηλοῦντες· ταῦτα μὲν οὐκ εἶ ἅπερ ἐλπιζόμενά τῷ Ἰσραὴλ παρέσεσθαι προσδοκᾶτοι, ὅστις δὲ ὢν βαπτίζεις οὐκ ἴσμεν· διόπερ τοῦτο ἡμᾶς δίδαξον, ἕν᾿ ἔχωμεν ἀπαγγεῖλαι τοῖς ἡμᾶς διὰ τοῦτο πέμφασι πρὸς σέ.

ἔτι δὲ καὶ τοῦτο ἐχόμενον τῶν προκειμένων προσθήσομεν, ὅτι ὁ καιρὸς τῆς Χριστοῦ ἐπιδημίας ἔσαινε τὸν λαὸν ἤδη πως ἐνεοτηκὼς περὶ τὰ ἔτη τὰ ἀπὸ τῆς γενέσεως τοῦ Ἰησοῦ καὶ ὀλίγῳ ἀνωτἐρω μέχρι τῆς ἀναδείξεως τοῦ κηρύγματος.