Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τάχα γὰρ οἱ μὲν Φαρισαῖοι τὸν ἐξαίρετον ἀπαιτοῦνται καρπὸν μετανοίας, οὐκ ἄλλον ὄντα τοῦ υἱοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως, οἱ δὲ ὄχλοι, οὐδὲ ἀρχὴν ἔχοντες ἀγαθῶν, πάντας ἀπαιτοῦνται τοὺς καρποὺς μετανοίας· διόπερ πρὸς αὐτοὺς τὸ πληθυντικὸν εἴρηται.
λέγεται πρὸς τούτοις τοῖς Φαρισαίοις· »Μὴ δόξητε λέγειν έν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβραάμ. οἱ μὲν γὰρ ὄχλοι νῦν ἀρχὴν ἔχουσιν, δοκοῦντες »εἰσάγεσθαι εἰς τὸν θεῖον λόγον, τοῦ προσιέναι τῇ ἀληθείᾳ«· διόπερ ἄρχονται λέγειν ἐν ἑαυτοῖς· »Πατέρα ἔχομεν τὸν Ἀβραάμ«· οἱ δὲ Φαρισαῖοι οὐκ ἄρχονται, ἀλλὰ πρὸ πολλοῦ τοῦτο δοξάζουσιν. πλὴν εκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.
Παρατήρει δὲ ὅτι τοῖς μὲν Φαρισαίοις κατὰ τὸ εἰρημένον ἐν τῷ προφήτῃ »Ἐφάγετε καρπὸν ψευδῆ« ἔχουσι μὲν καρπόν, ψευδῆ <δέ>, λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καλὸν ἐκκόπτεται«, τοῖς δὲ ὄχλοις, οὐδ᾿ ὅλως καρποφοροῦσιν, τὸ »Πᾶν οὐν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται«. τὸ μὲν γὰρ μὴ ἔχον καρπὸν οὐδὲ καλὸν ἔχει καρπόν· διόπερ ἐκκοπῆς ἐστιν ἄξιον. τὸ δὲ ἔχον καρπὸν οὐ πάντως καλὸν ἔχει καρπόν· διόπερ καὶ αὐτὸ εὐλόγως ὑπὸ τῆς ἀξίνης καταβάλλεται.
ἐὰν ἐὰν ἀκριβέστερον ἐρευνήσωμεν τὰ περὶ τοὺς καρπούς, εὑρήσομεν ὅτι ἀμήχανον τὸ ἄρτι τοῦ γεωργεπισθαι ἀρχόμενον, κἂν καρποφορῇ, τοὺς πρώτους ἐνεγκεῖν καρποὺς καλούς. ἀγαπᾷ δὲ ὁ γεωργὸς πρῶτον τὸ ἐνεγκεῖν αὐτὸ τοὺς ἐπιβάλλοντας καρποὺς τῷ ἀρχομένῳ γεωργίας, ὕστερον ὁδῷ διὰ τῶν πρεπόντων γεωργικῇ καθαρσίων μετὰ τοὺς ὁποίους δήηποτε καρποὺς ληψόμενος καὶ καρποὺς καλούς· καὶ ὁ νόμος δὲ ταύτῃ τῇ ἐκδοχῇ ἡμῶν μαρτυρεῖ, λέγων δεῖν τὸν φυτεύοντα τρία ἔτη ποιεῖν [*](1 Vgl. Luk. 3, 7 f. — 3 Vgl. Matth. 3, 5. 7. — 5 Matth. 3, 7. — 7 Matth. 3, 8. — Matth. 3, 9.—16 Vgl. Luk. 3, 8.—22 Hos. 10, 13.—23 Matth. 3, 10.—25 Luk. 3, 9.) [*](12 εἴρηται] εἰρῆσθαι, corr. Hu | nach λέγεται + δὲ V | 23 δὲ + We | τα αὐτὸς, corr. We | 29 εὑρίσωμεν | 32 αὐτοὺς, also vom Corrector zu αὐτά τοὺς ergänzt; αὐτὸ Br | 34 λημψόμενος | 35 φυτεύοντα] φητεύοντα M, φντεύσαντα V, corr. Br.)
εὐλόγως τοίνυν πρὸς τοὺς ὄχλους χωρὶς τῆς τοῦ Καλοῦ προσθήκης λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«· καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρΠὸν καλόν, »ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«, ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς έν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.
Ταῦτα δὲ πάντα εἰ καὶ μετὰ παρεκβάσεως ἡμῖν εἰρῆσθαι παρατιθεμένοις καὶ τὰ ἀπὸ τῶν λοιπῶν εὐαγγελίων, οὐκ ἄκαιρα δὲ ἐμοὶ φαίνεται οὐδὲ ἀλλότρια τῆς ἐνεστηκυίας σκέψεως. Φαρισαῖοι γάρ ἀποστέλλουσιν πρὸς τὸν Ἰωάννην μετὰ τοὺς ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας πεμφθέντας ἐρωτῆσαι αὐτὸν ὅστις εἴη, ἐξετάζοντες· »Τί »οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας ὁ προφήτης«; καὶ ἐξετάσαντες ἐνταῦθα, ἑξῆς παραγινόμενοι βαπτισόμενοι, ὡς ὁ Ματθαῖος ἀναγράφει, ἀκούουσιν δὴ τὰ ἁρμόζοντα αὐτῶν τῇ ἀλαζονείᾳ καὶ ὑποκρίσει.
ἐπεὶ δὲ ὅμοια ἦν τὰ τούτοις εἰρημένα τοῖς λεγομένοις πρὸς τοὺς ὄχλους, ἐχρῆν τὴν τῶν ῥητῶν σύγκρισιν καὶ σαφήνειαν ποιήσασθαι· ὡν γινομένων πλείονα ἀπῄτησεν ἡμᾶς ἡ ἀκολουθία θεωρῆσαι. ἔτι δὲ καὶ ταῦτα τοῖς εἰρημένοις δεόντως προσθήσομεν· δύο τάγματα πεμπόντων παρὰ τῷ Ἰωάννῃ ἀναγέγραπται, ἓν μὲν Ἰουδαίων τῶν ἀπὸ Ἱεροσολύμων ἀποστελλόντων ἱερεῖς καὶ Λεύΐτας, ἕτερον δὲ Φαρισαίων ἐπαπορούντων διὰ τί βαπτίζει.
καὶ ἀποδεδώκαμεν ὅτι μετὰ τὴν πεῦσιν οἱ Φαρισαῖοι παραγίνονται βαπτισόμενοι. μήποτ οὖν πρὸ τούτων οἱ πρὸ τούτων ἀποστείλαντες ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι παραδεξάμενοι τοὺς Ἰωάννου λόγους, ἅτε πρότεροι τῶν Φαρισαίων πέμψαντες, καὶ πρότεροι ἔρχονται.
Ἱεροσόλυμα γὰρ, πᾶσα Ἰουδαία καὶ ἀκολούθως πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου ἐβαπτίζοντο έν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, ἢ ὡς ὁ † Λουκᾶς φησιν· »Ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ »Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο [*](2 Lev. 19, 23 f. — 5 Matth. 3, 10. — 7 Matth. 3, 10. — 9 Vgl. Lev. 19, 24. — 15 Joh. 1, 25. — 17 Vgl. Matth. 3, 7. — 23 Vgl. Joh. 1, 19. — 25 Vgl. Joh. 1, 24. — 26 Vgl. Ζ. 17. — 29 Vgl. Matth. 3, 5. — 32 Mark. 1, 5.) [*](1 οὐκαὶσθιομένων, corr. V | 3 ἅγ[ιος — 4 ἄχλ]ους a. Ras. | 9 γενομένης] γενόμενος, corr. Br | 18 δὲ, corr. We | 21 ἀπήντησεν, corr. V | 26 βαπτισάμενοι, corr. V; vgl. Ζ. 17 | 27 Das erste πρὸ τούτων < V | 28 τοὺς Μ1, τοῦ Μ | 32 Λουκᾶς] es sollte Μάρκος heissen, wie die Ausgg. corr.; aber es ist wohl ein Schreibfehler des Origenes, wie oben S. 134, 24.)
Ἄξιον δὲ ἐπαπορῆσαι πῶς πάσης τῆς Ἱεροσολυμιτῶν πόλεως καὶ πάσης τῆς Ἰουδαίας καὶ πάσης τῆς περιχώρου τοῦ Ἰορδάνου βαπτιζομένων ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ σωτήρ φησιν· »Ἐλήλυθεν Ἰωάννης ὁ βαπτιστὴς μήτε ἐσθίων μήτε πίνων καὶ λέγετε· Δαιμόνιον ἔχει«· καὶ πρὸς τοὺς πυθομένους »Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα »ποιεῖς«; λέγει· »Κἀγὼ ἐρωτήσω ὑμᾶς ἕνα λόγον, ὃν ἐὰν εἴπητέ μοι, »κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσεᾳ ταῦτα ποιῶ· Τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἠν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων«; ὅτε καὶ διαλογιζόμενοί φασιν· »Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;«·
λύεται δὲ τὸ ἀπορηθὲν οὕτως· Φαρισαῖοι , ὡς προτετηρήκαμεν, οἱ ἀκούσαντες Γεννήματα ἐχιδνῶν«, οὐ πεπιστευκότες αὐτῷ παραγίνονται ἐπὶ τὸ βάπτισμα, εἰκὸς ὅτι τὸν ὄχλον φοβούμενοι καὶ κατὰ τὴν πρὸς ἐκείνους ὑπόκρισιν ἀξιοῦντες λούσασθαι, ἵνα μὴ δοκοῖεν ἐναντιοῦσθαι τοῖς τοιούτοις.
φρονοῦντες γοῦν αὐτὸν ἀπ' ἀνθρώπων ἔχειν καὶ οὐκ ἀπ' οὐρανοῦ τὸ βαπτίζειν, διὰ τὸν ὄχλον, μήποτε λιθασθῶσιν, φοβοῦνται ὅπερ ὑπολαμβάνουσιν εἰπεῖν· ὥστε οὐκ ἐναντιοῦται τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα πρὸς τοὺς Φαρισαίους τοῖς ἀναγεγραμμένοις ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ πλήθους τῶν παρὰ τῷ Ἰωάννῃ βαπτισαμένων. τοῦ θράσους δὲ τῶν Φαρισαίων ἦν δαιμόνιον ἔχειν λέγειν τὸν Ἰωάννην, καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων τὰς δυνάμεις φάσκειν τὸν Ἰησοῦν πεποιηκέναι.
Ι, 26-7 Ἀπεκρίνατο αὐ τοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βᾳπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, οπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Ὁ μὲν Ἡρακλέων οἴεται ὅτι ἀποκρίνεται ὁ Ιωαννης τοῖς ἐκ τῶν Φαρισαίων πεμφθεῖσιν, οὐ πρὸς ὃ [*](6 Vgl. Matth. 3, 5. — 8 Luk. 7, 33. — 9 Matth. 21, 23 ff. — 14 Vgl. S. 136, Iff. Vgl. Matth. 3, 7. — 19 Vgl. Luk. 20, 6. — 23 Vgl. Luk. 7, 33; 11, 15.) [*](3 γενήματα, corr. Μ 1| 6 καὶ πάσης τῆς Ἰουδαίας Μ 1 ü. d. Z. | 8 Der Text stimmt mit D. 1. 69 etc. überein | λέγεται | 10 ὃν Μ 1 ü. d. Z. | 11 τὸ scheint Mi z. str.; ℵCZ 23; M = ς D rel.) | τοῖς str. V | σοσούτοις Hu | 27 nach μέσος + Μ 1 δὲ ü. d. Z., aber Orig. hat es sonst nicht, vgl. II, 35, u. S. 140, 17. 146, 12. 147, 13. u. s. w. C. Geis. II, 9 [I, 136, 21 K] V, 12 [II, 13, 13] | statt ὅστηκεν, wie an allen Stellen hier gelesen wird, ist vielleicht στήκει (mit BLT b 1) einzusetzen, vgl.zu S. 147, 13. vor ὄπίσω + Μ 1 a. R. αὐτὸς ἐστὶν ὁ (nach ς AC 3 ΧΓΔΛΠ rel.) | 28 ov + M 1 οὖ d.)
Ἡμεῖς δέ φαμεν ὅτι μάλιστα πρὸς ἔπος ἐστὶν ἡ ἀπόκρισις· πρὸς γὰρ τὸ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστός;« τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ παραστῆσαι παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; »Ἐγὼ, γάρ φησιν, βαπτίζω ἐν ὕδατι«. καὶ τοῦτο εἰπῶν πρὸς τὸ Τί »οὐν βαπτίζεις;« πρὸς τὸ δεύτερον »Εἰ σὺ οὐκ εἶ ὁ χριστός‘ δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται, ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ, παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῶ κόσμῳ συμπαρεκτεινόμενος· ὅπερ δηλοῦται διὰ τοῦ »Μέσος ὑμῶν ἕστηκεν‘.
καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν Φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ Φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ »Μέσος ὑμῶν ἕστηκεν« τὸ »Ὃν ὑμεῖς οὐκ οἴδατε«.
καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ] καὶ ἐπὶ ὅλον τὸν κόσμον, παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, συνάπτει τῷ »Μέσος ὑμῶν ὅστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε« τὸ »Ὀπίσω μου ἐρχό- »μενος«· τοῦτ' ἔστιν μετ’ ἐμὲ φανερωθησόμενος.
οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβλλομένην ὑπό τινων μήποτ’ ἄρ’ αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ »Οὗ οὐκ »εἰμὶ ἐγὼ ἄξιος ἕνα λύσω αὐτοῦ τὸν ἰμάντα τοῦ ὑποδήματος«, αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς [οὕτω] βραχύτατα συνεσταλμένης εἰπεῖν.
Οἰκ ἄκαιρον δὲ ἐξετάζουσιν ἡμῖν τὸ »Ἐγὼ βαπτίζω »ἐν ὕδατι«« τὰς ὁμοίας τῶν εὐαγγελιστῶν παραθέσθαι περὶ τούτου λέξεις καὶ συγκρῖναι τῇ προκειμένῃ.
φησὶ τοίνυν ὁ Ματθαῖος· »Ἰδὼν [*](6 Job. 1, 25. — 8 Job. 1, 26. — 13 Job. 1, 26. — 17 Job. 1, 26. — 21 Job. 1, 27. — 25 Vgl. ΙΙ Kor. 12, 6. — 26 Job. 1, 27. — 32 Job. 1, 26. — 34 Mattb. 3, 7. 11.) [*](1 λανθάνων] μανθάνων, corr. V | 6 τί οὖν Μ 1 ü d. Ζ. | ἄλλο ἐχρῆν] ἄλλοις χρῆν Μ, corr. Μ 1 ü. d. Ζ. | 7 τὸ] τε M, corr. M 1 ü. d. Ζ. | 19 ἢ < V | 24 ὅσον] ὃν Μ, corr. Mi ü. d. Z. | 29 δεδεμένον] δεδομένον Μ, corr. Μ 1 ü. d. Z. | 30 οὕτω str. We; es gebort wobl vor λῦσαι | βραχύτητα, corr. We.)
ὁ δὲ Μάρκος· »Ἐκήρυσσεν, »φησίν, Ἰωάννης λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ »ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ«· πρὸς πλείονας καὶ πάντας τοὺς ἀκούοντας διδάσκων ταῦτα κεκηρῦχθαι.