Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὁ δὲ Λουκᾶς φησιν ὅτι »Προσδοκῶντος τοῦ λαοῦ καὶ διαλογι- »ζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε »αὐτὸς εἴη ὁ χριστός, ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν »ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«

Ἔχοντες τοίνυν τὰς ὁμοίας λέξεις τῶν τεσσάρων, φέρε κατὰ τὸ δυνατὸν ἴδωμεν ἰδίᾳ τὸν νοῦν ἑκάστης καὶ τὰς διαφοράς, ἀρξάμενοι ἀπὸ τοῦ Ματθαίου, ὃς καὶ παραδέδοται πρῶτος τῶν λοιπῶν τοῖς Ἑβραίοις ἐκδεδωκέναι τὸ εὐαγγέλιον, τοῖς ἐκ περιτομῆς πιστεύουσιν. »Ἐγὼ μέν, φησίν, ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν‘· οἱονεὶ καθαίρων καὶ ἀποτρεπόμενος ἀπὸ τῶν χειρόνων καὶ ἐπὶ μετάνοιαν παρακαλῶν· »Ἑτοιμάσαι γὰρ κυρίῳ λαὸν κατε- »σκευασμένον« ἐγὼ ἐλήλυθα, καὶ χώραν διὰ τοῦ βαπτίσματος τῆς μετανοίας εὐτρεπίσαι τῷ μετ' ἐμὲ ἥξοντι, καὶ διὰ τοῦτο ἰσχυρότερον πολλῷ τῆς ἐμῆς δυνάμεως καὶ κρεῖττον ὐμᾶς ὠφελήσοντι· οὐ σωματικὸν γὰρ τὸ ἐκείνου βάπτισμα, τὸν μετανοοῦντα πληροῦντος ἁγίου πνεύματος καὶ θειοτέρου πυρὸς πᾶν ὑλικὸν ἀφανίζοντος καὶ πᾶν γεῶδες ἐξαναλίσκοντος, οὐ μόνον ἀπὸ τοῦ χωρήσαντος αὐτὸ ἀλλὰ καὶ ἀπὸ τοῦ τῶν ἐχόντων ἀκούοντος.

τοσοῦτον δέ ἐστιν ἐμοῦ ἰσχυρότερος ὁ μετ' ἐμὲ ἐρχόμενος, ὡς μηδὲ τὰ τῆς περιβολῆς τῶν περὶ αὐτὸν δυνάμεων ἐσχάτων, οὐχὶ γυμνῶν ἐκκειμένων, ὥστε καὶ τοῦς τυχόντας νοεῖν αὐτὰ δύνασθαι, ἱκανόν με τυγχάνειν βαστάσαι, μηδὲ [*](2 Vgl. S. 135, 17 ff. — 7 Mark. 1, 7 f. — 12 Luk. 3, — 20 Vgl. Iren. III, 1, 1. Euseb., h. e. III, 39, 16. Zahn, Einleitung i. d. NT. IL 265 ff. — 22 Matth. 3, 11. — 24 Vgl. Luk. 1, 17. — 27 Vgl. Matth. 3, 11.) [*](2 ἐπιπληκτικὰ] ἐπικλητικὰ Μ, corr. Μ 1 ú. d. Z. | 15 nach δὲ + ὁ V (nach allen Hss. d. ΝΤ.) viell. mit Recht | 20 ὃς] ἡ Μ, corr. Μ 1 ü d. Z. | 26 καὶ] Μ 1 ú. d, Ζ. | 27 καὶ Mi ú. d. Z. | 29 zweites πᾶν M 1 ü. d. Z. | 30 ἐξα[να]λίσκοντος] να Μ 1 ü. d. Z. | 31 ἀπὸ] ἀ a. R.)

142
ταῦτα ὑπομένοντα φέρειν.

οὐκ οἶδα δὲ ὁπότερον εἴπω, πότερον τὴν πολλήν μου ἀσθένιαν, τὰ εὐτελῇ τοῦ χριστοῦ συγκρίσει τῶν περὶ ἑαυτὸν μειζόνων φέρειν μὴ δυναμένην, ἢ δὴ τὴν ἐκείνου ὑπερβάλλουσὰν καὶ μείζονα παντὸς τοῦ κόσμου θειότητα· εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ »Ἐγὼ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ‘ καὶ »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«· ἐγὼ, οὑ τὴν γένεσιν »Γαβριὴλ ὁ παρεστη- »κὼς ἐνώπιον τοῦ θεοῦ« παραδόξως εὐηγγελίσατο ἐν γήρᾳ γεγεννημένου τῷ πατρί μου, ἐγώ, ἐφ' οὑ τῷ ὀνόματι Ζαχαρίας αμα ἀπέλαβεν τὴν φωνὴν καὶ τὸ προφητεύειν δι' αὐτῆς, ἐγώ, ὁ ὑπὸ τοῦ κυρίου μου μαρτυρούμενος ὡς ἄρα μείζων ἐν γεννητοῖς γυναικῶν ἐμοῦ οὐδεὶς τυγχάνει, οὐδὲ τὰ ὑποδήματα βαστάσαι ἱκανός· εἰ δὴ γὰρ μηδὲ τὰ ὑποδήματα, τί λεκτέον περὶ τῶν ἐνδυμάτων αὐτοῦ; τίς οὑτος, ὃς ὁλόκληρον αὐτοῦ τὸ ἱμάτιον τηρῆσαι δυνήσεται; τίς, ὃς νοήσει τὸν ἐκ τῶν ἄνωθεν χιτῶνα ἄραφον διὰ τὸ δι’ ὅλου ὑφαντὸν τυγχάνειν καταλαβεῖν ὃν ἔχει λόγον;

Παρατηρητέον δὲ ὅτι τῶν τεσσάρων εἰρηκότων τὸ ἐν ὕδατι ὁμολγεῖν Ἰωάννην ἐληλυθέναι βαπτίζειν, μόνος Ματθαῖος τούτῳ προστέθεικεν τὸ »Εἰς μετάνοιαν‘ διδάσκων τὴν ἀπὸ τοῦ βαπτίσματος ὠφέλειαν ἔχεσθαι τῆς προαιρέσεως τοῦ βαπτιζομένου, τῷ μετανοοῦντι μὲν ἐγγινομένην , μὴ οὕτω δὲ προσιόντι εἰς κρίμα χαλεπώτερον ἐσομένην.

χρὴ δὲ εἰδέναι ὅτι ὥσπερ αἱ κατὰ τὰς γεγενημένας ὑπὸ τοῦ σωτῆρος θεραπείας τεράστιοι δυνάμεις, σύμβολα τυγχάνουσαι τῶν ἀεὶ λόγῳ τοῦ θεοῦ ἀπαλλαττομένων πάσης νόσου καὶ μαλακίας, οὐδὲν ἡττον καὶ σωματικῶς γενόμεναι ὤνησαν εἰς πίστιν προσκαλε- σάμεναι τοὺς εὐεργετηθέντας, οὕτως καὶ τὸ διὰ τοῦ ὕδατος λουτρόν, σύμβολον τυγχάνον καθαρσίου ψυχῆς πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης , οὐδὲν ἧττον καὶ καθ’ αὑτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θειότητι τῆς δυνάμεως τῶν τῆς προσκυνητῆς τριάδος ἐπικλήσεών [*](6 Job. 1, 23. — 7 Matth. 11, 10. — 8 Vgl. Luk. 1, 19. — 10 Vgl. Luk. 1, 64. — 12 Vgl. Matth. 11, 11. — 16 Vgl. Joh. 19, 23. — 20 Vgl. Matth. 3, 11. — 27 τὸ — 143, 1 πηγή citiert Basilius, de spir. s. 29, 73.) [*](1 ὑπομένοντας, corr. We | δὲ] δὴ, corr. Br | 3 δὴ] διὰ. corr. Br | 9 γεγενημένω, corr. We | 11 τὸ Μ 1 ü. d. Z. | 13 δὴ] μὴ, corr. We; ἱκανός εἰμι· εἰ δὲ μὴ τὰ ὑ. V 15 νοήσει (Dat.) ört zu καταλαβεῖν, zu dem aus dem Vorhergehenden δυνήσεται zu erg. ist. We | 16 ἄρραφον We | 18. 19 ἐν ὕδατι] ἐνδύματι, corr. V 20 τὴν] τὸ, corr. Br | 21 ἔσεσθαι V | 22 μὴ οὕτω δὲ] τῷ δὲ μὴ μετανοοῦντι V 28 τυγχάνει Basilius | τὸν mit Basilius; < Μ | 29 ἀποπλυνομένης Basilius, ἀποπλυνόμενος Μ, ἀποπλυνόμενον V | nach οὐδὲν + δὲ Basilius | καθ' αὑτὸ] καθ’ αὐτόν, corr. V, καθ' ἑαυτὸ Basilius | 30 τῆς προσκυνητὴς τριάδος διὰ τῆς δυνάμεως τῶν ἐπικλήσεων Basilius.)

143
ἐστιν ἡ χαρισμάτων θείων ἀρχὴ καὶ πηγή· »διαιρέσεις γὰρ χαρισμά- »των εἰσίν«.

μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγεγραμμένη ἱστορία περὶ τοῦ οὕτως ἐναργῶς τότε τὸ πνεῦμα τοῖς βαπτιζομένοις ἐπιδεδημηκέναι , προευτρεπίσαντος αὐτῷ τοῦ ὕδατος τοῖς γνησίως προσιοῦσιν ὁδόν, ὡς καὶ τὸν μάγον Σίμωνα καταπλαγέντα θέλειν μὲν τὴν χάριν ταύτην ἀπὸ τοῦ Πέτρου λαβεῖν, ἐθέλειν δὲ τὸ δικαιότατον διὰ τοῦ μαμωνᾶ τῆς ἀδικίας.

καὶ τοῦτο δὲ παρασημειωτέον, ὅτι τὸ Ἰωάννου βάπτισμα ὐποδεέστερον ἐτύγχανεν τοῦ βαπτίσματος Ἰησοῦ, διδομένου διὰ τῶν μαθητῶν αὐτοῦ. οἱ γοῦν ἐν ταῖς Πράξεσιν βεβαπτισμένοι εἰς τὸ Ἰωάννου βάπτισμα, μηδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν ἀκούσαντες, βαπτίζονται δεύτερον ὑπὸ τοῦ ἀποστόλου.

τὸ γὰρ τῆς ἀναγεννήσεως οὐ παρὰ τῷ Ἰωάννῃ ἀλλὰ παρὰ τῷ Ἰησοῦ τῶν τῶν μαθητῶν αὐτοῦ ἐγίνετο, καὶ παλιγγενεσίας ὀνομαζόμενον λουτρὸν μετὰ ἀνακαινώσεως γινόμενον πνεύματος, τοῦ καὶ νῦν ἐπιφερομένου, ἐπειδὴ παρὰ θεοῦ ἐστιν, ἐπάνω τοῦ ὕδατος, ἀλλ’ οὐ πᾶσιν μετὰ τὸ ὕδωρ ἐγγινομένου. καὶ ταῦτα μὲν εἰς τὴν ἐξέτασιν τῶν ἐν τῶ κατὰ Ματθαῖον.

Ἤδη δὲ καὶ τὰ Μάρκου κατανοήσωμεν, ὃς ἀνέγραψεν κηρύσσοντα τὸν Ἰωάννην ταῦτα μὲν εἰρηκέναι κατὰ τὸ »Ἔρχεται »ὁ ἰσχρότερός μου ὀπίσω μου«· ἰσοδυναμεῖ γὰρ ταῦτα τῷ »Ὁ ὀπίσω »μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν«· οὐκέτι δὲ τὰ αὐτὰ έν τῷ » Οὐκ εἰμὶ κύψας κύψ·ας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ«.

ἕτερον μὲν γὰρ τὸ βαστάζειν τὰ ὐποδήματα, δηλονότι ἤδη λελυμένα ἀπὸ τῶν τοῦ ὑποδεδεμένου ποδῶν, ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε μηδενὸς σφαλλομένου τῶν εὐαγγελιστῶν μηδὲ ψευδομένου, ὡς εἴποιεν ἂν οἱ πιστεύοντες, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκίναι τὸν βαπτιστὴν καθ’ ἕτερον καὶ ἕτερον νοῦν κινούμενον.

οὐ γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονταί τινες, οἱ ἀπομνηονεύοντες διαφόρως ἠνέχθησαν μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἢ γεγενημένων. μέγα μὲν οὖν τὸ βαστάσαι τοῦ Ἰησοῦ τὰ ὑποδήματα, μέγα δὲ καὶ τὸ ἐπὶ τὰ σωματικὰ αὐτοῦ κάτω που γεγενημένα κύψαντα, ὑπὲρ τοῦ τὴν εἰκόνα κάτω θεάσασθαι, λῦσαι ἕκαστον τῶν περὶ τοῦ μυστηρίου τῆς ἐνσωματώσεως ἀσαφῶν, οἱονεὶ τὸν ἱμάντα τῶν ὑποδημάτων τυγχάνοντα.

εἷς γὰρ [*](1 Ι Kor. 12, 4. - 2 Vgl. Act. 8, 16 ff. — 7 Vgl. Luk. 16, –9 Vgl. Job. 4, 2. — 10 Vgl. Act. 19, 2 ff. — 13 Vgl. Tit. 3, – 15 Vgl. Gen. 1, 2. — 19 Vgl. Mark. 1, 7. — 20 Matth. 3, 11. — 22 Mark. 1, 7.) [*](1 ἐστιν ἡ < Basilius | θείων — χαρισμάτων Μ 1 a. R. | θείων < Basilius | ἀρχὴν ἔχει καὶ πηγήν Basilius | 18 κατανοήσωμεν] κατανοήσομεν, ο 2 a. Ras. Μ 1 ὃς Μ 1 ü. d. Ζ. | 30 ἢ ü. d. Ζ. | γεγεννημένων.)

144
ὁ τῆς ἀσαφείας δεσμός, ὥσπερ καὶ μία ἡ τῆς γνώσεως κλείς, ἅτινα οὐδὲ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν καθ’ αὑτὸν ἱκανὸς λῦσαι ἢ ἀνοῖξαι, τοῦ δήσαντος καὶ κλείσαντος μόνου δωρουμένου οἷς βούλεται τὸ λῦσαι καὶ ἀνοῖξαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ τὰ κεκλεισμένα.

Εἰ δὲ μυστικὸς ὁ περὶ τῶν ὑποδημάτων τόπος, οὐδὲ τοῦτο παρελθετέον. οἶμαι τοίνυν τὴν μὲν ἐνανθρώπησιν, ὅτε σάρκα καὶ ὀστέα ἀναλαμβάνει ὁ τοῦ θεοῦ υἱός, τὸ ἕτερον εἶναι τῶν ὑποδημάτων, τὴν δὲ εἰς ᾅδου κατάβασιν, ὅστις ποτέ ἐστιν ὁ ᾅδης, καὶ τὴν εἰς φυλακὴν μετὰ τοῦ] πνεύματος πορείαν τὸ λοιπόν.

περὶ τῆς εἰς ᾅδου καταβάσεως τὸ »Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν »ᾅδην« ἐν πεντεκαιδεκάτῳ ψαλμῷ εἴρηται· καὶ περὶ τῆς ἐν φυλακῇ πορείας μετὰ πνεύματος παρὰ τῷ Πέτρῳ έν τῇ καθολικῇ ἐπιστολῇ· »Θανατωθείς, γάρ φησι, σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ »τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασίν ποτε »ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶς κατασκευ- »ζομέηνς κιβωτοῦ«.

ὁ τοίνυν κατ’ ἀξίαν ἀμοτέρων τῶν ἐπιδημιῶν τοὺς λόγους παραστῆσαι δυνάμενος, τὸν ἱμάντα λύειν τῶν Ἰησοῦ ἱκανός ἐστιν ὑποδημάτων, καὶ αὐτὸς τῷ νοὶ· κύπτων καὶ συγκαταβαίνων τῷ καταβεβηκότι εἰς ᾅδου, κοὶ ἀπὸ οὐρανοῦ καὶ τῶν περὶ τῆς θεότητος Χριστοῦ μυστηρίων καταβαίνων ἐπὶ τὴν ἀναγκαίως γεγενημένην παρ' ἡμῖν αὐτοῦ ἐπιδημίαν , ὅτε τὸν ἄνθρωπον ὑπεδήσατο.

ὁ δὲ τὸν ἄνθρωπον ὑποδησάμενος καὶ τὸν νεκρὸν ὑπεδήσατο· »Εἰς τοῦτο γὰρ Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ἕνα καὶ νεκρῶν καὶ ζώντων »κυριεύσῃ«· καὶ διὰ τοῦτο ζῶντα καὶ νεκρὸν ὑπεδήσατο, τοῦτ' ἔστι τὸν ἐν γῇ καὶ τὸν ἐν ᾅδου, »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ‘.

τίς οὐν ἄρα ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν τοιούτων ὑποδημάτων, καὶ λύσας μὴ ἐᾶσαι ἀλλὰ κατὰ δευτέραν ἱκανότητα ἀναλαβεῖν αὐτὰ καὶ βαστάσαι διὰ τοῦ έν τῇ μνήμῃ περιφέρειν τὰ νενοημένα;

μὴ ἀνεξέταστον δὲ ἐάσθω τὸ χωρὶς τοῦ » Κύψας« ὁμοίως παρὰ τῷ Λουκᾷ καὶ Ἰωάννῃ εἰρημένον. καὶ τάχα ἐνδέχεται μὲν κύψαντα λῦσαι κατὰ τὸ προειρημένον· δυνατὸν δὲ κοὶ τὸ ἀνάστημα τοῦ ἀπὸ τοῦ λόγου ἐπάρματος φυλάττοντα εὑρεῖν τὴν λύσιν τῶν ἐν τῷ ζητεῖσθαι δεδεμένων ὑποδημάτων, ἕνα ταῦτά τις λύσας τὸν χωρὶς τῶν ὑποδημάτων ἴδῃ λόγον γυμνὸν τῶν ὑποδεεστέρων καθ' αὑτὸν, υἱὸν τοῦ θεοῦ.

[*](1 Vgl. Luk. 11, 52; 7, 28. — 2 Vgl. Apok. 5, 2; 3, 7. — 9 Vgl. Ι Petr. 3. 18 ff. — 10 Ps. 15, 10. — 13 I Petr. 3, –20 — 23 Rom. 14, 9. — 29 Vgl. Luk. 3, 16. — 30 Job. 1, 26. — Vgl. S. 143, 30 ff.)[*](4 κεκλιμένα, corr. V | 6 τοῦτο] τοῦτον, eorr. Pr | 9 τοῦ] in Μ expungiert Viell. ist πορείαν. τὸ λοιπὸν περὶ τῆς Ζ. verb., damit die Verbindung nicht fehlt τῆς] aus ἧς corr. | 18 τῷ Μ 1 a. Ras. | 33 ταῦτα] τὰ αὐτὰ, corr. Pr.)
145

Οὐ ταὐτὸν δὲ τὸ μὴ εἶναι »ἱκανὸν« τῷ μὴ εἶναι ἄξιον‘ ἀναγράφει ὁ Ἰωάννης. δυνατὸν γὰρ μὴ ὄντα ἄξιον γενέσθαι ἱκανόν· δυνατὸν δὲ καὶ ἄξιον ὄντα μηδέπω εἶναι ἱκανόν.