Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ Σαδδουικαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς με τανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί· διόπερ ἐπιπλήσσονται ὑπὸ τοῦ τὸν ζῆλον Ἠλίου κατὰ τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος Ἰωάννου. ἐπιπληκτικὸς γὰρ λόγος ὁ » Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβαάμ«· καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἴους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ. ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν ὄψιν· ὄψιν· διόπερ τὸ »Λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς »ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ« ὑπ᾿ αὐτοῦ λέγεται.

καὶ ἐπεὶ μὴ ποιήσαντες καρπὸν ἄξιον τῆς μετανοίας ἔρχοναι ἐπὶ τὸ βάπτισμα, ἁρμονιώτατα πρὸς αὐτοὺς λέγεται τὸ »Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν δέν- »δρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλ- »λεται«· οἱονεὶ γὰρ ἄντικρύς φησι πρὸς αὐτούς· Ἐπεὶ ἐληηύθατε ἐπὶ τὸ βάπτισμα μὴ ποιήσαντες καρπὸν μετανοίας, δένδρον ἐστὲ μὴ ποιοῦν καρπὸν καλόν, ἐκκοπησόμενον ὑπὸ τῆς ὀξυτάτης καὶ [*](2 Vgl. Lagarde, Onom. s. p. 61, 20 Farisaei: dmidcntes uel diuisi. Vgl. p. 69, 5. 76, 28. Armen. Onom. „Pharisäer: die Getrennten.“ — 6 Job. 1, 25. — 11 Matth. 3, 7 f. — 16 Vgl. Matth. 3, 9. — 19 Matth. 3, 9. - 21 Vgl. Matth. 3, 9. — 24 Matth. 3, 9. — 28 Matth. 3, 10.) [*](12 καρπὸν ἄξιον] ἀξίους καρΠοὺς, aber nach S. 137, 6ff. las Origenes, wie er ausdrücklich sagt, bei Matth. καρπὸν ἄξιον (ebenso BℵC[D] Δ1ΕΚΜ SY ΓΠ verss. vgl. Ζ. 26 Ι 19 nach γὰρ + ὁ V Ι 27 ἁρμονιώτατα, über ν ist δ ausrad. Μ, vgl. S. 127, 31 Ι αὐτοὺς] τοὺς, über τ scheint αὐ geschrieben zu sein Ι 32 ὑπὸ] ἀπὸ, corr. V.)

133
εὐτονωτάτης ἀξίηνς τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς καὶ τομω- τέρου »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον«.

ΧΧΙΙΙ. Παρέστησεν δὲ τὸ τῶν Φαρισαίων περιαυτόλογου καὶ ὁ Λουκᾶς διὰ τοῦ »Ἄνδρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν »προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. καὶ ὁ Φα- »ρισαῖος σταθεὶς ταῦτα πρὸς ἐαυτὸς προσηύχετο· Ὀ θεός, εὐχα- »ριστῶ σοι ὃτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἂρπαγες, »ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὐτος ὁ τελώνης«· ὅτε διὰ τούτους τοὺς λόγους ὁ τελώνης μἀλλον αὐτοῦ εἰς τὸν οἶκον καταβαίνει δεδικαιωμένος, μένος, καὶ ἐπιλέγεται πάντα τὸν ὑψοῦντα ἑαυτὸν ταπεινοῦσθαι. ὡς ὑποκριταὶ τοίνυν κατὰ τοὺς τοῦ σωτῆρος πρὸς αὐτοὺς ἐλεγκτικοὺς λόγους) ἔρχονται ἐπὶ τὸ βάπτισμα, οὐ λαν- θάνοντες τὸν βαπτίζοντα ἔτι ἔχοντες τὸν τῶν ἐχιδνῶν ἐὸν ὑπὸ τὰς γλώσσας αὐτῶν καὶ τὸν τῶν ἀσπίδων· »Ἰὸς γὰρ ἀσπίδων »ὑπὸ τὰ χείλη αὐτῶν«.

ἀληθῶς τε »θυμὸς αὐτοῖς κατὰ τὴν »ομοίωσιν τοῦ οφεως« ην ἐμφαινόμενος καὶ διὰ τῆς πικρᾶς ταύτης ἐρωτήσεως τῆς »Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς »οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;« πρὸς οὓς εἴποιμ᾿ ἂν ὡς Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου βαπτιζόντων, τῆς δὲ ἐν τῇ ἐρήμῳ φωνῆς τοῦ βοῶντος ταύτην τὴν ἐξουσίαν μὴ εἰληφυίας· Ὦ οὗτοι, ἀπηνῶς πυνθάνεσθε τοῦ ἀπεσταλμένου ἀγγέλου πρὸ προσώπου Χριστοῦ κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ὅλα τὰ κατὰ τὸν τόπον αὐτοῦ ἀγνοοῦντες μυστήρια· ὁ γὰρ χριστός, Ἰησοῦς ὤν, κἂν μὴ βούλησθε, αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ,

αὐτὸς ὢν »ὁ προφήτης( πόθεν δὲ ὑμῖν πεπίστευται Ἠλίαν βαπτίσειν τὸν ἐλευσόμενον, οὐδὲ τὰ ἐπὶ τοῦ θυσιαστη- ρίου ξύλα κατὰ τοὺς τοῦ Ἀχαὰβ χρόνους δεόμενα λουτροῦ ἵνα ἐκκαυθῇ, ἐπιφανέντος ἐν πυρὶ τοῦ κυρίου, βαπτίσαντα; ἐπικελεύε- ται γὰρ τοῖς ἱερεῦσιν τοῦτο ποιῆσαι οὐ μόνον ἅπαξ, λέγει γάρ· »Δευτερώσατε· ὅτε καὶ ἐδευτέρωσαν«, καὶ »Τρισσώσατε· ὅτε καὶ »ἐτρίσσωσαν«. ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ’ ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγό- μενα ἐπιδημήσας βαπτίζειν ἐμελλεν; Χριστὸς οὖν ἐν ὅδατι οὐ [*](1 Vgl. Hebr. 4, 12. — 4 Luk. 18, 10 f. — 10 Vgl. Luk. 18, 14. — 11 Vgl. Matth. 28, 13. — 14 Ps. 13, 3. Ps. 139, 4. Vgl. Röm. 3, 13. — 15 Ps. 57, 5. — 17 Job. 1, 25. — 20 Vgl. Mark. 1, 2. — 24 Vgl. Job. 4, 2. — 25 Job. Ι 21. — 26 Vgl. I Kön. 18, 21 ff. — 30 I Kön. 18, 34. — 32 Vgl. Mal. 4, 4ff. — 33 Vgl. Job. 4, 2.) [*](3 περιαυτόλογου] περὶ αὐτολόγων, corr. V Ι 12 αὐτοὺς] ἐαυτοὺς, corr. Hu | 13 τὸν + V Ι 27 βαπτίσαντα] | 28 βαπτίσαντα] βαπτίασντος, corr. Br, V Fügt vor βαπτίσαντος ein καὶ ein | ἐπικελεύεται] ἐπελεύσεται, corr. Hu | 29 ἱερεῦσιν Μ*.)

134
βαπτίζει, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ πνεύματι βαπτίζειν καὶ Πυρί.

παραδεξάμενος δὲ ὁ Ἡρακλέων τὸν τῶν Φαρισαίων λόγον ὡς ὑγιῶς εἰρημένον περὶ τοῦ ὀφείλεσθαι τὸ βαπτίζειν Χριστῷ καὶ Ἠλίᾳ καὶ παντὶ προφήτῃ, αὐ- ταῖς λέξεσίν φησιν, οἷς μόνοις ὀφείλεται τὸ βαπτίξειν, καὶ ἐκ τῶν εἰρημένων μὲν ἡμῖν ἔναγχος ἐλεγχόμενος, μάλιστα δὲ ὅτι κοινότερον τὸν προφήτην νενόηκεν· οὐ γὰρ ἔχει δεῖξαί τινα τῶν προφητῶν βαπτίσαντα. οὐκ ἀπιθάνως δέ φησιν πυνθάνεσθαι τοὺς Φαρισαίους κατὰ τὴν αἰ,τῶν πανουργίαν . οὐχὶ ὡς μαθεῖν θέλοντας.

Ἐπεὶ δὲ ἀναγκαἶον ἡμῖν φαίνεται παρατιθέναι τὰς ὁμοίας τῶν εὐαγγελίων λέξεις τοῖς ἐν χερσὶ ῥητοῖς, καὶ τοῦτο καθ’ ἕκαστον μέχρι τέλους ποιεῖν ὑπὲρ τοῦ τὰ μὲν συγκρούειν δοκοῦντα ἀποδείκνυσθαι σύμφωνα, τὰ δ’ ὁμοίως ἔχοντα ἕκαστον κατ’ ἰδίαν σαφηνίζεσθαι, φέρε τοῦτο καὶ ἐνταῦθα ποιήσωμεν.

τὸ γὰρ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου« παρὰ μὲν τῷ μαθητῇ Ἰωάννῃ ἐκ προσώπου τοῦ βαπτιστοῦ λέγεται· παρὰ δὲ τῷ Μάρκῳ ὡς ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ κατὰ τὴν Ἡσαΐου γραφὴν ἀναγέγραπται οὕτως· »Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, »καθὼς γέγραπται έν [τῷ] Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω »τὸν ἄλλελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν σου· »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας »ποιεῖτε τὰς τρίβους αὐτοῦ«.

οὐ κεῖται μέντοι γε ἐν τῷ προφήτῃ »Εὐδύνατε τὴν ὁδὸν κυρίους, ὅπερ παρέθετο ὁ † Μάρκος. μήποτ᾿ οὖν ὁ Ἰωάννης ἐπιτεμνόμενος τὸ »Ἑροιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν« ἀνέγραψεν· »Εὐθύνατε τὴν »ὁδὸ κυρίου«· ὅ τι ὁ Μάρκος δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ὲν συνάγων πεποίηκεν· »Καθὼς γέ- »γραπται ἐν τῷ] Ἠασΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγ- »γελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν σου. φωνὴ »βοῶντος έν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐδείας ποιεῖτε »τὰς τρίβους αὐτοῦ«.

τὸ μὲν γὰρ »φωνὴ βοῶντος έν τῇ ἐρήμῳ‘ [*](2 Vgl. Matth. 3, 2; Luk. 8, 16. — 15 Job. 1, 23. — 19 Mark. 1, 1 ff. — 20 Mal. 3, 1. — 22 Jes. 40, 3. — 26 Joh. 1, 23. — 32 Vgl. Jes. c. 39.) [*](1. 4 τὸ] τὸ] vom Corr. in τὸ verb. | 6 ὅτι] ὅτε, corr. V Ι 7 τινα] τινας, corr. V | 13 συγκρούειν] σύγκρουσιν Μ, σύγκρισιν δοκοῦντα ἔχειν corr. Br Ι 14 ὁμοίως ὅμως ὡς, erstes ω undeutlich, könnte ο sein; corr. Br Ι 20. 29 τῷ fehlt S. 17, 32 u. C. Cels. II, 4 [I, 131, 14 K.] u. ist wohl mit D. 1. 22 alii Iren. z. str. Ι 24 Μάρκος] Schreibfehler für Ἰωάννης, der wohl Origenes selbst zur Last füllt. Die Ausgg. ändern den überlieferten Text; aber vgl. u. S. 138, 32 Ι 31 ἐρήμῳ, am Ende d. Ζ. ausgelassen, vom Corr. am Rande nachgetr.)

135
μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναστάντος ἐκ τῆς νόσου εὐθέως γέγραπται, τὸ δὲ »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ πρό- »σώπου σου« ὑπὸ Μαλαχίου.

ὅπερ δὲ ἐποίησεν Ἰωάννης ἐπιτεμνό μενος ὅ παρέθετο ῥητόν, τοῦτο ἐπ᾿ ἄλλης λέξεως ὁ Μάρκος καὶ αὐτὸς ἐνέφηνεν· ὁ μὲν γὰρ προφήτης φησίν· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ θεοῦ ἡμῶν«· ὁ δὲ Μάρκος· »Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ«. τὴν δ᾿ ὁμοίαν ἐπιτομὴν πεποίηται καὶ ἐπὶ τοῦ » Ἰδοὺ ἐγὼ ἀποστέλλω »τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τὴν ὁδόν »σου«. οὐ παρέθετο γὰρ τὸ προκείμενον τὸ » Εμπροσθέν μου«.

Ἔτι ἐπὶ] τὸ »Ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων, καὶ ἠρώτησαν αὐτόν« ἐξετάζοντες ἡμεῖς προετάξαμεν τὴν ἐρώτησιν τῶν Φαρισαίων, ὡς σεσιωπημένην παρὰ τῷ Ματθαίῳ, * * τοῦ ἀναγεγραμ- μένου γεγονέναι] παρὰ τῷ Ματθαίῳ], ὅτι »Ἰδὼν ὁ Ἰωάννης πολλοὺς »τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἰπεν »αὐτοῖς Γεννήματα ἐχιδνῶν‘ καὶ τὰ ἑξῆς· ἀκόλουθον γάρ ἐστιν πρῶ- τον πυθέσθαι, εἶτ᾿ ἐληυθεέναι.

καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπορευομένους μένους πρὸς τὸν Ἰωάννην τὰ Ἰεροσόλυμα καὶ πᾶσαν Ι τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκη- κοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοῦς ἑωραμένους πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουαίων ἐληυθότας ἀκηκοέναι τὸ Γεννήματα »ἐχιδνῶν« καὶ τὰ ἑξῆς· ὁ δὲ Μάρκους οὐδέν φησιν ἐπιπληκτικὸν εἰρῆσθαι ὑπὸ τοῦ Ἰωάννου τοῖς ἐληλυθόσιν, οὖσιν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰεροσολυμίταις R σολυμίταις πᾶσι, καὶ βαπτιζομένοις ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ καὶ ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀκολούθως τῷ μηδὲ ὠνομα- κέναι τοὺς Φαρισαίους καὶ Σαδδουκαίους.

ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ιεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἤ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάν- [*](5 Jes. 40, 3 – 7 Mark. 1, 3. — 8 Mark. 1, 2. — 10 Jes. 40, 3. — 11 Joh. 1, 24. — 12 Vgl. S. 123, 6 ff. — 14 Matth. 3, 7. — 18 Vgl. Matth. 3, 5 f. — 29 Matth. 3, 5 f. — 31 Vgl. Mark. 1, 5.) [*](11 ἔτι] ὅτι, corr. Hu | ἐπὶ wohl aus ἔτι entst. u. z. str. ἔτι ἐπεὶ? We Ι 13 Der Text ist durch Ausfall unverständlich geworden; vor ἀναγεγραμμένου ist viell. πρὸ z. erg. ; das zweite Πατθαίῳ, τῷ das das als abhängig von ἀναγεγραμμένον gedacht werden kann, ist wohl z. str. „Die Frage der Pharisäer. die bei Matth. scheinbar übergangen wird, hat vor der aufgezeichneten Erzählung stattgefunden“ 22 ἑοραμένους, corr, V Ι 28 καὶ 2] ἦν, corr. Hu.)

136
τας· ὁ δὲ Ματθαῖος εἰσάγει μὲν ἐρχομένους ἐπὶ τὸ βάπτισμα τοὺς Φαρισαίους καὶ Σαδδουκαίους οὐ μὴν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν· διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς » Γεννήματα ἐχιδνῶν«.

Μὴ ὑπολάβῃς δ’ ἡμᾶς καὶ ἀκαίρως τὰ ἀπὸ τῶν ἑτέρων εὐαγγελίων παρατεθεῖσθαι, τὰ ἐκ] τῶν ἀπεσταλμένων ἐκ τῶν Φαρισαίων καὶ ἐρωτησάντων τὸν Ἰωάννην ἐξετάζοντας. εἰ γὰρ καλῶς ἐφηρμόσαμεν τὴν τῶν Φαρισαίων πεῦσιν, ἀναγεγραμμένην παρὰ τώ μαθητῇ Ἰωάννῃ, τῷ βαπτισμῷ αὐτῶν παρὰ τῲ Ματθαίῳ κειμένῳ, ἀκόλουθον ἠν ἐξετάσαι τὰ κατὰ τοὺς τόπους καὶ παραθέσθαι τὰ εὐρεθέντα παρατηρήματα.

ὀμοίως δὲ τῷ Μάρκῳ καὶ ὁ Λουκᾶς τοῦ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« μέμνηται ἀπὸ ἰδίου προσώπου οὕτως· »Ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου Ζαχαρίου ἐν τῇ ἐρήμῳ, »καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα »μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων »Ἡσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.

»τὴν ὁδὸν κυρίου, ποιεῖτε ποιεῖτε τὰς τρίβους αὐτοῦ«. προσέθηκεν δὲ ὁ Λουκᾶς καὶ τὰ ἑξῆς τῆς προφητείας· »Πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ »εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ »τὸ σωτήριον τοῦ θεοῦ«· ὁμοίως τῷ Μάρκῳ ἀναγράψας τὸ »Εὐθείας »ποιεῖτε τὰς τρίβους αὐτοῦ«, ἐπιτεμνόμενος, ὡς προειρήκαμεν, τὸ »Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν«.

ἀντὶ δὲ τοῦ »ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν« χωρὶς τοῦ »Πάντα« τὴν λέξιν ἔθηκεν, μετὰ τοῦ ἀντὶ ἑνικοῦ τοῦ »Εἰς εὐθεῖαν« πεποιηκέναι πληθυντικὸν »Εὐθείας«. ἔτι δὲ καὶ ἀντὶ τοῦ »Ἡ τραχεῖα εἰς πεδία« ἐποίησεν· »Καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας«, παραλιπών τε Καὶ ὀφθήσεται ἡ δόξα κυρίου« παρέθετο τὸ ἑξῆς τὸ »Καὶ ὄφεται πᾶσα »σὰρξ τὸ σωτήριον τοῦ θεοῦ«. χρήσιμοι δὲ αἱ παρατηρήσεις πρὸς ἀπόδειξιν περὶ τοῦ ἐπιτέμνεσθαι τοὺς εὐαγγελιστὰς τὰ προφητικά.

Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τὸ »Γεννήματα »ἐχιδῶν« καὶ τὰ εξῆς ὁ μὲν Ματθαῖος τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις ἐρχομένοις ἐπὶ τὸ βάπτισμα εἰρῆσθαί φησιν, ἑτέροις οὖσιν παρὰ τοὺς ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν καὶ μηδὲν τοιοῦτον [*](1 Vgl. Matth. 3, 7. — 12 Luk. 3, 2—6. — 16 Jes. 40, 3. — 18 Jes. 40, 4f. 21 Vgl. Mark. 1, 3. — 23 Jes. Ι 3. Vgl. S. 135, 3 ff. — 23 Jes. 40, 5. — 26 Jes. 40, 5. — 27 Luk. 3, 5. — Jes. 40, 5. — 28 Jes. 40, 5. Luk. 3, 6. — 31 Vgl. Matth. 3, 7.) [*](5 [ἑτέρ]ων a. Ras. | 6 ἐκ Ζ. str. | 17 τὸν τὸν | scheint προέθηκεν dagestanden zu haben | 24 τὰ ü. d. Ζ.)

137
ἀκούοντας· ὁ δὲ Λουκᾶς τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ αὐτοῦ ταῦτ’ εἰρῆσθαι ἀναγράφει, οὐ ποιήσας δύο τάγματα βαπτιζομένων, ὅπερ παρὰ τῷ Ματθαίῳ εὕρομεν.

εἰκότως δὲ καὶ οὗτος, ἐπεὶ οἱ ὄχλοι οὐκ ἐν ἐπαίνῳ τάσσονται, ὡς τοῖς τηροῦσιν σαφὲς ἔσται, τοῖς ὄχλοις εἰσάγει γέγοντα τὸν βαπτιστὴν τὸ »Γεννήματα ἐχιδνῶν« καὶ τὰ ἑξῆς. ἔτι δὲ πρὸς μὲν τοὺς Φαρισαίους καὶ Σαδδουκαίους »Ποιήσατε« εἴρηται ἑνικῶς »καρπὸν ἄξιον τῆς μετανοίας«· πρὸς δὲ τοὺς ὄχλους πληθυντικῶς »ἀξίους καρποὺς τῆς μετανοίας«.