Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐὰν δὲ μὴ παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἂν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγὴν ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· Τί βοᾷς πρὸς μέ«; οὐκ αἰσθητῶς βεβοηκότα, οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ,) μεγάλως δὲ τὴν ἀκουομένην μόνῳ θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. διὰ τοῦτο καὶ Δαβίδ φησι· »Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου«.

χρεία δὲ τῆς φωνῆς τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἵνα καὶ ἡ ἐστερημένη θεοῦ ψυχὴ καὶ ἔρημος ἀληθείας, (τίς γὰρ ἄλλη χαλεπωτέρα ἐρημία ψυχῆς θεοῦ καὶ πάσης ἀρετῆς ἠρημωμενης;) διὰ τὸ ἔτι σκολιῶς πορεύεσθαι δεομέ΄νη διδασκαλίας, ἐπὶ τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου παρακαλῆται. ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει. διόπερ καὶ ἐπιπλήσσεται ἅμα τοῖς ὁμοίοις ὁ τοιοῦτος διὰ τοῦ »Ἵνα τί διαστρέφετε τὰς ὁδοὺς κυρίου τὰς εὐθείας;«

Διχῶς δὲ ἡ ὀδὸς κυρίου εὐθύνεται, κατά τε τὸ θεωρητικόν, τρανούμενον ἐν ἀληθείᾳ ἀπαραμίκτως τοῦ ψεύδους, καὶ κατὰ τὸ πρακτικὸν μετὰ τὴν ὑγιῆ θεωρίαν τοῦ πρακτέου ἁρμονίου πράξεως ἀποδιδομένης τῷ περὶ τῶν πρακτέων ὑγιεῖ λόγῳ. καὶ ἵνα ἀκριβέ- στερον τὸ »Εὐθύνατε τὴν ὁδον κυρίου« νοήσωμεν, εὔκαιρον ἔσται [*](1 Joh. 1, 7. — 2 Matth. 11, 10. — 4 Vgl. Joh. 1, 23. — 7 Vgl. Joh. 1, 15. — 11 Joh. 7, 37. — 12 Joh. 1, 15. — 14 Jes. 40, 6. — 17 Ex. 14, 15. — 18 Vgl. Pbilo Bd. III S. 4, 11ff. We. — 20 Ps. 76, 2. — 24 Vgl. Jes. 40, 3. — 28 Vgl. Act. 13, 10. — 33 Job. 1, 23.) [*](2 ἰδοὺ] ἴδε, corr. V | 4 nacb δὲ viell, κεῖται einzuscbieben | 6 τὸ αὐτὸ τοῦτο, über τοῦτο stebt τὸ Μ, corr.We | 9 ἀπαγγελλομένου, corr.We | 14 εἶπα Μ, ν. 1. Η. zu εἶπον corr. | 15 ἡ str. Br | 16 αὐξήσωσι] αὐξῆσαι, corr. V | 25 παράκληται, corr. V | 28 δια- στρέφετε] a. Ras. | τρανουμένη? | [αραμίκτως] a Ras. | 31 ἁρμονίου] ἁρμονίου.)

128
παραθέσθαι τὸ ἐν ταῖς Παροιμίαις εἰρημένον· »Μὴ ἐκκλίνῃς μήτε »δεξιὰ μήτε ἀριστερά«· ὁ γὰρ ἐκκλίνων εἰς ὀποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα· »ὅτι γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας «ἠγάπησεν καὶ εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ«.

ὅπερ δὲ ὁρᾷ φωτίζει· διὰ τοῦτο ὁ ἐπισκοπούμενος ἀντιλαμβανόμενος τῆς ἀπὸ τῆς ἐπισκοπῆς ὠφελείας φηίν· »ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ »προσώπου σου, Κύριε((. στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν έν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτήσαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ὁδός«· καὶ ἐπορεύθησαν ἐν αὐτῇ.

ἀγαθὴ γὰρ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὸν ἀγαθὸν πατέρα, τὸν ἀγαθὸν ἄνθρωπον, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέροντα τὰ ἀγαθά, καὶ τὸν ἀγαθὸν δοῦλον καὶ πιστόν. αὕτη δὲ ἡ ὁδὸς στενὴ μέν, τῶν πολλῶν οὐ χωρούντων ὁδεύειν αὐτὴν καὶ μεγαλοσάρκων, ἀλλὰ καὶ τεθλιμμένῃ ὑπὸ τῶν βιαζομένων μένων πορεύεσθαι δι’ αὐτῆς ἐστιν ὁδός, ἐπεὶ οὐκ εἴρηται »θλίβουσα« ἀλλὰ τεθλιμμένη«·

θλίβει θλίβει ζῶσαν τὴν ὁδὸν καὶ αἰσθομένην τῶν ἰδιωμάτων τοῦ ὁδεύοντος ὁ μὴ ὑπολυσάμενος τὰ ὑποδήματα ἐκ τῶν ποδῶν μηδὲ γνησίως παραδεχόμενος ὅτι »ὁ τόπος«, ἐν ᾧ ἕστηκεν ἢ καὶ ὃν βαδίζει, »γῆ ἁγία ἐστίν«. ἀπάξει δὲ ἐπὶ τὴν ζωὴν ὄντα τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ζωή«.

ὁ γὰρ σωτήρ, εἰς ὃν πᾶσά ἐστιν ἀρετή, ταῖς ἐπινοίαις πολύς· διὰ τοῦτ᾿ ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ’ ἔτι προκόπτοντι ὁδός, τῷ δ᾿ ἤδη πᾶσαν νεκρότητα ἀποθεμένῳ ζωή. ταύτην τὴν ὁδὸν ὁ ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐδὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐδ᾿ ὑποδημάτων.

Δύναται μέντοι γε τὸ »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ »ἐρήμῳ«, καὶ τὸ ἐξῆς ἴσον εἶναι τῷ Ἐγώ εἰμι περὶ οὑ γέγραπται φωνὴ βοῶντος, ὡς βοῶντα εἶναι τὸν Ἰωάννην, καὶ τούτου τὴν φωνὴν ἐν τῇ ἐρήμῳ βοᾶν· »Εὐθύνατε τὴν ὁδὸν κυρίου«. Δυσφημότερον μότερον δὲ ὁ Ἡρακλέων περὶ Ἰωάννου καὶ τῶν προφητῶν δια- [*](1 Prov. 4, 27. — 4 Ps. 10, 7.—7 Ps. 4, 7. — 8 Vgl. Jer. 6, 16. — 14 Joh. 14, 6. — 15 Vgl. Matth. 7, 14. — 16 Vgl. Luk. 6, 40. — 17 Vgl. Matth. 25, 21. — 18 Vgl. Matth. 7, 13. — 19 Vgl. Matth. 11, 12. Luk. 16, 16. — 21 Vgl. Ex. 3, 5. — 24 Joh. 14, 6. — 28 Vgl. Mark. 6, 8f. — 30 Vgl. Exod. 3, 5. — 31 Joh. 1, 23.) [*](6 ὁ über d. Ζ. | 17 ἡ + V | 18 μεγαλοσάρκων] φιλοσάρκων V | 27 ὁ + We.)

129
λαμβάν[ον φησὶν φησὶν ὁ λόγος μὲν ὁ σωτήρ ἐστιν, φωνὴ δὲ ἡ ἐν τῇ ἐρήμῳ ἡ διὰ Ἰωάννου διανοουμένη, ἠχος δὲ πᾶσα προφητικὴ τάξις.

λεκτέον δὲ πρὸς αὐτὸν ὅτι ὥσπερ »ἀὰν »ἄδηλον σάλπιγξ φωνὴν δῷ οὐδεὶς παρασκευάζεται εἰς πόλεμον«, καὶ ὁ χωρὶς ἀγάπης ἔχων γνῶσιν μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ αὐτὴν ὁ σωτὴρ »Ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε »ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι«· καὶ »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ »ἐκεῖνος ἔγραψεν«· καὶ Καλῶς ἐπροφήτερυσεν περὶ ὑμῶν ἡσαΐας »λέγων·

Ὁ λαὸς οὑτος τοῖς χείλεσίν με τιμᾷ« οὐκ οὐκ γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ᾿ ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τάς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης. τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ τοῦτο τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλλαλάζον, ἐπὶ τὸν ἡχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὡφεληθησομένους;

οὐκ οἶδα δ᾿ ὅπως χωρὶς πάσης κατασκευῆς ἀποφαίνεται τὴν φωνὴν οἰκειοτέραν οὖσαν τῷ λόγῳ λόγον γίνεσθαι, ὡς καὶ τὴν γυναῖκα εἰς ἄνδρα μετατίθεσθαι. καὶ ὡς ἐξουσίαν ἔχων τοῦ δογματίζειν καὶ πιστεύεσθαι καὶ προκόπτειν, τῷ ἤχῳ φησὶν ἔσεσθαι τὴν εἰς φωνὴν μεταβολήν, μαθητοῦ μὲν χώραν διδοὺς τῇ μεταβαλλούσῃ εἰς λόγον φωνῇ, δούλου δὲ τῇ ἀπὸ ἤχου εἰς φωνήν. καὶ εἰ μὲν ὅπως ποτὲ πιθανότητα ἔφερεν ἐπὶ τῷ αὐτὰ κατασκευάσαι, κἂν ἠγωνισάμεθα περὶ τῆς τούτων ἀνατροπῆς·

ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις. ὅπερ δὲ ὑπερεθέμθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τοὺτων ἀρνεῖται. καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν [*](3 Vgl. I Kor. 14, 8.—5 Vgl. I Kor. 13, If. — 8 Job. 5, 39. — 10 Joh. 5, 46. — 11 Matth. 15, 7f. Vgl. Jes. 29, 13. — 17 Vgl. I Kor. 13, 1. — 28 Vgl. S. 125, 21. — 30 Vgl. Matth. 11, 13 f.) [*](2 nach διανοουμένη ist viell. <ἦχος> ausgefallen, vgl. Z. 12ff. | 3 τάξις] λέξις? | 4 παρασκευάζεται] so auch Α; doch citiert Orig. nicht wörtlich, wie die Verwandlung der Frage in eine Aussage zeigt | 8 ἐρευνᾶτε aus ἐραυνᾶτε Μ | 11 ἐκεῖ[νο] a. Ras. I 18 ἠχοῦντες, corr. We (oder ἠχῶν τις) | 25 φωνῇ] φωνὴν ἣ, corr. Hilgenfeld | 27 ἠγωνισάμεθα] ἠγωνισόμεθα (νι a. Ras.), corr. V | ἀνατρ[οπὴν] a. Ras. | 29 κεκίνηται] κεῖνται?)

130
αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει· ὅταν δὲ μείζονα προφητῶν καὶ έν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει· αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώμενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν.

ὅσην δὲ βάσανον ἡμεῖς περὶ τούτων κατὰ τὸ τὸνατὸν νατὸν πεποιήμεθα, οὐδένα ἀπαραμύθητον ἐῶντες τῶν λεγομένων ὅρων, συγκρῖναι τοῖς ὑπὸ Ἡρακλέωνος, ἅτε οὐκ ἐξουσίαν ἔχοντος τοῦ λέγειν ὅ βούλεται, ἀποφανθεῖσιν. πῶς γὰρ ὅτι περὶ τῶν περὶ αὐτόν ἐστιν τὸ Ἠλίαν αὐτὸν καὶ προφήτην εἶναι, καὶ περὶ αὐτοῦ τὸ φωνὴν αὐτὸν εἶναι βοῶντος ἐν τῇ ἐρήμῳ, οὐδὲ κατὰ τὸ τυχὸν πειρᾶται ἀποδεικνύναι· ἀλλὰ χρῆται παρασείγματι, τὰ περὶ αὐτὸν οἱονεὶ ἐνδύματα ἡν ἕτερα αὐτοῦ, αὐτοῦ, καὶ οὐκ ἂν ἐρωτηθεὶς περὶ τῶν ἐνδυμάτων εἰ αὐτὸς εἵη τὰ ἐνδύματα, ἀπεκρίθη ἂν τὸ Ναί.

πῶς γὰρ ἐνδύματα τὸ εἶναι τὸν Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι ἐστὶν Ἰωάννου, οὐ πάνυ τι κατ’ αὐτὸν θεωρῶ· τάχα καθ’ ἡμᾶς, ὡς δεδυνήμεθα διηγησαμένους τὸ Ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« δυναμένου πως λέγεσθαι τοῦτο τὸ πνεῦμα Ἠλίου Ἠλίου ἔνδυμα τῆς Ἰωάννου ψυχῆς.

Θέλων δ’ ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ Λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων Ι πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τὸ Ὅτι τούτοις προσῆκον ἠν περὶ τούτων πο- λυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτε- ροῦσιν, οὐ πάνυ πάνυ ἐξητασμένως τὸ Ὅτι καὶ αὐτὸς ἐκ λευϊτικῆς φυλῆς ἦν, ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητάσαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένεσιν αὐτοῦ, πῶς χώραν χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ ἐστίν; καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ »ὁ προφήτης εἶ ει σύ; « ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι Ἐπηρώτησαν εἰ προφήτης εἰη τὸ κοινότερον βουλόμενοι μαθεῖν.

ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ᾿ ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξαι, εὐτελῆ ἀμφιβολίαν διαστείλασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ » Μείζων ἐν γεννη- [*](2 Vgl. Luk. 7, 28; Matth. 11, 11. — 15 Vgl. Matth. 11, 14. — IT Luk. 1, 17. — 24: Vgl. VI, 12. (S. 121, Μ) 14 (S. 122, 27ff.) — 27 Vgl. Joh. 1, 21. — 33 Luk. 7, 28; Vgl. Matth. 11, 11.) [*](1 αὐτὸν3] αὐτοῦ, corr. Hilgenfeld; vgl. Z. 5, 9, 12 Ι 6 οὐδὲν, corr. We | τῶν a. Ras. | 1 1 τὸ über d. Ζ. | πειρᾶται] ει sehr weit a. Ras. Μ | 18 ἔνδυμα] ἐνδυνάμαει, corr. Thorndike Ι 19 θέλων δ’ ἔτι] θέλοντες, corr. Br; θέλων δέ τις Β | 20 πεμφθέντες] πεμ a. Ras. u. sehr undeutlich; Raum für c. —7 Bchst., oï πεμφθέντες (οἱ πε a. Ras.) V 1 21 λέγει τὸ] λέγοιτο, corr. Br Ι 24 προαποροῦντες] προ str. Hu als Dittographie.)

131
»τοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν«· οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ »Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν« διχῶς γίνε- ται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους αὐτῷ εἶναί τινας· ἀληθὲς γὰρ ἴσων ὄντων αὐτῷ πολλῶν προφητῶν, κατὰ τὴν δεδομένην αὐτῷ χάριν τὸ μηδένα τούτου μείζονα εἶναι.

οἴεται δὲ τὸ] κατασκευάζεσθαι τὸ Μείζονα τῷ προφητεύεσθαι ὑπὸ Ἡσαΐου ὡς μηδενὸς ταύτης τῆς τιμῆς ἠξιωμένου μένου ὑπὸ θεοῦ τῶν πώποτε προφητευσάντων. ἀληθῶς δ' ὡς καταφρονῶν τῆς παλαιᾶς χρηματιζούσης διαθήκης καὶ μὴ τηρήσας καὶ αὐτὸν Ἠλίαν προφητευόμενον τοῦτ᾿ ἀπετόλ- μησεν ἐἰπεῖν· καὶ γὰρ Ἠλίας προφητεύεται ὑπὸ Μαλαχίου λέγον- τος· »Ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν θεσβίτην, ὅς ἀποκαταστή- »σει καρδίαν πατρὸς πρὸς υἱόν«.

καὶ Ἰωσίας δέ, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀνέγνωμεν, προφητεύεται ὀνομαστὶ ὑπὸ τοῦ ἐληλυθότος ἐξ Ἰούδα προφήτου λέγοντος, παρόντος καὶ τοῦ Ἰεροβοάμ, »Θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῶ »Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ« φασὶν δέ τινες καὶ τὸν Σαμψὼν ὑπὸ τοῦ Ἰακὼβ προφητεύεσθαι λέγοντος· »Δὰν κρινεῖ τὸν ἑαυ- »τοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ« · ἐπεὶ ἀπὸ τῆς φυλῆς τοῦ Δὰν γενόμενος ὁ Σαμψὼν ἐδρινε τὸν Ἰσραήλ. καὶ ταῦτα δὲ εἰς ἔλεγχον τῆς πορπετείας τοῦ ἀποφηναμένου μηδένα πλὴν Ιωάννου προφητεύεσθαι εἰρήσθω, ταῦτα εἰρηκότος έν τῷ θέλειν αὐτὸν διηγεῖσθαι τί τὸ »Ἐγὼ φωνὴ βοῶντος έν τῇ ἐρήμῳ«.

Ι, 24-25 Καὶ [οἱ] ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδέ Ἠλίας οὐδὲ ὁ προφήτης;

Οἱ μὲν ἀπὸ Ἱεροσολύμων πέμψαντες τοὺς τοὺς ἐρωτήσοντας τὸν Ἰωάννην ἱερεῖς καὶ Λευί·τας μαθόντες ὅστις τε οὐκ ἠν ὁ Ἰωάννης καὶ ὃς ἠν, σεμνοπρεπέστατα ἡσυχάζουσιν, οἱονεὶ συνκατατιθέμενοι διὰ τῆς σιωπῆς καὶ ἐμφαίνοντες τὸ παραδέχεσθαι τὰ εἰρημένα, ὅτι ἁρμόζει τῇ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ [*](5 Vgl. Rom. 12, 6. – 7 Vgl. Jes. 40, 3. — 12 Mal. 4, 4f. (3, 22f.) — 13 Vgl. 1 Kön. 13, If. — 16 I Kön. 13, 2. — 18 Oen. 49 16. — 23 Job. 1. 23. — 31 Vgl. Jes. 40, 3.) [*](6 τὸ] str. Br | τῷ + Br | 7 προφητεύεσθαι] προφητεύεται, corr. Β | 17 ἰωσίως, corr. V Ι Σαμψὼν] μ a. Ras. 18 18. 20 Δὰν] δ’ ἂν, corr. V Ι 21 προπετείας) προφητείας, corr. Del Ι 24 οἱ über d. Ζ.; zu str. mit A*Bn*C*L; vgl. S. 135, 11 Ι 25 εἰπαν] α a. Ras. (so BC*LX 33; εἶπον ABBREV rel.).)

132
φωνῇ εἰς τὸ εὐδύνειν τὴν ὁδὸν κυρίου τὸ βαπτίζειν.

οἱ δὲ Φα- ρισαῖοι, ατε κατὰ τὸ ονομα οντες Διῃρημένοι τινὲς καὶ στασιώ- δεις, τὸ μὴ ὁμονοεῖν παριστᾶσιν τοῖς ἐν τῇ μητροπόλει Ἰουδαίοις καὶ τοῖς λειτουργοῖς τῆς τοῦ θεοῦ θεραπείας, ἱερεῦσι καὶ Λευ·ί·ταις, διὰ τοῦ ἀποστεῖλαι οἱονεὶ ἐπιπληκτικῶς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς κωλυτικῶς τοῦ βαπτίζειν τοὺς ἐρωτήσοντας· Τί »Τί βαπτίζεις »εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;« καὶ τάχα εἰ συγκλώσαιμεν εἰς ἕν σωματοποιοῦντες τὰ ἐν τοῖς εὐαγγελίοις γεγραμμένα, εἴποιμεν ἄν νῦν μὲν αὐτοὺς ταῦτα εἰρηκέναι, ὑστερον δὲ οὐκ οἶδ' ὅπως αὑτοὺς ἐπιδεδωκότας τῷ βαπτίσασθαι ἀκηκοέναι ὑπὸ τοῦ Ἰωάννου τὸ »Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν »φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον »τῆς μετανοίας«·