Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην

(καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης) ὧν τοῦ Ἡλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθήσεως τι ἀποβάλλεσθαι διὰ τὸ »Ἀνὴρ δασὺς καὶ ζώνην Δερματίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ«· τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐδὲ παραπλήσιον τυγχάνον τῷ χα- ρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος.

καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ | Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν, καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖς αὐτῷ διὰ τῆς ὀνομαζομένης εἰρήνης ἐπηγγέλθαι, ἀνθ’ ὧν ζηλώσας θείῳ ζήλῳ κεκινημένος ἐξεκέντησε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην καὶ κατέπαυσε τὸν λεγόμενον θυμὸν τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· »Φινεὲς υἱὸς ἐλεαζὰρ υἱοῦ Ἀαρὼν κατέπαυσε τὸν θυμόν μου, »ἀνθ᾿ ὡν ἐζήλωσε τὸν ζῆλόν μου«.

θαυμαστὸν οὖν οὐδὲν εἰ οἱ τὸν αὐτὸν ὑπολαμβάνοντες Φινεὲς καὶ Ἠλίαν, (ἤτοι ὐγιῶς λέγοντες ἢ μή· οὐ γὰρ περὶ τούτου νῦν πρόκειται ἐξετάζειν) τὸν αὐτὸν ἐνόμιζον εἶναι Ἰωάννην καὶ Ἰησοῦν. ἢ ἐδίσταζόν γε περὶ τούτου μαθεῖν τε ἐβούλοντο εἰ ὁ αὐτός έστιν Ἰωάννης καὶ Ἠλίας.

προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχε- [*](1 Mark. 6, 16. Matth. 14, 2.—3 Matth. 13, 55f. — 14 II Kön. 1, 8. — 21 Vgl. Rieht. 20, 28. — 23 Vgl. Num. 25, 11. — 33 Vgl. de princ. 2, 8.) [*](1 Das Citat aus Mark. u. Matth. vermischt, wolil ebenfalls gedächtnismässig | 5 αἱ nach Comm. in Mt. X, 17 (III, 45, 8L.) zugesetzt. Das Fehlen von αἱ ist im NT. handschriftl. unbezeugt | 13. 14 ἀπὸ] viell. ἐπὶ z. 1. | ἀπολαβέσθαι? Pr, λαμβάνεσθαι? We | 30 nach γε + καὶ V, besser καὶ statt ἢ einzusetzen.)

124
ται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῶ, πότερον καθ᾿ ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ’ ὑποκείμενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.

ἐν οἷς καὶ τί ἐστι κυρίως μετενσωμάτωσις ἐξετάσαι δεήσει, τί τε αὕτη διαφέρει ἐνσωματώσεως, καὶ εἰ ἀκολουθεῖ τῷ λέγοντι μετεωσωμάτωσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον. ἐν οἷς ἀναγκαῖον ἔσται παραθεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς.

καὶ ἁπαξαπλῶς ὁ περὶ ψυχῆς λόγος πολὺς καὶ δυσερμήνευτος ὢν ἀναλεχθησόμενος ἀπὸ τῶν ἐν ταῖς γραφαῖς σποράδην κειμένων ἰδίας δεῖται πραγματείας. διόπερ νῦν κατὰ τὸ παρῆκον ἐκ τῶν περὶ Ἠλίου καὶ Ἰωάννου ἐζητημένων ἐπὶ βραχὺ ἐξετασαντες τὸ πρόβλημα μετίωμεν ἐπὶ τὰ ἑξῆς.

Ι,21. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.

Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην; ὡς καὶ ὁ πατὴρ αὐτοῦ Ζαχα- ρίας πλησθεὶς πνεύματος ἁγίου προφητεύων φησί· »Καὶ σὺ δέ, παιδίον, προφήτης ὐψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοι- »μάσαι ὁδοὺς αὐτοῦ«· εἰ μὴ ἄρα τις ἐπιλήψεται τοῦ »Κληθήσῃ«, μὴ εἰρημένου τοῦ >Ἔσῃ«, καὶ μάλιστα διὰ τὸ πρὸς τοὺς οἰομένους αὐτὸν προ φήτην εἶναι εἰρηκέναι τὸν σωτῆρα· »Ἀλλὰ τί † ἐξήλθετε ἰδεῖν; προφήτην;

»ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. παρατηρητέον δὲ ὅτι τῷ »Ναί, λέγω ὑμῖν« τίθησιν τὸ προφήτην εἶναι τὸν Ἰωάννην, καὶ οὐκ ἀναιρεῖ τὸ προφήτην αὐτὸν εἶναι. ἐὰν δὲ πρὸς τῷ προφήτης τυγχάνειν καὶ »περισσότερον προφήτου« ὑπὸ τοῦ σωτῆρος λέγηται, πῶς οὖν, εἰ προφήτης ἐστίν, πρὸς τοὺς ἱερεῖς καὶ Λευίτας ἐρωτῶντας· »Ὁ προφήτης εἶ σύ;« ἀπεκρίθη »Οὔ«; λεκτέον δὲ πρὸς τοῦτο ὅτι οὐ ταὐτόν έστιν »Ὁ προφήτης εἶ σύ;« τῷ «Προφήτης εἶ σύ;« τὰ δ᾿ ὅμοια τετηρήκαμεν ἐξετάζοντες τί διαφέρει τὸ »Ὁ θεός« τοῦ »Θεός καὶ »Ὁ λόγος« τοῦ Λόγος((.

ἐπεὶ τοίνυν έν τῷ Δευτερονομίῳ γέγραπται· »Προφήτην ὑμῖν ἀναστήσει 〈κύριος〉 ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν [*](11 Vgl. Hebr. 5, 11. — 12 Ob Origenes eine solche Schrift verfasst hat, ist nicht bekannt. — 16 Vgl. Matth. 11, 13. — 17 Vgl. Luk. 1, 67. — 18 Luk. 1, 76. — 22 Matth. 11, 9. — 26 Matth. 11, 9. — 28 Joh. 1, 21. — 30 Vgl. II, 2 (S. 54, 12ff.) — 32 Act. 3, 22f.; (Vgl. Deut. 18, 15 f. Lev. 23, 29).) [*](20 ἐπιλήμψεται Μ* | 22 ἐξήλθ[ε] ε. a. Ras., Ζ. 1. ἐξήλθατε (mit ΒℵCDZLPΔ33); wie wohl ursprünglich dastand | 24 τῷ] τὸ, corr. Pr | 25 ἀναιρεῖται, coit. We 29 τῷ bis σὺ am Rande nachgetr. | 31 λόγος2] λόγου, corr. Hu | 32 〈κύριος〉 + Pr nach S. 116, 4 u. XIII, 55.)

125
»ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀδούσεσθε· καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ »ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«, προσεδοκᾶτο ἐξαιρέτως τις προφήτης ὅμοιον Μωσεῖ τι ἔχων, τὸ μεσιτεῦσαι θεοῦ καὶ ἀνθρώπων καὶ τὸ λαβὼν διαθήκην ἀπὸ θεοῦ δοῦναι τοῖς μαθητευομένοις τὴν καινήν· καὶ καθ’ ἕκαστον τῶν προφητῶν ἐγίνωσκον ὁ λαὸς Ἰσραὴλ μηδένα ἐκείνων εἶναι τὸν ὑπὸ τοῦ Μωσέως προφητευθέντα.

ὥσπερ οὖν ἐδίσταζον περὶ Ἰωάννου μήποτε ἄρα Χριστὸς αὐτὸς ἦν, οὕτως καὶ μήποτε »ὁ προφήτης«. οὐ θαυμαστὸν δὲ εἰ μὴ ἠκρίβουν ὅτι ὁ αὐτός ἐστι Χριστός καὶ διστάζοντες περὶ Ἰωάννου, μήποτε αὐτὸς ὁ χριστὸς ἡν· ἀκόλουθον γὰρ τῷ περὶ τούτου δισταγμῷ τὸ αὐτὸν τὸν αὐτὸν εἶναι >Χριστὸν καὶ τὸν

Ἔλαθε δὲ τοὺς πολλοὺς ἡ διαφορὰ τοῦ Ὁ <Ὁ καὶ >Προφήτης<, ὡς καὶ τὸν Ἡρακλέωνα, ὅστις αὐταῖς λέξεσί ὡς ἄρα Ἰωάννης ὡμολόγησεν μὴ εἶναι ὁ χριστός, ἀλλὰ μηδὲ προφήτης μηδὲ Ἠλίας. καὶ δέον αὐτὸν οὕτως ἐκλαβόντα ἐξετάσαι τὰ κατὰ τοὺς τόπους, πότερον ἀληθεύει λέγων μὴ εἶναι προφήτης μηδὲ Ἠλίας, ἢ οὔ. ὁ δὲ μὴ ἐπιστήσας τοῖς τόποις, ἐν οἷς καταλέλοιπεν ὑπομνήμασιν ἀνεξετάστως παρελήλυθεν τὰ τη- λικαῦτα, σφόδρα ὀλίγα καὶ μὴ βεβασανισμένα έν τοῖς ἑξῆς εἰπών, περὶ ὡν εὐθέως ἐροῦμεν.

Ι, 22 Εἶπον οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;

Δυνάμει τοῦτο λέγουσιν οἱ ἀποσταλέντες· Ὅπερ ὑπονοοῦντες οῦντες εἶναί σε ἐληλύθαμεν μαθησόμενοι ἔγνωμεν οὐκ ὄντα· λείπεται δὲ μετὰ ταῦτα ἀπὸ σοῦ ἀκοῦσαι τὸ ὅστις εἶ, ἵνα τοῖς πέμψασιν τὴν σὴν ἀπόκρισιν περὶ σοῦ ἀπαγγείλωμεν.

[*](3 Vgl. Gal. 3, 19f. — 7 Vgl. Luk. 3, 15. — 20 Vgl. S. 129, 28 ff.)[*](2 ἐξολ[ε]θρευθήσεται] ε a. Ras. | 5 καὶ ü. d. Ζ. Μ | 8 ἦν, ἧ V | 9 ὁ καὶ + Br | 10 ἦν ἦ V | 15 ἄρα] ἀρ᾿ εἰ, corr. Hu | 17 nach ἀληθεύει + ἠ Μ, corr. Hu 22 εἶπον] ον a. Ras. | 24 ὑπονοῦντες, corr. V | 27 Der Rest der Erklärung V. 22 ist verloren gegangen. Von dem Texte von V. 23 (126, 1) ist noch ἔφη ausgefallen. Dass die Erklärung des V. unvollständig ist, beweist schon Kürze.)
126

Ι, 23 Ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.

Ὥσπερ ὁ κυρίως υἱὸς τοῦ θεοῦ οὐχ ἕτερος λόγου τυγχάνων χρῆται λόγῳ αὐτὸς γὰρ ὁ έν ἀρχῇ λόγος ἡν, ὁ πρὸς τὸν θεόν, ὁ λόγος θεός), οὕτως Ἰωάννης ὁ ὑπηρέτης ἐκείνου τοῦ λόγου, εἰ κυρίως ἀκούοιμεν τῆς γραφῆς, οὐχ ἕτερος ὢν φωνῆς, χρῆται φωνῇ δεικνυούσῃ τὸν λόγον.

οὗτος δὴ συνιεὶς τὴν περὶ ἑαυτοῦ προφητείαν παρὰ τῷ Ἡσαΐᾳ εἰρημένην φησὶν εἶναι φωνὴ οὐχὶ βοῶσα ἐν τῇ , ἀλλὰ »βοῶντος ἐν τῇ ἐρήμῳ«, τοῦ ἑστῶτος καὶ κεκραγότος· »ἐάν τις διψᾷ, »ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«· λέγοντος καὶ τὸ »Εὐθύνατε τὴν ὁδὸν »κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ »σκολιὰ εἰς † εἐυθεῖαν«.

ὥσπερ γὰρ ἐν τῇ Ἐξόδῳ γέγραπται πρὸς Μωσέα λέγεσθαι ὑπὸ θεοῦ· »Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ »ἀδελφός σου ἔσται σου προξήτης«, σου νοητέον οὕτω νοητέον ἀνάλογόν τι τούτοις, εἰ καὶ μὴ πάντη ὅμοιον, εἶναι τὸν ἐν ἀρχῇ λόγον θεὸν καὶ Ἰωάννην· φωνὴ γὰρ δεικτικὴ καὶ παραστατικὴ ἐκείνου τοῦ λόυου ὁ Ἰωάννης ἦν.

διόπερ πάνυ ἁρμοζόντως οὐκ ἄλλῃ κολάσει περιβάλλεται Ζαχαρίας. εἰπὼν πρὸς τὸν ἄγγελον· »Κατὰ τί γνώσομαι τοῦτο; »ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέ- »ραις αὐτῆς« ἢ τῇ στερήσει τῆς φ(ονῆς διὰ τὴν ἀπιστίαν τῆς γενέσεως τῆς φωνῆς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ γαβριὴλ πρὸς αὐτόν· »Ἰδοὺ »ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται εἰς »τὸν καιρὸν αὐτῶν«· οὗτος δὴ ὁ Ζαχαρίας, ὅτε Αἰτήσας πινακίδιον »ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ, καὶ ἐθαύμασαν πάντες«, ἀπείληφεν τὴν φωνήν· »Ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα »καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν«.

Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τοῦ τίνα τρόπον νοητέον λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὰ παριστάμενα ἐδηλώσαμεν, οὕτως κατὰ τὴν ἁρμόζουσαν ἀκολουθίαν, ἐπεὶ ὁ Ἰωάννης »ἦλθεν εἰς μαρ- »τυρίαν«, »ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ», »ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ«, νοητέον φωνὴν εἶναι μόνην χωρῆσαι κατ’ ἀξίαν τὸν ἀπαγγελλόμενον λόγον δυναμένην τὸν Ἰωάννην.

καὶ μάλιστα τοῦτο συνήσομεν ἐὰν ὑπομνησθῶμεν ὡν προ- [*](4 Vgl. Joh. 1, 1. — 5 Vgl. Luk. 1, 2. — 6 Vgl. Joh. 1, 23. — 9 Joh. 7, 37. — 10 Luk. 3, 4f. (Jes. 40, 3f.) — 14 Ex. 7, 1. — 16 Vgl. Joh. 1, 1. — 19 Luk. 1, 18. — 22 Luk. 1, 20. — 25 Luk. 1, 63. — 27 Luk. 1, 64. — 29 Vgl. I, 38 (S. 49, 3ff:) — 31 VgL Joh. 1, 6f.) [*](3 λόγου] λόγος, corr. Ferrarius | 7 χρῆται — αὐτὸς a. Ras. | 16 εὐθεῖαν] εὐθείας z. I. nach S. 136, 25 ff., wo Orig. ücklich εὐθείας als Lesart des Luk. bezeichnet.)

127
παρεθέμεθα διηγούμενοι τὸ »Ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ«· περὶ τοῦ »Οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν »ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου »ἔμπροσθέν σου«. καλῶς δὲ καὶ τὸ μὴ εἰναι αὐτὸν τὴν φωνὴν >λέ- >γοντος ἐν τῇ ἐρήμῳ‘, ἀλλὰ βοῶντος ἐν τῇ ἐρήμῳ«· ὁ μὲν γὰρ βοῶν τὸ »Εὐθύνατε τὴν ὁδὸν κυρίου«, καὶ λέγει· ἐνδέχεται δὲ τὸν αὐτὸν τοῦτον λέγειν μὴ βοῶντα.

βοᾷ δὲ καὶ κέκραγεν, ἴνα καὶ οἱ μακρὰν τοῦ λέγοντος ἀκούσωσιν καὶ οἱ βαρυήκοοι συνῶσιν τοῦ μεγέθους τῶν λεγομένων μετὰ μεγέθους ἀπαγγελλομένων φωνῆς, βοηθῶν τοῖς τε ἀφεστῶσιν θεοῦ καὶ τοῖς τὸ ὀξὺ τῆς ἀκοῆς ἀπολωλεκόσιν. διὰ τοῦτο γὰρ καὶ »εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζεν λέγων· »Ἐάν τις διφᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«. διὰ τοῦτο καὶ ὁ »Ἰωάννης μαρτυρεῖ περὶ αὐ- »τοῦ καὶ κέκραγε λέγων«. διὰ τοῦτο καὶ κελεύει ὁ θεὸς τῷ Ἡσαΐᾳ βοᾶν ἐν τῇ φωνῇ λέγοντος· Βόησον· κἀγὼ εἶπα· Τί βοήσω«;