Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν. περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὑ δυναμένων ἔχειν μέρος μετ'αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.

Tί οὖν λέγεται μετὰ τὸ »Ἐγείρεται ἐκ τοῦ δείπνου« κατανοήσωμεν. »Τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διεζώ- »σταο«.

καὶ ἐν τούτοις δὲ εἴποιμεν ἂν τοῖς μὴ βουλομένοις ἀπὸ τῶν ῥητῶν ἀναβαίνειν καὶ νοητῶς νοεῖν τὰ παρατιθέμενα ἐν τούτοις τῆς ψυχῆς βρώματα. τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας τῶν βρώματα. τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας τῶν μαθητῶν;

ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύματα αὐτοῦ, ἅ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μαθητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος.

τοῦτον δὲ ἔν τινι ὑφάσματι λέφεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχήματος, ὅπερ δηλοῦται διὰ τοῦ »Δαβὼν λέντιον διεζώσατο«, γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾐ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόδας.

καὶ ὅρα ἐν τούτοις πῶς ἑαυτὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα »νιπτῆρα«.

Ἀβραὰμ μὲν οὖν ἡνίακ »Ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐ- [*](4 Vgl. I Kor. 15, 24. - 5 I Korl. 15, 25. - 7 Joh. 13, 3. - 9 Die Ausführung ist verloren. - 11 Joh. 13, 4. -12 καὶ ὅρα -17 νίψῃ cat 96. - 18 Joh. 13, 4. - 25 Vgl. Joh 1, 14. - 28 Joh. 13,4. - Joh. 13, 5. - 33 Gen. 18, 2f.) [*](2 ἀκολουθησάντων αὐτῶν, corr. We | 9„Korrupt“ We; ὅσον ἐφόδοις?|10 περιστάντες |12 μετὰ1]κατὰ, corr. We | 13 ἐν τούτοις εἰ δύνασαι Cat. | 14 kαὶ <cat.Cod.s | 16 παύσεται, corr. cat.| τοὺς vor πόδας Cat.)

432
»τοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἱδὼν προσέ- »δραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσε- »κύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν. Κύριε, εἰ ἄρα εὖρον χάριν ἐναντίον »σου, μὴ παρέλθῃς τὸν παῖδά σου«. οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐδὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι. »Δηφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺςλ πόδας »ὑμῶν«.

ἀλλ'οὐδὲ Ἰωσὴρ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ'ὁ ἐπὶ τοῦ οἵκου Ἰωσὴφ ἄνθρωπος »ἐξήγαγεν »πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγεν ὕδωρ νίψαι τοὺς πόδας »αὐτῶν«. ὁ δὲ εἰπών.

»Ἦλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ'ὡς ὁ »διακονῶν« καὶ δικαίως λέγων τὸ »Μάθετε ἀπ'ἐμοῦ, ὅτι πρᾶός »εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα. ᾔδει γὰρ ὅτι οὐδεὶς οὔτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ'αὐτοῦ, ὡς αὐτός.

τὸ δὲ ὕδωρ, κατ' ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς νιπτῆρα.

εἶτα ζητῶ τί δήποτε οὑ γέγραπται μὲν τὸ >ἕνιψεν τοὺς πόδας τῶν μαθητῶν]< λέλεκται δὲ τὸ »Καὶ ἥρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν«.

ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γραφῶν, καθ' ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνήθειαν, προτάσσεσθαι τὸ »Ηρξατο«;ἢ τότε μὲν »Ἤρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν« ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐτῶν τῶν τοὺς πόδας;

ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ »Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν »τῇ νυκτὶ ταύτῃ«, καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ »Οὐ μὴ φω- »νήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίας«.

τούτων΄γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μαθητῶν πόδες, οὓς ἥρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου, συνετέλεσεν δὲτὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.

οὕτω δὲ καὶ τό τεμὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, 30 συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων.

[*](6 Gen. 18, 4. - Vgl. Gen. 43,22.- 8 Gen. 43, 23f. - 10 Luk. 22, 27. - 11 Matth. 11,29. - 18 Joh. 13, 5. - 24 Matth. 26, 31. - 25 Joh. 13, 38.)[*](1 ἱστήκεισαν wie A | 10 ἦλθον οὐχ ὡς mit D gegen alle anderen Zeugen, die μείζων ὁ ἀνακείμενος bieten | 11 πρᾶος mit C3L rel. | 17 νιπτῆρα] τη a. Ras. | 29 δὲ + We | 30 τότε] τὸ, corr. We.)
433

13, 6-11 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. λέγει αὐτῷ. Κύριε, σύ μου νίπτεις τοὺς;7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ. Ὅ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ ὁ Πέτρος. Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ. Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ'ἐμοῦ. 9 λέγει αὐτῷ. Σίμων Πέτρος. Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ὁ Ἰησοῦς. ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ'ἔστι καθαρὸς ὅλος. καὶ ὑεῖς καθαροί ἐστε, ἀλλ'οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν. διὰ τοῦτο εἶπεν. Οὐχὶ πάντες καθαροί ἐστε.

Τοῖς νῦν ὑπὸ τοῦ Πέτρου λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἔνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ συμφέροντα.

εἰ γὰρ συμφέρον μὲν τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαιτοὺς πόδας ὐπ'αὐτοῦ, Πέτρος δε μὴ ἐπιστάμενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ »Κύριε, σύ μου νίπτεις τοὺς πόδας;« δεύτερον δὲ τὸ »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σωτῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑριεῖ προθέσει καὶ σεβασμίῳ πρὸς τὸν διδάσκελον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν.

τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωταιτῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγυοιαν τὰ ἐπὶ τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων.

καὶ τοιτοῦτοί γέ εἰσιν οἱ τὸ »Μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς« φάσκοντες περὶ πάντων τῶν εἰς φθορὰν καὶ ἀπόχρησιν τῶν ἀνθρώπων, κατά τινα πολὺ τῆς θείας ὑποβεβηκυῖαν τῆς »Ὡς ἄνθρωπος ἀποθάνῃ« διδασκαλίαν.

τί δὲ δεῖ περὶ τῶν ἐν ταῖς αἰρέσεσιν κλυδωνιζομένων καὶ περιφερο- [*](18 Joh. 13, 6. - 19 Joh. 13, 8. - 21 εἰ καὶ -25 λεγόντων Cat 97.- 26 Vgl. Kol. 2, 21f. - 28 Vgl. Ps. 81, 7. - 29 Vgl. Eph. 4, 14.) [*](4 ὁ mit LΔ 69 | 6 μὴ u. πό[δας μου]μόν[ον -7 κεφαλήν] fast ganz overschwunden, da das Papier stark beschädigt ist. | 13 δέοι]δὲ, danach sind die Bchst. abgebröckelt | 14 βελτίστην] ι a. Ras. | τὰ]τὸ, corr. V | 15 συμφέροντας Μ* |16 ὑπ']ἀπ', corr. Ausgg. | 21 kαὶ σεβασμίῳ <Cat. | 22 ἔλεγεν]+ ὁ Πέτρος, ἀλλ'ὅμως Cat. | ἑαυτ]τοῦτο Cat.| τοῦ Cat., τοῦτο Μ |25 τἀναντία Cat. | 28 τῆς ]τῶν, corr. Br. | 29 δεῖ + Ηu | περιφερομένων]με a. Ras.)

434
μένων παντὶ ἀνέμῳ ἐπὶ τὴν κυβείαν τῶν ἀνθρώπων λέγειν, διαλαλούντων ὡς σωτήρια τὰ ὀλέθρια καὶ ὡς ἐπὶ σεβασμῷ τοῦ Ἰησοῦ τὰ ψευδῆ περὶ αὐτοῦ δοξαζόντων;