Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα· καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθετητικῶς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ«, καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ »Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ δια- »ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ«, καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ »Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ δια- »σκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης«. ἀνεξετάστως γὰρ πρὸς τοῦτο καὶ ἀθετητικῶς τῆς Ἰησοῦ ἀποφάσεως εἶπεν τὸ »Εἰ καὶ πάντες »σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι«.

καὶ τοῦτο ἔτι τότε προπετὲς ὂν ἐν τῇ ψυχῇ αὐτοῦ αἴτιον οἶμαι γέγονεν τοῦ ὑπὲρ τὸ μέτρον τοῦ τῶν λοιπῶν σκανδαλισμοῦ ἡμαριτηκέναι αὐτόν, ἀρνησάμενον τὸν Ἰησοῦν τρὶς πρὶν ἀλεκτοροφωνίας.

διόπερ ἐπιστήσας τῇ τοιαύτῃ προτέρᾳ ἑαυτοῦ προπετείᾳ ὠφελήθη καὶ τὰ μέγιστα, ὡς γένεσθαι στιβαρώτατος καὶ μακροθυμόντατος· ὅπερ δηλοῦται Παύλου μὲν εἰπόντος αὐτῷ »ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος »ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις »ἰουδαίζειν;« καὶ τὰ ἑξῆς· τοῦ δὲ μετὰ στίβους σιωπήσαντος καὶ τὸ κατὰ τὸν τόπον εὔλογον ἀνεξικακώτατα μὴ παραστήσαντος, περὶ οὖ ἐν τῇ πρὸς Γαλάτας οἰκειότερόν τις διαλήψεται.

καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ καθεστηκὸς αὐτοῦ, τὴν αὐτὴν εἰκόνα μεταμορφωθέντος, τοῖς ἑκάστῳ ἐφιστᾶσι καὶ προσέχουσι φανεῖται.

Καὶ ἐνθάδε τοίνυν ἐγερθέτι τᾷω Ἰησοῦ ἐν τοῦ δείπνου καὶ θέντι τὰ ἱμάτια καὶ διαζωσαμένῳ ὃ εἴληφεν λέντιον, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρξαμένῳ τοὺς πόδας νίπτειν τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾦ ἦν διεζωσμένος, πάντες μὲν παρεῖχον τοὺς πόδας, ἀκολούθως τῇ περὶ τοῦ Ἰησοῦ προλήψει θεωροῦντες ὅτι οὐκ ἂν ὁ τηλικοῦτος ἀλόγως καί, ὡς ἂν οἱ πολλοὶ λέγοιεν, βαρεῖν τοὺς μαθητὰς θέλων, νίπτοι αὐτῶν τοὺς πόδας, ἀλλά τι χρήσιμον ἐπιτελῶν ὃ περιέμενον γνώσεσθαι ὕστρεον, ἐννοοῦντες μήποτε σύμβολόν τινος ταῦτα πράττοιτο· μόνος δὲ ὁ Πέτρος τῷ προχεςιροτέρῳ ἐνιδὼν καὶ οὐδένα ἕτερον λογισμὸν ἐκείνῳ παρατιθείς, [*](6 Matth. 26, 31. — 8 Sach. 13,7. – 10 Matth. 26, 33; vgl. mark. 14, 29. – 17 Gal. 2, 14. – 22 Vgl. II Kor. 3, 18.) [*](1 διαλαλούντα, corr. V| 2 ὡς + We| 10 ἀθετικῶς, corr. Ausgg. | 11 σκανδαλισθήσεσθαι, corr. V| σοί] ἐμοί, corr. V| 13 τούτων, corr. We| 15 ὠφελήθη καὶ] ὠφεληθῆναι, corr. Pr; ὠφ΄λήθη Ferrarius, Hu u. d. Folgenden | 23 μεταμορφωθέντος] μ2 a. Ras. | 29 ἀκόλουθον, corr. We.)

435
ὡς σέβων τὸν Ἰησοῦν οὐ παρεῖχεν αὐτοῦ εἰς τὸ νίψασθαι τοὺς πόδας, ἀλλὰ πρότερον μὲν δυσωπεῖν αὐτὸν ἐπειρᾶτο ἐν τῷ »Κύριε, σύμβολόν »μου νίπτεις τοὺς πόδας;« μετὰ δὲ τοῦτο δέον αὐτὸν πεισθῆναι τὸ »Ὅ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«, φησὶ τὸ» »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«.

ἄλλως δὲ τῶν λοιπῶν μαθητῶν ἐμπιστευσάντων ἑαυτοὺς τῷ Ἰησοῦ καὶ περὶ μηδενὸς ἀντιλεγόντων αὐτῷ, οἶτος δι' ὦν λέγει, εἰ καὶ ὑγιῶς ἔδοξεν προτίθεσθαι, οὐ μόνον τοῦ Ἰησοῦ κατηγορεῖ, ὡς ἀλόγως ἀρξαμένου νίπτειν τοὺς τῶν μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν.

εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησεν ἐκείνων, παρὰ τὸ καθῆκον ἑαυτῶν τοὺς πόδας ἐμπαρεσχηκότων τῷ Ἰησοῦ· καὶ εἰ ε'φρόνει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰησοῦ, οὐκ ἂν ἀντέλεγεν τῷ γινομένῳ.

φαίνεται οὖν ἀκρίτως μὴ εὔλογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα δὲ γρὴ μέχρι τῶν ἐλαχίστων εἶναι νομιζομενων ἐρευνᾶν τὴν γραφήν, ζητήσαι τις ἂν τί δήποτε, πρώτου κατειλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὡς τῶν εἰλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὠς τῶν λοιπῶν τιμιωτέρου, ἐπεὶ καὶ ὁ ἀληθῶς πάντων ἔσχατος Ἰούδας ἦν, ὑπὸ τῆς μοχθηρᾶς διαθέσεως ἐπὶ τὰ τελευταῖα ἀνταπερριμμένος, ὁ Ἰησοῦς ἀρξάμενος νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾦ ἦν διεζωσμένος, οὐκ ἀπὸ Πέτρου ἤρξατο.

καὶ λετέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἀπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεόμενον τῆς νίψεως τῶν ποδῶν.

τάχα δὲ καὶ εἰς τὸ δοκεῖν ἀντιλέγειν ἡ ἐγγὺς καθαρότητος κατάστασις τῶν ποδῶν αὐτοῦ συνεβάλλετο.

Bασανιζόμενον δὲ τὸ ὑπὸ τοῦ Ἰησοῦ εἰρημένον τὸ »Ὁ »λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ' ἔστιν καθαρὸς ὅλος· καὶ »ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες« τάχα ἂν ὑποβάλλοι νοῦν τοιοῦτον, ὡς ἤδη νιψαμένων τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τῶν μαθητῶν, [*](2 Joh. 13, 6f. – 23 οὐκ ἀπὸ – 26 θεραπείας Cat 97. – 32 Joh. 13, 10.) [*](3 τὸ] τῷ We | 4 γνώσῃ a. Ras. | 7 οὝτως, corr. V| 11 οράκασιν | 12 ἐφρόνει τε] φρονεῖται, corr. We| 17 τοῦ] τῶ, corr. V| 20 ἦν] τὴν, corr. Hu| 23 καὶ λεκτέον – διακονούμενος von Cat. verkürzt: κατὰ τοὺς ἀρίστους ἰατροὺς [Ven. 28: ἀλλ' ὡς ἄριστος ἰατρός]· καὶ γὰρ ἐκεῖνοι | 34 ἂν + Pr| ὑποβάλλει οὖν, corr. We.)

436
καὶ πρὸς τῷ λελοῦσθαι οὐκέτι ἐχόντων χρείαν νίψασθαι, ἔτι δὲ καὶ αὐτοῦ τοῦ Πέτρου ἤδη ὄντος καθαροῦ, καὶ ρὶν νίψῃ τοὺς πόδας αὐτοῦ ὁ Ἰησοῦς.

ἐὰν δέ τις πρὸς ταῦτα ζητῇ τί δηποτοῦν εἰπών· »Ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ' ἔστι καθαρὸς »ὅλος«, μὴ χρείαν ἐχόντων νίψασθαι τῶν μαθητῶν, νίπτει τὸυς πόδας αὐτῶν ὁ Ἰησοῦς, λεκτέον αὐτῷ τὸ »Παντὶ τῷ ἔχοντι δοθήσε- »ται καὶ προστεθήσεται«.

ἐπεὶ τοίνυν εῑχον καὶ οἱ μαθηταὶ τὸ εἶναι καθαροί, προστίθησιν Ἰησοῦς τῇ καθαρότητι αὐτῶν καὶ τὸ νίπτειν αὐτῶν τοὺς πόδας· οὔτε τοὺς μὴ λελουμένους νίψων ἂν οὔτε τοὺς μὴ ὅλους καθαρούς, ἀλλ' οὕτως ὥστ' ἂν εἰπεῖν περὶ τῶν οὕτως καθαρῶν· κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ Ἰησοῦ, ἵν' οὕτως ὀνομάσω, καθαρότητος ἀπούσης, εἰς καθαρὸν οὐ λογισθήσεται.

καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπαγορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελθόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ' ὅτι διὰ τοῦ τ' αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθαροὶ ἀλλ' οὐχὶ καὶ παρὰ θεῷ· χωρὶς γὰρ Ἰησοῦ οὐδεὶς παρὰ θεῷ καθαρὸς γίνεται, κἂν πρὸ τούτου νομισθῇ διάτινος ἐπιμελείας αὑτὸν καθαρὸν πεποιηκέναι.

τοῖς δ' ὡς ἐν ἀνθρώποις καθαροῖς ἤδη γεγενημένοις, καὶ λουσαμένοις τὸ τοῦ Ἰησοῦ βάπτισμα, καὶ νιψαμένοις ὑπ' αὐτοῦ τοὺς πόδας, ἐνοικεῖν καὶ τὸ ἅγιον δύναται πνεῦμα καὶ ἡ ὡς ἔνδυμα ἐξ ὕψους δύναμις.

ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῶ ᾦ ἦν διεζωσμένος, λέγει αὐτῷ· »Κύριε, σύ μου νίπτεις τοὺς πόδας;« ἐπαπορητικῶς καὶ δυσωπητικῶς τοῦτο φάσκων· ὁ δὲ Ἰησοῦς »ἀπεκρίθη καὶ εἶπεν αὐτῷ«, διδάσκων ὅτι μυστήριον τοῦτο ἦν, τὸ »Ὅ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, »γνώσῃ δὲ μετὰ ταῦτα«.

Τί δὲ ἦν ὃ ἐποίει νίπτων τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; ἢ εἰργάζετο διὰ τοῦ νίπτειν αὐτῶν τοὺς πόδας καὶ ἐκμάσσειν τῷ λεντίῳ εἰργάζετο διὰ τοῦ νίπτειν αὐτῶν τοὺς πόδας καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾦ ἦν διεζωσμένος ὡραίους αὐτούς, μελλόντων αὐτῶν εὐαγγελίσασθαι τὰ ἀγαθά;

ὅτε γὰρ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰη- [*](3 τί δήποτε – 10 καθαροὺς Cat. 97. – 6 Matth. 25, 29. – 13 Vgl. u. c. 9, § 104 ff: – Vgl. Joh. 13, 5. – 26 Joh. 13, 6 – 27 Joh. 13, 7 – 32 Vgl. Röm. 10, 15. (Jes. 52, 7.)) [*](3 οὖν] δὲ Cat.| 5 νίπτει] ἔνιψε Cat.| 7 προστεθήσεται Μ, περισσευθήσεται Cat. Die LA von M singulär; vgl. Matth. 6,33 Luk 12, 31| 8 προστίθησιν] + ὁ Cat. 10 ὅλως Cat. | 11 Ἰησοῦ] σοῦ, corr. Ferrarius | 15 ἐβλέπειν, corr. We | 19 κἂν] καὶ, corr. V| τούτου] αὐτοῦ, corr. We; vgl. 437, 26| 23 τὸν] ν ü. d. Z.)

437
σοῦς, τότε, οἶμαι, πεπλήρωται τὸ περὶ τῶν ἀποστόλων αὐτοῦ προφητικῶς εἰρημένον· »Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ »ἀγαθά«.

εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κάλλους ἐγγίνεσθαι τοῖς ὑπὸ Ἰησοῦ βαπτισαμένοις ὅλοις ἐν πνεύματι ἁγίνῳ καὶ πυρί;

ὡραῖοι δὲ οἱ πόδες ἐγένοντο τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, ἵνα νιψάμενοι καὶ καθηράμενοι καὶ ἐκμαξάμενοι ὑπὸ τῶν Χριστοῦ χειρῶν, ἐπιβῆναι δυνηθῶσιν τῆς ἁγίας ὁδοῦ καὶ ὁδεύειν τὸν εἰπόντα τὸ »Ἐγώ εἰμι ἡ »ὁδός«.