Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τηροῦσι τὴν ἑαυτῶν καρδίαν. ἔχει δὲ οὕτων ἡ τοῦ Ψαλμοῦ λέξις. »Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. τὸ τόξον »αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό. καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη » θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν »ἀδικάτου, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.

πᾶς μὲν οὖν ὁμολογήσει τὸ »Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν »ἀνομίαν«, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον. ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι. »Ἐὰν μὴ ἐπιστραφῆτε, »μὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοί- »μασεν αὐτό. καὶ ἐν αὐτῷ ἠτοίμασεν σκεύη θανάτου«.σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾦ ἐνέτεινεν ἠτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.

ἀπὸ τούτων τοίνυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέβαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου ἐν τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἐστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ' οὖ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων. »Ἐποίησαν, φησίν, »αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Δάζαρος εἷς ἦν ἐκ »τῶν ἀνακειμένων σὺν αὐτῷ«.

ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ »Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐ- »τὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«. τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων. τοῦ [*](1 Μatth. 12,24.- 2 I Kön. 2, 46e. - 4 Joh. 13, 8. - 5 Vgl. Joh. 13, 2. - 7 Vgl. Eph. 6, 13- 16. - 9 Joh. 13,2. - 11 Vgl. Prov. 4, 23. - 13 Ps. 7, 12-15 (ℵAR).-23 Vgl. Weish. Sal.2, 24.- 30 Joh. 12, 2. - 33 Joh. 13,2.) [*](5 ὅτι+We | 8 τοῦ]τὸ, corr. V | 11 ἐξειργαζομένου |19 αὐτὰ]ταῦτα We | 25 ἰσκαριώτης. οῦ, corr. Br] 26 ἐν τῷ]τὸ, corr. V | 28 βἐλη |32 ἐπὶ]ἐπεὶ, corr. V.)

429
διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοφομανῶν εἰδωλολατρείαν ἀναδέφηται τὴν τῶν δοκούντων εἶναι ἐπ'ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν. ἐν ᾦ θυρεῷ πίστεως δύναταί τις οὑχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.

ΙΙΙ. Ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἱκονομίας, ἐφ᾿ ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου· »Εἰδώς, φησίν, ὁ Ἰησοῦς, »ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ »ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγε΄ρεται ἐκ τοῦ δείπνου«.

οὐκοῦν τὰ μὴ πρότερον ὅντα ἐν ταῖς χερσὶν τοῦ Ἱησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ'οὔ, ἀλλὰ πάντα. ὅτερ πνεύματι καὶ ὁ Δαβὶδ βλέπων φησὶ τὸ »Εἶπεν ὁ κύριος »τῷ κυρίῳ μου. Κάθου ἐν δεξιῶν μου, ἔως ἂν θῶ τοὺς ἐχθρούς σου »ὑποπόδιον τῶν ποδῶν σου«.

καὶγὰρ οἱ ἐσχθοὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ῆσαν οὒς ᾒδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέτερον θεωρήσωμεν τί ἔστιν τὸ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, προςχῶμεν τῷ »Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως »καὶ ἐν τῷ † κυρίῳ πάντες ζωοποιηθήσονται«.

ἀλλ'εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνη ἐπιφερομένου τῷ »Οὕ- »τως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται« τοῦ »Ἕκαστος δὲ ἐν »τῷ ἰδίῳ τάγματι«.

πάλιν τε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ »Πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, ἐπιστήσας τῷ »Ἀπαρχὴ Χριστός, »ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος«, ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε »Παρα- »δώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«, πρότερον καταργήσας »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν«.

ταῦτα δ'οἶμαι ἐστὶν πρὸς ἃ ἠ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης [*](5 Vgl. Eph. 6, 16. - 9 Vgl. Joh. 13,2. -10 Joh. 13, 3f. - 15 Ps. 109,1. - 20 Joh. 13, 3. - 21 I Kor. 15, 22. - 22 Vgl. Joh. 13, 3. - 25 I Kor. 15, 22. - 26 I kor.15, 23. - 29 I kor. 15, 23f. - 34 Vgl. Eph. 6, 12.) [*](18 προγνώσει]ει a. Ras.| 22 kω nur Schreibfehler für χω vgl. Z. 26 u. s. z. S. 299,30 | 25 τῷ]τοῦ, corr. Ausgg. | 27 αὖ τὰ διάφορα]αὐ τὸ διαφόρω, corr. Br.)

430
πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ δυνάμεως.

κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσιαν καὶ δύναμιν« εἶναι τά πρὸςλ ἃ ἠ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ »Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχοι οὖ θῇ πάντας τοὺς ἐχθροὺς τὸ »<τοὺς> πόδας αὐτοῦ«. εἶτα. »Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θά- »νατος«.

καὶ συνάδει γε τῷ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς »χεῖρας αὐτοῦ«, ὅπερ σαφέστερον ἐκτιθέμενός φησιν ὁ ἀπόστολος. »Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸ τοῦ ὑπο- »τάξαντος αὐτῷ τὰ πάντα«.

εἰ δὲ ἅπαντα ὑποτέτακται, καὶ τοῦτο δῆλον, ὅτι »ὑποτέτακται πάντα ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ »πάντα«. καὶ οὗτος περὶ οὗ γέγραπται. »Ἐνώπιον κυρίου παντοκρά- »τορος ἐτραχηλίασεν«, τῶν ὑποτασσομένων αὐτῷ ἔσται, νικηθεὶς ἐπὶ τῷ εἶξαιτῷ λόγῳ καὶ ὑποταγῆναι τῇ εἰκόνι τοῦ θεοῦ, καὶ γενέσθαι ὑποπόδιον τῶν Χριστοῦ ποδῶν.

τὴν τοίνυν οἰκονομίαν βλέπων ἐπὶ τὸ χρηστὸν τέλος ὁδεύουσαν ἤδη διὰ τὸ »Τοῦ διαβόλου »ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ ὁ πατήρ«, καὶ ἔδωκεν εἰς τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρια, τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρα, ἢ πάντα ἔδεωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, τουτέστιν εἰς τὰς πράξεις αὐτοῦ καὶ τὰ ἀνοδραγαθήματα. »Ὁ πατὴρ μου, γὰρ φησιν, »ἔως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.

διὰ τὰ ἐξελθόντα δὲ ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν ἀπὸ τοῦ θεοῦ, ἔξω γενομένου τοῦ θεοῦ καὶ τοῦ μὴ βουληθέντος προηγουμένως ἐξελθεῖν ἀπὸ τοῦ πατρός, <ἵνα> ἔλθῃ τὰ ἐξελθόντα εἰς τὰς χεῖρας ὀδῷ καὶ τάξει τοῦ Ἰησοῦ, καὶ οἰκονομηθῇ πρὸς τὸν θεὸν ὑπάγειν ἀκολουθοῦντα αὐτῷ, διὰ τὸ ἀκολουθεῖν αὐτῷ ἐσόμενα πρὸς τὸν θεόν.

Πέτρῳ μὲν οὖν εἴρηταί ποτε. »Ὅπου ἐγὼ ἐσόμενα πρὸς τὸν θεόν. Πέτρῳ μὲν οὖν εἴρηταί ποτε. »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαι μοι νῦν <ἀκολουθῆσαι>, ἀκο- »λουθήσεις δὲ ὕστερον« (ἔτι γὰρ εἶχεν ὁ Πέτρος τὸ μὴ ἐπιτρέπον αὐτῷ ἀκολουθεῖν τῷ λόγῳ ἥδη τότε).

τὸ δ'ὅμοιον [εἶναι] νοεῖν σε δεῖ, ἀλλὰ κατά τινα δικαίαν ἀναλογία, λεχθησόμενον πρὸς ἕκαστον τῶν πάντων ὃ ἔδωκεν τῷ υἱῷ ὁ πατὴρ εἰς τὰς χεῖρας. ἑκάστῳ μὲν γὰρ τῶν πάντων λεχθήσεται τὸ »Ἀκολουθήσεις δέ μοι ὕστερον«. [*](2 Ι Κοr. 15, 24. - 4 I kor. 15, 25. - 5 I kor. 15, 26. - 6 Joh. 13,3.- 8 I kor. 15,27.- 11 Hiob 15, 25.- 13 Vgl. Kol. 1, 15.- 15 Joh. 13. 2.- 20 Joh. 5, 17.- 22 Vgl. Joh. 13, 3. - 27 Joh. 13, 36.) [*](4 ἄχοι Μ, wie o. s. 20, 13 u. u. s. 431,5|5 <τοὺς>+V mit s. 20, 13. 431, 6 u. T | 22 ἐξῆλθεν -θεοῦ2 α. Rand nachgetragne; i. Text ÷ a. d. stelle | 23 <ἵνα> +V | 27 <ἀκολουθῆσαι> +V | 29 τότε]ποτέ, corr. Lommatzsch | εἶναι] str. We| 32 τῶν ü. d. 7.)

431
ἀλλ'εἰ μὴ ἅμα ἀκολουθήσουσιν,

οὐκ ἐπὶ τὸν ἀυτὸν ἀναφέρεται καιρὸν τὸ ἑκάστῳ τῶν ἀκολουθησόντων αὐτῷ ἁρμόζον τὸ ὔστερον ἐν τῷ »Ἀκολουθήσεις δὲ ὕστερον«.

καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἁπαξαπλῆς. »Ἄχρι οὗ θῇ πάντας »τοὺς ἐχθροῦς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταρ- »γηθήσεται ὁ θάνατος«.

»Εἰδὼς οὖν ὁ Ἰησοῦς ὅτι πάντα ἔσωκεν »αὐτῷ ὁ πατὴρ εἰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς »τὸν θεὀν ὑπάγει«,καὶ εἰδὼς † ὅσον ἐφ'οἶς κεκινήμεθα, ὠς διηγησάμεθα παριστάντες τὸ φανὲν ἡμῖν εἰς τὸ »Ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν« καὶ εἰς τὸ »Πρὸς τὸν θεὸν ὑπάγε«, »ἐγείρεται, φησίν, ἐκ τοῦ »δείπνου«, ὅπερ μετὰ τοῦτο κατανοήσωμεν μετὰ τῶν ἐξῆς.