Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἶτ᾿ ἐπεὶ οὐκ ἔνεστιν δοξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.

πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀνθρώπου, γενόμενος ἐκ σπέρματο: Δαβὶδ τὸ κατὰ σάρκα.

διόπερ ἀνωτέρω μὲν εἶπεν· »Νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν »ἀλήθειαν ὑμῖν λελάληκα«· ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.

τοῦτον δ᾿, οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν , γενόμενον ὑπήκοον »φέχρι θανάτου, θανάτου δὲ σταυ- ροῦ· ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπεδέχετο τὸ ὑπερυψωθῆναι.

ἡ δὲ ὑπερύφωσις τοῦ υἱοῦ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν, τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.

εἰ γὰρ »Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν«, ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ »Δύο εἰσίν«, πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγονέναι ἓν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου »τὸ εἶναι »ἴσα θεῷ«, μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἐπ᾿ θρωπος;

εἰ δὲ τῷ θανάτῳ τοῦ Ἰησοῦ δοξάσαντος τὸν θεὸν τό τε »Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρ- »ρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ« καὶ τὸ »Εἰρηνοποιήσας διὰ τοῦ »αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς »οὐρανοῖς« * * * ἐν τούτοις γὰρ πᾶσιν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τοῦ θεοῦ δοξασθέντος ἐν αὐτῷ.

[*](1 Vgl. Job. 21, 19. — 5 Job. 13, 31. — 6 Job. 13, 31. — 12 Vgl. Rom. 1, 3. — 13 Job. 8, 40. - 16 Vgl. Pbil. 2, 8f. — 17 Vgl. Job. 1, 1. — 21 I Kor. 6, 17. — 24 Vgl. Phil. 2, 6. — 28 Kol. 2, 15. — 29 Kol. 1, 20.)[*](7 τῷ] τὸ | 20 εἰ ü. d. Ζ. | 27 εἰ] ἐν corr. Ausgg.; aber daun ist der Satz ebensowenig verständlicb; das verb. fimt. fehlt | 29 τῷ ξύλῳ statt αὐτῷ liest Origenes konstant; vgl. o. S. 164, 13; C. Cels. I, 55 [I, 106, 27 K.]; in Jer. h. IX [65, 15 Kl.] u. a. St. bei Griesbacb, Symb. crit. II, 571 sq. | 3Ο nacb αὐτοῦ feblt δἱ αὐτοῦ mit BD*FG 47. L. Vulg. Sab. Arm.)
471

Ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάξεται, ζητήσεις ἐν τῷ »Ἐδοζάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ ὑπὸ τίνος; ὁμοίως δὲ καὶ ἐν τῷ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ‘.

ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«· δευτέρῳ δὲ τῷ Καὶ ὁ θεὸς »ἐδοξάσθη ἐν αὐτῷ‘· τρίτῳ δὲ τοιούτῳ συνημμένῳ »Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ , καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ‘· τετάρτῳ δὲ τῷ Καὶ εὐθὺς δοξάσει αὐτόν‘.

ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀναλαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα μὲν τὸ συνημμένον ἀπὸ τοῦ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«, λήγῃ δὲ εἰς τὸ »Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ καὶ εὐθὺς δοξάσει αὐτόν‘, ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης δόξης οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ' ὃ ὁρίζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρημένου·

Καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή. καὶ οὐκ ἠδυνάσθἠ »Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή".

καὶ έν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον· Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον κυρίου.

καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι λει- »τουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον( καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται·

»Ὠς δὲ κατέβαινε Μωϋσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τῆς δια- θήκης ἐπὶ τῶν χειρῶν Μωϋσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, καὶ Μωϋσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ »ὄφις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῶ‘.

Τοῦτο τὸ περὶ τῆς δόξης σημαινόμενον καὶ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ διὰ τούτων δηλοῦται· »Καὶ ἐγένετο ἐν τῷ προσ- »εύχεσθαι αὐτὸν ἡ ἰδέα τοῦ προσώπου αὐτοῦ ἐτέρα, καὶ ἠλλοιώθη ὁ ἱματισμὸς αὐτοῦ καὶ ἐγένετο λευκός, ἐξαστράπτων. καὶ ἰκοὺ ἄν- »δρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας· οἳ [*](2. Joh. 13, 31. - 6 Joh. 13, 32. — 16 Exod. 40, 28 (34) f. — 20 Ι ön. 8, 10 f. — 24 Exod. 34. 29 f. — 32 Luk. 9, 31.) [*](19 ἀναγεγραμμένου | 21 κυρίου mit Α | στῆναι mit Α | 22 ἐνώπιον statt ἀπὸ προσώπου liest nur Origenes | 26. 29 χρωτὸς mit AF | 28 υἱοὶ mit AF | 33 ἡ ἰδέα mit D | καὶ ἠλλοιώθη mit Syr. Hcl. Arm. vgl. D.)

472
»ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν »ἐν Ἰερουσαλήμ«.

καὶ ὁ Παῦλος δὲ ὅρα ἐπὶ τίσι τὸ ὄνομα τῆς δόξης παραλαμβάνει· ὅπου μὲν γὰρ λέγει· »Εἰ δὲ ἡ διακονία τοῦ θανάτου »ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ »ἀτενίσαι τοὺς υἱοὺς Ἰσταὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν »δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται έν δόξῃ; εἰ γὰρ τῇ διακονίᾳ τῆς »κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δι- »καιοσύνης δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ »τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης· εἰ γὰρ τὸ καταργού- »μενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ«· ὅπου δὲ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατ- »οπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς »δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος( καὶ πάλιν μετ’ ὀλίγα·

»Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολ- »λυμένοις ἐστὶν κεκαλυμμένον, έν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ καταυγάσαι τὸν »φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν »τοῦ θεοῦ((.

καὶ πάλιν μετ’ ὀλίγα· »Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους »φῶς λάμψει, ὃς ἔλαμψεν έν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ έν προσώπῳ Ἰησοῦ Χριστοῦ‘ ἕκαστον δὲ τούτων ἀκριβῶς νῦν διηγήσασθαι οὐκ ἀπαιτεῖ ἡ προκειμένη τῆς εὐαγγελικῆς. λέξεως διήγησις· πλὴν ὡς ὡς βραχέων τοσαῦτα λεκτέον· ὅσον μὲν κατὰ τὸ σωματικὸν θειοτέρα τις γέγονεν ἐπιφάνεια ἐν τῇ σκηνῇ καὶ ἐν τῷ ναῷ συντελεσθεῖσιν καὶ ἐν τῷ προσώπῳ Μωϋσέως, τῇ θείᾳ φύσει ὁμιλήσαντος· ὅσον δὲ κατὰ τὴν ἀναγωγὴν τὰ περὶ θεοῦ ἀκριβῶς γινωσκόμενα καὶ τῷ ἐπιτηδείῳ δι’ ὑπερβολὴν καθαρότητος νώ θεωρούμενα δόξα ἂν λέγοιτο εἶναι θεοῦ ὀφθεῖσα· ἐπεὶ ὁ κακαθαρμένος καὶ ὑπεραναβὰς πάντα ὑλικὰ νοῦς ἕνα ἀκριβώσῃ τὴν θεωρίαν τοῦ θεοῦ, ἐν οἷς θεωρεῖ θεοποιεῖται.

λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρήσαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῶ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ.

κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος [*](3 II Kor. 3, –11. — 12 II Kor. 3, 18. — 15 II Kor. 4, 3f. — 19 II Kor. 4, 6.) [*](4 γράμμασιν mit ℵABC b 37. 47. KLP Vulg. Syr. Hcl. Boh. Goth. | μὴ] + δύνασθαι alle Zeugen von Τ | 10 ἕνεκεν mit CF * KL | 20 λάμψει mit ℵ * AD * Syr. Pesch. Hcl. Aeth. λάμψαι lasen d. Ausgg. mit XoCDcFG 17. 37. 47 KLP Vulg. Arm. Goth. | 24 τοιαῦτα, corr. We.)

473
ἔλεγεν τὸ » Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν »κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα..