Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἀληθῶς »ἐξῆλθεν«· οὐ γἀρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν ἀπὸ τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον »Ἐξῆλθον ἐξ Ἡμῶν«.

ἐγὼ δ᾿ οἶμαι ὅτι οὐδὲ ὁ εἰσελθὼς μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ· οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ ἐστίν.

εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκεται τῷ "Λαβὼν τὸ ψωμίον" τὸ "Καὶ φαγών", καὶ αὐτὸς ἐπιστήσεις.

ὅπου τῷ »Λαβὼν τὸ ψωμίον« τὸ > Καὶ φαγών<, καὶ αὐτὸς τῷ λαβεῖν· ὡσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ Ἰησοῦς· "Λάβετε, φάγετε".

ἆρ᾽ οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησομένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευζομένοις, ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγομένων.

»Βάψας, φησί, τὸ ψωμίον« ὁ Ἰησοῦς, καὶ δῆλον ὅτι ἐάσας αὐτὸ ἐν τῷ τρυβλίῶ λαμβάνει· οὕτω γὰρ νοήσεις τὸ »Βάψας οὖν »τὸ ψωμίον«, ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν.

εἶτα λέγεται ὅτι »Δίδωσιν »Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν »εἰς ἐκεῖνον ὁ Σατανᾶς«. »μετὰ τὸ ψωμίον« οὖν, τάχα μὴ βρωθὲν ὑπὸ τοὺ Ἰούδα, προλαβόντος τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ τὴν χρῆσιν τοῦ ψωμίου, ἵνα μὴ ὄνηται ὁ Ἰούδας τῆς ἀπὸ τοῦ Ἰησοῦ δόσεως τοῦ ψωμίου.

τὸ μὲν γὰρ εἶχεν δύναμιν ὠφελητικὴν τῷ χρησομένῶ· ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ [*](6 Joh. 13, 27. — 10 οὐ μόνον — 13 ἡμῶν Cat. 102 (bis 12 Ἰησοῦ Nic.) — 13 I Joh. 2, 19. — 15 Vgl. II Kor. 6, 15. — 20 Matth. 26, 26. — 26 Joh. 13, 26f. — 32 Vgl. Joh. 13, 2.) [*](7 νῦν nach V; in M ist das Wort verblichen | 10 οὐ μόνον δὲ Cat. | 11 τοῦ οἴκου V Cat. I, τὸν οἶκον M, ἐκ τοῦ τόπου Cat. Cord. Hss. Nic. | 12 ἐγένετο Cat. Cord. Hss. Nic. | τὸ τέλεον Cat. 1, πλέον Cat.Cord. Hss. Nic. | 13 ἐξῆλθεν Cat. Cord. Hss.)

468
τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημενον ἐκτέσῃ τοῦ βληθέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ »ὃ »ποιεῖς ποίησον τάχιον« λαβὼν τὸ ψωμίον ὁ Ἰούδας »ἐξῆλθεν »εὐθύς«.

καὶ οὕτως δ᾿ ἂν οὐκ ἀπιθάνως εἰς τὸν τόπον λέγοιτο· ὥσπερ ὁ ἀναξίως ἐσθίων τὸν ἄρτον τοῦ κυρίου ἢ πίνων αὐτοῦ τὸ ποτήριον εἰς κρῖμα ἐσθίει καὶ πίνει, τῆς μιᾶς ἐν τῷ ἄρτῳ κρείττονος δυνάμεως καὶ ἐν τῷ ποτηρίῳ ὑποκειμένῃ μὲν διαθέσει καρείττονι ἐνεργαζομένης τὸ βέλτιον, χείρονι δὲ ἐμποιούσης τὸ κρῖμα· οὕτω τὸ ἀπὸ τοῦ Ἰησοῦ ψωμίον ὁμογενὲς ἦν τῷ δοθέντι καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐν τῷ »Λάβετε, φάγετε«, ἀλλ᾿ ἐκείνοις μὲν εἰς σωτηρίαν, τῷ δὲ Ἰούδᾳ εἰς κρῖμα, ὡς μετὰ τὸ ψωμίον εἰσεληλυθέναι εἰς αὐτὸν τὸν Σατανᾶν.

νοείσθω δὲ ὁ ἄρτος καὶ τὸ ποτήριον τοῖς μὲν ἀπολουστέροις κατὰ τὴν κοινοτέραν περὶ τῆς εὐχαριστίας ἐκδοχήν, τοῖς δὲ βαθύτερον ἀκούειν μεμαθηκόσιν κατὰ τὴν θειοτέραν καὶ περὶ τοῦ τροφίμου τῆς ἀληθείας λόγου ἐπγγελίαν· ὡς εἰ ἐν παραδείγματι μὲν ὑποκείμενον αὔξει, εἰς ὑγείαν δὲ καὶ εὐεξίαν ἀνάγει.

διὸ πολλάκις λόγος ἀληθὴς ψυχῇ νοσούσῃ οὐ δεομένῃ τοιαύτης τροφῆς διδόμενονς ἐπιτρίβει αὐτὴν καὶ πρόφασις αὐτῇ χειρόνων γίνεται·

καὶ οὕως καὶ τὰ ἀληθῆ λέγειν κινδυνῶδές ἐστι. ταὐτα δέ μοι εἴρηται διὰ τὸ ψωμίον ὃ ἐμβάψας »δίδωσιν Ἰούδᾳ Σίμωνος † Ἰσκα- »ριώτῃ«, καὶ κεκινήκαμεν λόγον τὸν εἰς ἑκάτερα, εἴτε χρὴ λέγειν αὐτὸν βεβρωκέναι λαβόντα, εἴτε κεκωλῦσθαι ἀπὸ τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ.

εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὐπὸ τοῦ εὐαγγελιστοῦ ἐξετάσαι καὶ τὸ »Ἦν δὲ νύξ«, λεκτέον ὅτι συμβολικῶς τότε ἡ αἰσθητὴ νὴξ ἦν, εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτός, ἡνίκα τὸ ἐπιφερόμενον σκότος ἐπάνω τῆς ἀβύσσου, ὁ Σατανᾶς, εἰσῆλθεν εἰς αὐτόν· »Ἐκάλεσεν γὰρ ὁ θεὸς τὸ »σκότος νύκτα«, ἧς γε νυκτός, φησὶν ὁ παῦλος, οὐκ ἐσμὲν τέκνα οὐδὲ σκότους, λέγων· »Ἄρ᾿ οὖν, ἀδελφοί, οὐκ ἐσμὲν νυκτὸς οὐδὲ [*](6 Vgl. I Kor. 11, 27 ff. — 11 Matth, 26, 26. — 22 Vgl. Joh. 13, 26. — 25 εἰ δὲ — S. 469, 1 νήφωμεν Cat. 102 — 26 Joh. 13, 30. — 27 ἡ αἰσθητὴ — 28 νυκτὸς Cat. Nic. — 28 Vgl. Gen. 1, 2. — 29 Gen. 1, 5. — 31 I Thess. 5, 6.) [*](2 λαβεῖν] λαβῶν, corr. V | 3 ἑαυτόν, Corr. V | τοῦ]τὸ, corr. Ausgg. | 6 ἐσθίων] εσθ a. Ras. | 13 ποτ[ήριον] verblichen | 22 διὰ τὸ + V | Ἰσκαριώτου ist nach d. andern Stellen z. ändern | 26 εὐαγγελιστοῦ Cat. Cord. Hu; εὐαγγελίου Μ |27 Der Satz ist von Nic. umgerarbeitet: καὶ ἠ αἰσθητὴ δὲ τότε νύξ εἰκὼν ἐτύγχανε τῆς γινομένης ἐν τῇ ψυχῇ τοῦ Ἰούδα νυκτός | 28 ἡνίκα — 30 νύκτα < Cat. | 30 ἧς γε] ὥστε Μ, ἧς Cat., corr. Pr | ἐσμὲν] +νυκτὸς Cat. Cord. Hss. | 31 οὐδὲ 1 < Cat1. ἆρ᾿ οὖν, ἀδελφοί fehlt im T.)

469
»σκότους« καὶ τὸ »Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν«.

οὐκ ἦν οὖν νὺξ τοῖς νιπτομένοις τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ ἀλλ᾿ ἠμέρα λαμτροτάτη καθαιρομένοις καὶ ἀπορρυπτομένοις τοὺς ἐν τοῖς ποσὶν τῆς ψυχῆς αὐτῶν ῥύπους, καὶ κατ᾿ ἐξοχὴν οὐκ ἦν νὺξ τῷ ἀνακειμένῳ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· ἠγάπα γὰρ αὐτὸν ὁ Ἰησοῦς, καὶ τῇ

ἀγάπῃ ἔλυεν πάντα σκότον. ἀλλ᾿ οὐδὲ Πέρῳ ὁμολογοῦντι τὸ »Σὺ »εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος« ἀποκαλύψαντος αὐτῷ τοῦ οὐρανίου πατρός, νὺξ ἦν, ἀλλὰ νὺξ ἅμα αὐτῷ καὶ ἄρνησις ἦν.

καὶ νῦν τοίνυν ὅτε λαβὼν τὸ ψωμίον ὁ Ἰούδας [καὶ] ἐξὴλθεν εὐθύς, τότε ἐξελθόντι αὐτῷ νὺξ ἦν· οὐ γὰρ παρῆν αὐτῷ ὁ ἀνήρ, ᾧ ἄνομα Ἀνατολή, καταλιπόντι ἐκ τῷ ἐξεληλυθέναι τὸν τῆς δικαιοσύνης ἥλιον. καὶ ἐδίωκε μὲν τὸν Ἰησοῦν ὁ Ἰούδας, τῆς σκοτίας πεπληρωμένος· ἀλλ᾿ ἡ σκοτία ὁ ἀνειληὼς αὐτὴν οὐ κατείληφεν τὸ διωκόμενον φῶς,

διὸ καὶ ὅτε εἶπεν ὠς δικαιοσύνης λόγον τὸ »Ἥμαρτον »παραδοὺς αἷμα δίκαιον« »ἀπελθὼν ἀπήγξατο«, τοῦ ἐν αὐτῷ Σατανὰ μέχρι τῆς ἀγχόνης αὐτὸν χειραγωγήσαντος κ αὶ ἐπὶ ταύτῆν αὐτὸν ἀναρτήσαντος, ὅτε καὶ τῆς ψυχῆς αὐτοῦ ὁ διάβολος ἥψατο· οὐ γὰρ ἦν τοιοῦτος ὡς λεχθῆναι περὶ αὐτοῦ ὑπὸ κυρίου, ὅπερ εἴρηται περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον· »Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ »ἅψῃ«.

13, 31-32 Ὅτε οὖν ἐξῆλθεν ὁ Ἰησοῦς λέγει· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ ει᾿ θὺς δοξάσει αὐτόν.

Ἀρχὴ τοῦ δεδοξάσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου μετά τὰς ε'πὶ τοῖς σημείοις καὶ τέραςι δόξας καὶ τὴν ἐπὶ ἐπὶ τῇ μεταμορφώσει τὸ ἐξεληλύθεναι τὸν Ἰούδαν μετὰ τοῦ εἰσελθόντος εἰς αὐτὸν Σατανᾶ ἀπὸ τοῦ τόπου, ἔνθα ἦν ὁ Ἰησοῦς.

διὸ εἶπεν ὁ κύριος τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«. ἔτι δὲ καὶ τὸ »Ἐὰν ἁφωθῶ »ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόυ« εἴρηται ὑπὸ τοῦ σωτῆ- [*](1 I Thess. 5, 8. — 4 Vgl. Joh. 13, 23. — 6 Matth. 16, 16. — 8 Vgl. Matth. 26, 58 ff. — 11 Vgl. Sach. 6, 12; Mal. 4, 2. — 13 Vgl. Joh. 1, 5. — 14 Matth. 27, 4f. — 19 Vgl. Hiob 1, 12; 2, 6. — 29 Joh. 13, 31. — Joh. 12, 32.) [*](1 καὶ τὸ ἡμεῖς a. Ras. | 3 nicht ἀπορριπτομένοις, vie d. Ausgg. verschlimmbessern; denn ἀπορρύπτω heisst „säubern“ | 8 [ἅμα αὐ]τῷ Papier abgerieben | 9 [καὶ] str. V | 18 ὑπὲρ, corr. V | 24 δοξάσει] δοξάζει M gegen alle Zeugen u. gegen S. 471, 8. 11 u.ö. | 26 μεταμορφώσειν, corr. V.)

470
ρος, σημαίνοντος »ποίῳ θανάτῳ δοξάσει τὸν θεόν«· ἐδόξασεν γὰρ καὶ ἐν τῷ ἀποθνήσκεν τὸν θεόν.

διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.