Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ.

σύγκρισιν γὰρ οὐκ εἶχεν ἡ ἐν Χριστῷ ὑπεροχή, ἣν γινώσκων τὸν πατέρα ἐδόξασεν περὶ αὐτοῦ, πρὸς τὰ ὑπὸ Μωϋσέως γνωσθέντα καὶ δοξάσαντα τὸ πρόσωπον τῆς ψυχῆς αὐτοῦ.

διὸ καταργουμένη εἴρηται ἡ ἐπὶ Μωϋσέως δόξα ἀπὸ τῆς ὑπερβαλλούσης ἐν Χριστῷ δόξης.

Τούτων δὲ ἡμῶν κατὰ δύναμιν ἐν βραχέσιν εἰς ἃ παρεθέμεθα λελεγμένων, ἐπανέλθωμεν ἐπὶ τὸ Νῦν ἐδοξάσθη ὁ ἃ »υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.

γινώσκων οὐν τὸν πατέρα ὁ υἱός, αὐτῷ τῷ γινώσκειν αὐτόν, ὄντι μεγίστῳ ἀγαθῷ καὶ † ὁποῖον ανοἱ οἱ ἐπὶ τελείαν γνῶσιν, ἣν γινώσκει ὁ υἱὸς τὸν πατέρα, ἐδοξάσθη.

οἶμαι x003E; ὅτι καὶ ἑαυτὸν γινώσκων, ὄπερ καὶ αὐτὸ οὐ μακρὰν ἀποδεῖ τοῦ προτέρου, ἐδοξάσθη ἐκ τοῦ αὑτὸν ἐγνωκέναι.

εἰ δὲ ἡ περὶ τῶν ὅλων γνῶσις συμπληροῖ τὸ μέγεθος τῆς δόξης αὐτοῦ ὅσα ἐστὶν κρυπτὰ καὶ ἐμφανῆ γινώσκοντος, καὶ μήποτε τοῦτό ἐστιν τὸ εἶναι αὐτοσοφία, ἢ τῷ λεγομένῳ αὐτουιῷ τοῦ ἀνθρώπου τὸ δεδοξάσθαι ἐκ τοῦ ἡνῶσθαι τῇ σοφίᾳ. ταὐτην δὲ πᾶσαν τὴν δόξαν, ἣν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, δωρησαμένου τοῦ πατρὸς ἐδοξάσθη.

πολλῶν δὲ ὄντων τῶν συμπληρούντων τὴν δόξαν πᾶσαν τοῦ ἀνθρώπου, τὸ κατ’ ἐξοχὴν τούτων ἁπάντων ὁ θεός ἐστιν, ὃς τῷ γινώσκεσθαι ἀπὸ τοῦ υἱοῦ οὐχ

ἁπλῶς ἐστι δοξαζόμενος ἀλλ’ ἐν υἱῷ δοξαζόμενος. καθ’ ὃ καὶ τολμηρὸν μὲν καὶ μεῖζον ἢ καθ’ ἡμᾶς ἐστὶν τὸ εἰς ἐξέτασιν ἑαυτοὺς ἐπιδοῦναι τηλικούτου λόγου· ὅμως δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν τῷ τόπῳ ζητηθῆναι δυνάμενον.

ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὄτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι τῆς ἐν θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραίνεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ’ ἑαυτῷ εὐαρεστούμενος καὶ χαίρων.

χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασιν, οὐχ ὡς κυρίως ἂν λεχθησομένοις ἐπὶ Μοῦ, ἀλλὰ ἀπορῶν τῶν. ἴν [*](1 II Kor. 8, IS. — 11 Job. 13, 31. — 29 Vgl. Ζ. 12 ff.) [*](4 ἐπὶ] ὑπὸ, corr. We | 5 ὑπερ[οχὴ ἣν] verblichen | 10 δὲ V, δὴ Μ | 13 τῷ doppelt gesschr. | γινώσκει, corr. V | 14 † ὁποῖον ανοἱ] ἑτοιμάζοντι We | 15 δ’ + Br | 16 αὐτὸ] αὐτοὺς, corr. V | τοῦ 2] τῶν, corr. V | 17 ἡ] καὶ, corr. Pr | γνῶσιν, corr. V 19 αὐτῶ σοφία, corr. V | 20 αὐτῶ υἱῶ, corr. V | 20 μείζον Μ*, μείζων Mi | 31 x003E; + Hu | δεῖ, corr. We (Inf. abb. von νοεῖν).)

474
οὕτως ὀνομάσω, ἀρρήτων ῥημάτων, ἃ μόνος αὐτὸς δύναται, μετ' αὐτὸν ὁ μονογενὴς αὐτοῦ ἐν κυριολεξίᾳ λέγειν ἢ φρονεῖν περὶ αὐτοῦ.

Ἐπεὶ δὲ ἐν τῷ τόπῳ γεγόναμεν τοῦ τὸν θεὸν θοξάζεσθαι ἐν Χριστῷ, παρακειμένως ἂν ζητήσαιμεν πῶς δοξάζοιτο καὶ ἐν τῷ ἁγίῳ πνεύματι καὶ ἐν πᾶσιν οἷς ὤφθη δόξα κυρίου ἢ ὄφθήσεται.

ὅλης μὲν οὖν οἶμαι τῆς δόξης τοῦ θεοῦ αὐτοῦ ἀπαύγασμα εἶναι τὸν υἱόν , κατὰ τὸν Παῦλον· Παῦλον· »Ὃς ὢν ἀπαύγασμα τῆς δόξης«. φθάνειν μέντοι γε ἀπὸ τοῦ ἀπαυγάσματος τούτου τῆς ὅλης δόξης μερικὰ ἀπαυγάσματα ἐπὶ τὴν λοιπὴν λογικὴ λογικὴν κτίσιν· οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα ἢ τὸν υἱὸν αὐτοῦ.

νῦν οὖν, ὅτε ἡ οἰκονομία τοῦ ὑπὲρ πάντων πάθους τοῦ υἱοῦ τοῦ ἀνθρώπου γίνεται οὐ χωρὶς θεοῦ, »διὸ ὁ θεὸς »αὐτὸν ὑπερύψωσεν«· »Ἐδοξάσθη, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου οὐ »μόνος«· καὶ »ὁ θεὸς γὰρ ἐδοξάσθη ἐν αὐτῷ‘, καὶ οὕτως δ’ ἂν τὰ κατὰ τὸν τόπον τις διηγήσαιτο.

γέγραπται· »Οὐδεὶς ἔγνω τὸν εἰ μὴ ὁ πατήρ« καὶ εἴρηται· »Καὶ μακάριος εἶ, Σίμων Βαριωνᾶ, »ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ἢ ὁ πατήρ μου ὁ οὐ- »ράνιος«.

ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ »Ἐν τῷ κόσμῳ »γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ »ἔγνω«), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, κοὶ ἦν ἡ ζημία τοῦ μὴ δεδοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ δοξάοντος αὐτὸν κόσμου.

ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δἰ ης ἐδοξάσθη δόξης έν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν· οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτρζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται.

Ὅρα δὲ πόθεν >ἀπὸ δόξης< φησί, καὶ ποῦ >εἰς δόξαν>· ἀπὸ δόξης τῆς τοῦ δοξαζομένου, εἰς δόξαν τὴν τῶν δοξαζόντων.

ἡνίκα οὖν ἦλθεν ἐπὶ τὴν οἰκονομίαν, ἀφ' ἡς ἔμελλεν ἀνατέλλειν τῷ κόσμῳ καὶ γινωσκόμενος δοξάζεσθαι ἐπὶ δόξῃ τῶν δοξαζόντων αὐτόν, εἶπεν τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« καὶ ἔτι »Οὑδεὶς [*](8 Hehr. 1, 3. — 13 Vgl. Hebr. 2, 9. – 14 Vgl. Phil, 2, 9. — Job. 13, 31. — 16 Matth. 11, 27. — γέγραπται — 28 μεταμορφοῦνται Catios. – 17 Matth. 16, 17. — 19 Job. 1, 10. — 27 Vgl. ΙΙ Kor. 3, 18. — 33 Job. 13, 31. — Mattb. 11. 27.) [*](5 δοξάζεται (obne καὶ)? We | 12 αὐτοῦ — ὑπὲρ a. Ras. | 18 σοι — οὐράνιος. < Cat. | οὐράνιος gegen T, mit Dion. Alex., Euseb. | 19 ὁ V Cat., < Μ | ἐν τῷ — 21 ἔγνω < Cat. | 21 δεδοξάσθαι] δοφάζεσθαι Cat. | 22 μὴ] οὐ Cat. | 23 δὲ] οὖν Cat. | 25 καὶ δἱ — 27 αὐτὸν < Cat. | 28 ἐνοπτριζόμενοι < Cat. | 33 ἔτι We] ἐπεὶ Μ.)

475
»ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«· ἔμελλεν δὲ ἐκ τῆς οἰκονομίας ἀποκαλύπτειν τὸν πατέρα ὁ υἱός, διὰ τοῦτο· Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ( Τι τὸ »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν »αὐτῷ« συνεξετάσεις τῷ »Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα τὸν «πέμψαντά με«· θεωρεῖται γὰρ ἐν τῷ λόγῳ, ὄντι θεῷ καὶ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ γεννήσας αὐτὸν πατήρ, τοῦ ἐνιδόντος τῇ εἰκόνι τοῦ ἀοράτου θεοῦ εὐθέως ἐνορᾶν δυναμένου καὶ τῷ πρωτοτύπῳ τῆς εἰκόνος τῷ πατρί.

ἔτι δὲ καὶ οὕτως σαφέστερον ἂν τὰ κατὰ τὸν τόπον λαμβάνοιτο· ὡς διά τινας τὸ ὄνομα τοῦ θεοῦ βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, οὕτω διὰ τοὺς ἁγίους, ὡν βλέπεται καλὰ ἔργα λαμπρότατα ἔμπροσθεν τῶν ἀνθρώπων, δοξάζεται τὸ ὄνομα τοῦ πατρὸς τοῦ έν τοῖς οὐρανοῖς.