Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ γὰρ Ἰούδας τάχα μὲν ἐκ προτέρων χρηστοιτέρων ἐδυσώπει τοὺς ἀποστόλους πρὸς τὸ μηδὲν ὑπονοῆσαι περὶ αὐτοῦ φαῦλον· τάχα δὲ καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, οὐκ ἦν τῆς πονηρίας ἐξ ὅλων· λείμματος γὰρ προαιρέσεως ἀγαθῆς ὑπάρχοντος ἐν αὐτῷ, ἰδὼν ὅτι κατεκρίθη, ἡνίκα »δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ »τῷ ἡγεμόνι«, »μεταμεληθεὶς ἔστρεφεν τὰ τριάκοντα ἀργύρια τοῖς »ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον«· ὅτε εἰπόντων αὐτῶν· »Τὶ πρὸς ἡμᾶς; σὺ ὅψῃ«· ῥίψας ὁ φιλάργυρος Ἰούδας τὰ ἀργύρια »ἀπελθὼν ἀπήγξατο«, μηδὲ περιμείνας ἰδεῖν τοῦ περὶ τὸν Ἰησοῦν παρὰ τῷ Πιλάτῳ κρίματος τὸ τέλος.

καὶ γέγονεν αὐτῷ οὔτε καθαρὰ ἀπὸ ἁμαρτίας μετάνοια, οὔτε ἄκρατος πρός τι χρηστότερον ἡ πονηρία. εἰ μὲν γὰρ καθαρῶς μετενόει κἂν ὡς ὁ λῃστὴς εἰπών· »Μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ »σου«, προσελθὼν τῷ σωτῆρι ἐποίει τὰ παρ’ αὐτοῦ, πρὸς τὸ ἐξιλάσασθαι αὐτὸν ἐπὶ τῇ φθασάσῃ γεγονέναι προδοσίᾳ.

εἰ δὲ πάντη τὴν τοὺ καλοῦ ἔννοιαν ἐξεληλακὼς ἦν τῆς ἑαυτοῦ ψυχῆς, οὔτ’ ἂν μετεμελήθη ἰδὼν ὅτι κατεδρίθη ὁ Ἰησοῦς· ἀλλὰ καὶ προσετίθει ἂν λόγους γους κατηγορῶν αὐτοῦ συγγενεῖς τῇ προδοσίᾳ·

ἀλλὰ καὶ ἀπολαύων ἂν ὡς φιλάργυρος ὧν ἔλαβεν τριάκοντα ἀργυρίων, »τὴν τιμὴν τοῦ »τετιμημένου«, οὔτ’ ἂν ἐβουλεύσατο άπώσασθαι τὰ ἀργύρια οὔτ’ ἂν ἔστρεψεν αὐτὰ τοῖς ἀρχιρεῦσιν καὶ πρεσβυτέροις, οὔτ’ ἂν ἐπ’ αὐτῶν ἐκείνων ἐξωμολογήστο, αὑτοῦ μὲν κατηγορῶν, τὸν δὲ διδάσκαλον καὶ ἐγκωμιάζων ἐν τῷ· »Ἥμαρτον παραδοὺς αἷμα δίκαιον«.

ἀλλὰ καὶ τὸ ἀπάγξασθαι αὑτὸν οὐδεὶς ἄλλος ἐποίησεν ἢ ὁ βεβληκὼς αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν σωτῆρα· καὶ τόπον γε κατ’ ἀμφότερα ἔδωκεν τῷ διαβόλῳ.

[*](6 βλέπουσιν — 8 φαῦλον Cat. 100 — 9 Vgl. Joh. 13,2. — 12 Vgl. Matth. 27 2 – 5. 20 Luk. 23, 42. – 26 Vgl. Matth. 27, 9. – 30 Matth. 27,4. – 31 Vgl. Joh. 13, 2.)[*](1 ἔβλεπον εἰς a Ras. | 4 ἡμῶν, corr. V| 6 βλέουσιν οὖν Cat. | 7 προτέρων V Cat., πρότρον Μ |13 ἔστρεψεν Τ u. Orig. c. Cels. II, 11 [I, 139, 10 K], ἔστρεφεν ist singulär | 15 ὄψῃ mit B(??)ACLXΔ al.; c. Cels. II, 11 ὄψει mit 1. 69. EUς | 20 Die Stellung von Ἰησοῦ ist singulär | 30 δίκαιον] Ζ. 14 ἀθῷον; wie hier lesen Bmg L Syr. Hier Boh. Sah. Arm.; wiedort B text (??)AC rell. syr. Pesch. Hcl. Goth.)
459

Ταῦτα δὲ κατὰ δύναμιν ἐπεξειργασάμην ἅμ μὲν παριστὰς τοῖς οἰομένοις αὐτὸν φύσει γεγονέναι ἀνεπίδεκτον σωτηρίας, ὅτι οὐ τοιοῦτος ἦν, ἅμα δὲ διηγούμενος ὅτι εὐλόγως οἱ μαθηταὶ ἐπὶ τῷ τοῦ κυρίου λόγῳ »ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τὶνος λέγει«.

ἀρκεῖ δὲ παραθέσθαι καὶ προφητικὴν λέξιν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ, παριστᾶσαν ὅτι ἅγιος ὢν μεταπέπτωκεν, ἐπεὶ γέγραπται· »Καὶ »γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους »μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν«.

ἀλλὰ καὶ τὸ »Εἰ ἐχθρὸς ὠνεί- »δισέν με, ὑπήνεγκα ἄν« ἐπ’ αὐτὸν ἀναφερόνμενον δηοῖ ὅτι οὐκ ἀρ- χῆθεν ἐχθρὸς ἦν.

ἀλλὰ καὶ τὸ »Εἰ ὁ μισῶν με ἐμεγαλορημόνησεν, »ἐκρύβην ἂν ἀπ’ αὐτοῦ« παρίστησιν ὅτι καὶ ἠγάπα ποτὲ τὸν Ἰησοῦν, φθάσας ἐπὶ τὸ καὶ ἰσόψυχος αὐτῷ τυγχάνειν, ἐπεὶ γέγραπται· »Σὺ »δὲ ἄνθρωπε ἰσόψυχε, καὶ ἡγεμών μου, καὶ γνωστέ μου«.

καὶ ἄλλα δ’ ἂν εὕροις μυρία, ἐξ ὧν συνήσεις ὅτι εἰκότως οἱ μαθηταὶ »ἔβλεπον »εἰς ἀλλάλους, ἀπορούμενοι περὶ τίνος λέγει«.

ὁ δὲ Λουκᾶς ἀνέγραψεν ὅτι εἰπόντος τοῦ σωτῆρος· »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόν- »τος με μετ’ ἐμοῦ ἐπὶ τῆς τρπέζης. ὁ μὲν υἱὸς τοὺ ἀνθρώπου κατὰ »τὸ ὠρισμένον αὐτῷ πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ »τὸ ὡρισμένον αὐτῷ πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ »οὗ παραδίκδοται« οἱ μαθγταὶ ἤρξαντο συζητεῖν πρὸς ἐαυτοὺς τίς »ἄρα εἴη ἐξ αὐτῶν ὀ μέλλων τοῦτο πράσσειν«· συνεζήτουν γὰρ »ἀπο- »ρούμενοι περὶ τίνος λέγειν«.

ἀλλὰ κατὰ μὲν τὸν Λουκᾶν οὐκ ἐμφαίνεται ὅτι ἕκαστος καὶ ἑαυτὸν ὑπενόει· κατὰ δὲ τὸν Ματθαῖον καὶ τὸν Μάρκον καὶ τοῦτο παρίσταται.

ὁ μὲν γὰρ Ματθαῖός φησι· »Καὶ λυπούμενοι σφόδρα ἤραζαντο λέγειν· Μήτι ἐγώ εἰμι, κύριε;«

ὁ δὲ Μάρδος ὅτι »Ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ ἕνα·

»Μήτι ἐγώ; καὶ ἄλλος· Μήτι ἐγώ;« ἐμέμνηντο γάρ, οἶμαι, ἄνθρωποι ὄνττες, ὅτι τρεπτή ἐστιν ἡ προαίρεσις τῶν ἔτι προκοπτόντων καὶ ἐπιδεχομένη τὸ ἐναντία θέλειν οἷς πρότερον προέθετο.

τάχα δὲ καὶ μαθόντες πρὸς ἃ ἡμῖν ἐστιν ἡ πάλη, εὐλαβοῦντο διὰ τὸ ἐν ἀνθρώπου ποις ἄδηλον μήποτε νικηθέντες παραδέζωνται καὶ τὴν περὶ τοῦ διδασκάλου προδοσίαν.

καὶ γὰρ ὁ Πάτρος πρόθεσιν μὲν εἶχεν, ὅτε διαβεβαιούμενος ἔλεγεν· »Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ »οὐ σκανδαλισθήσομαι« μὴ ἀρνήσασθαι τὸν Ἰσοῦν· ἐκνικηθεὶς δὲ [*](6 Ps. 40, 10. – 8 Ps. 54, 13. – 10 Ps. 554, 13. – 12 Ps. 54, 14. – 16 Luk. 22, 21 – 23. – 20 Joh. 13, 22. – 24 Matth. 26, 22. – 25 Mark. 14, 19. – 29 Vgl. Eph. 6, 12. – 32 Matth. 26, 33; vgl. Mark. 14, 29.) [*](13 καὶ 1 fehlt im T | 17 ὁ μὲν υἱὸς = ΑΧΔ 1. 69. ΕFG rell. ὁ υἱὸς μὲν B (??)TL 18 αὐτῷ mit Syr. Cur. Aeth. | 24 nach λέγειν fehlt αὐτῷ mit D 69. Latt. Boh. Aeth. u. εἷς ἔκαστος singulär | 25 καθ’ ἕνα singulär; καθ’ εἷς ADPX rell. | 28 τὸ τὰ, corr. We | 29 ἀνθρώποις] α u. οι a. Ras. | 32 Zur Form des Citates vgl. Syr. Sin.)

460
ὑπὸ τοῦ τῆς δειλίας πνεύματος πρὸ ἀλεκτοροφωνίας τρὶς αὐτὸν ἠρνήσατο.

ἐκ τῶν τοιούτων δὴ λόγων διδασκόμεθα· »Ὁ στήκων »βλεπέτω μὴ πέσῃ« καὶ »Μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«. τάχα δὲ καὶ τὸ »Εβλεπον εἰς ἀλλήλους οἱ μα- »θηταὶ« πρὸς τῷ ἁπλούστερον νοουμένῳ καὶ τοιοῦτόν τι δηλοῖ, ὅτι ἕκαστος κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει ἐνεώρα εἰς τὴν προαίρεσιν τοῦ ἑτέρου, ἐπαπορῶν εἰ δύναται ἡ τοιαῦτα πράξασα ψυχῆ καὶ οὕτω πρὸς τὸν ἀψευδῆ διδάσκαλον διατεθεῖσα, ἀληθῶς μαρτυρήσαντα ἐν τῷ εἰρηκέναι· »Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει »με«, ἐπὶ τοσοῦτον ἐκτραπῆναι καὶ ἐπιλαθέσθαι τῶν τοῦ διδασκάλου μαθημάτων, ὡς καὶ ἐπὶ τὴν προδσίαν αὐτοῦ φθάσαι.

ἐμφαντικὴ γὰρ ἡ περὶ τῶν μαθητῶν λέξις ἡ »Ἀπορούμενοι περὶ τίνος λέγει«· οὐ γὰρ εὐπόρουν ἐννῆσαι περὶ τίνος τὸ προειρημένον ἦν, ἀλλ’ ἦσαν εὑρίσκοντες.

Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς. 24 νεύει οὖν τούτῳ 25 αναπεσὼν ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ἀποκρίνεται οὖν ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον. βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου· 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσηλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον 28 τοῦτο δὲ οὐ δεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέεγει αὐτῷ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.

ΧΧ. Ὁ ἐν τῷ κόλῳ τοῦ Ἰησοῦ ἀνακείμενος, εἷς τῶν μα- Ἰωάννης· ἐπὶ γὰρ τῷ τέλει τοῦ εὐαγγελίου γάγραπται ὡς «Ἐπιστρα- »φεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολου- [*](2 Ι Κοr. 10, 12. – 3 Prov. 27, 1. – 4 Joh. 13, 22. — 5 ὃτι — 11 φθάσαι Cat 100. – 9 Joh. 13, 21. – 30 Joh. 21, 20 – 23.) [*](2 ὁ στήκων statt ὁ δοκῶν ἑστάναι singulär | 8 ἀληθῶς — 10 με < Cat. | 10 ἐκτραπῆναι Cat., τραπῆναι Μ |11 ἐμφαντική] εμ u. ι a. Ras. | 20 οὖν ὁ B(??)aC*LX Syr. Hcl. | 21 nach ψωμίον + καὶ δώσω [αὐτῷ] Τ |30 ἐπεὶ.)

461
»θοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, και »εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦ τον οὖν ἰδὼν ὁ Πέτρος » λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν »αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σέ; σύ μοι ἀκολούθει. »ἐξῆλθεν οὖν ὁ λόγος εἰς τοὺς ἀδλφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οῦκ »ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’.