Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· »Καὶ οὐκ »ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσσεβῶν παρελθεῖν ἡμᾶς σι᾿ αὐτοῦ, ὅτι »’εσκλήρυνεν κύριος ὁ θεὸς τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσεν καρδίαν ᾲὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ«.

ἀλλὰ τὰ περὶ μὲν τούτου οἰκειότερον ἐν τοῖς εἰς τὸ Δευτερονόμιον ἐξετασθείη ἄν.

νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα »Εἰπὼν »ὁ Ἰησοῦς ἐταράχθη« οὐτὴν ψυχὴν οὐδὲ τῇ ψυχῇ, ἀλλ᾿ οὐδὲ τοῦ πνεύματος, ἀλλὰ »τῲ πνεύματι«. ἵν᾿ οὖν τὸ περὶ τοῦ πνεύματος [*](1 Joh. 13, 20. — 2 Joh. 12, 45. — 12 Joh. 12, 27. — 15 Joh. 12, 27.—16 Joh. 12, 27. —23 Vgl. Gal. 5, 19.—26 Deut. 2, 30.—31 Joh. 13, 21.) [*](1 ἐὰν mit DΔ 1. 69. EFGH al. | 2 πέμψαντα] εμ a. Ras. | 7 τὸν ü. d. Z. 22 ἀνθρώπου, corr. Pr | 27 σιὼν, corr. Hu nach T | εὐσεβῶν, corr. Pr; vgl. T.)

456
παρατήρημα μὴ διαπίπτῃ, λεκτέον ὅτι ἐν μὲν τῷ »Νῦν ἡ ψυχή μου »τετάρακται« τὰτῆς ταραχῆς πάθος ψυχῆς ἦν, ἐν δὲ τῲ »Ἐταράχθη »τῷ πνεύματι ὁ Ἰησοῦς«, ὅπερ ἐστὶν τὸ ἀνθρώπινον, τὸ πάθος ἦν ἐρχόμενον τῇ ἐπικρατείᾳ τοῦ πνεύματος.

ὡς γὰρ ὁ ἅγιος ζῇ πνεύματι, προκατάρχοντι τῶν ἐν τῷ ζῆν καὶ πάσης πράξεως καὶ εὐχῆς καὶ τοῦ πρὸς θεὸν ὕμνου, οὕτως πᾶν ὅ τί ποτ᾿ ἄν ποιῇ, ποιεῖ πνεύματι, ἀλλὰ κἄν πάσχῃ, πάσχει πνεύματι.

εἰ δὲ ὁ ἅγιος, πόσῳ μᾶλλον ταῦτα λεκτέον περὶ τοῦ τῶν ἁγίων ἀρχηγοῦ Ἰησοῦ, οὗ τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἐν τῷ ἀνειληφέναι αὐτὸν ὅλον ἄνθρωπον, τὸ ἐν αὐτῷ διέσισεν τὰ λοιπὰ ἐν αὐτῷ ἀνθρώπινα;

καὶ οὕτως »ἐταράζθη τῷ πνεύματι«, ἵνα μαρτυρήσῃ καὶ ἵνα εἴπῃ μετὰ τοῦ θείου οἱονεὶ ὅρκου τοῦ ἀμὴν τὸ »Λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα- »δώσει με«.

τοῦ γὰρ πνεύματος, οἶμαι, θεωρήσαντος τὸ ἤδη ἀπὸ τοῦ διαβόλου βεβλημένον εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα τὸν διδάσκαλον παραδῷ, φωτισθεὶς εἰς τὸ ἐσόμενον ἐταράχθη· καὶ ἐπεὶ ἡ ταραχὴ ἀπὸ τῆς ἐν πνεύματι γνώσεως γεγένηται, ὃ καὶ ἐν ταραχῂ ἐγένετο, »Ἰησοῦς, εἴρηται, ἐταράχθη τῷ πνεύματι«.

τάχα δὲ καὶ κατὰ μίαν ἐκδοχὴν τὴν »Ἡ σὰρξ ἀσθενής« καὶ ἡ σὰρξ τετάρακται· ταῦτα δ᾿ ἦν ὁ Ἰησοῦς, περὶ οὗ ὑπὸ τοῦ Γαβριὴλ πρὸς τὴν Μαρίαν εἴρηται τὸ »Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ καλέσεις »τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κλη- »θήσεται«.

Σημείωσαι δὲ τίωα τρόπον ἐν τοοῖς ἐξεταζομένοις τὸ ἐμαρτύρησεν ἀναφέρεται εἰς τὸ »Εἷς ἐξ ὑμῶν παραδώσει με«.

καὶ τοῦτο γὰρ λεγόμενον καὶ προφητευόμενον τοῖς μαθηταῖς περὶ Ἰούδα, τοῦ ἑνὸς ἐξξ αὐτῶν, μαρτυρία ἦν ὁμώυμος, ο=ομαι, τῷ παρὰ τὸ μαρτυρεῖν καὶ ἀποθνήσκειν ὑπὲρ θεοσεβείας σημαινομένῳ.

οὐ γὰρ ταὐτὰ νομίζω σημαίνεσθαι ἐν τῷ »Ἐμαρτύρησεν«, ὅτε δηλοῦται τὸ ῥῆμα, παρ᾿ ὅ ὁ μάρτυς ἐσχημάτισται τοῦ θεοῦ χριστοῦ αὐτοῦ, καὶ νῦν ὅτε ἀναφέρεται ἐπὶ τὸ »Εἷς ἐξ ξὑμῶν παραδώσει με«.

ἔτι κατὰ δύναμιν ἐγὼ ἐφίστημι καὶ τῷ »Εἷς ἐξ ὑμῶν, ἀναφερομένῳ ἐπὶ τὸν Ἰούδαν, μήποτε ἐμφαίνει τὸ ἀπὸ τάξεως ἀποστολικῆς, ἐν ᾗ καὶ αὐτὸς ὕψωται τῷ διάθεσίν ποτε παραπλησίαν τοῖς λοιποῖς [*](1 Joh. 12, 27.—2 Joh. 13, 21.—12 Joh. 13, 21.—14 Vgl. Joh. 13, 2.—18 Matth. 26, 41; Mark 14, 38.—20 Luk. 1, 31f. — 23 Σημείωσαι—27 σημαινομένῳ Cat 100. —30 Joh. 13, 21.) [*](1 διαλίπῃ V | 15 φωτισθεὶς εἰς] φωτισθεῖσα, corr. Ferrarius | 20 nach γαστρὶ fehlt καὶ τέξῃ υἱὸν wohl nur durch Versehen | 23 σημείωσαι Cat., σημειωση M | 24 εἰς + V Cat. |τοῦ[το γὰρ] völling verblichen; Text nach V Cat. | 27 ταῦτα, corr. We | 33 ὑψω, corr. V.)

457
ἀποστόλοις ἔχειν αὐτόν, ἀποπεπτωκέναι.

οὕτως γὰρ ἐγὼ ἤκουσα καὶ τοῦ »Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν«, ἐπεὶ μηδὲ ἐκεῖ εἴρηται· »ὡς ἡμεῖς« ἤ »ὡς ἐγώ«, ἀλλὰ διὰ τὸν ἕνα ἐκπεσόντα τῆς μακαριότητος, τὸ »Ὡς εἶς ἐξ ἡμῶν«· τὸ δὲ »Ὡς εἷς« συνᾀδειν μοι δοκεῖ καὶ μετὰ το[ου »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«, τῷ »Καὶ ὡς εἷς τῶν τῶν ἀρχόντων πίπτετε«. πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως μιμούμενοι τὴν ἐκείνου πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες.

ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὕς ὁ λόγος φηςὶ τὸ »Ἐγὼ »εἶπα· Θεοί ἐστε, καὶ υὑοὶ ὑψίστου πάντες«, ἀποπεσόντες τῆς μακαριότητος, οὐ προηγουμένως ὄντες ἄνθρωποι, ὡς ἄνθρωποι ἀποθνήσκουσιν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτουσιν.

νομίζω δὲ καὶ θαυμαστικῶς εἰρῆσθαι τοιούῳ νῷ τὸ λεγόμενον· ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ᾿ οὐδὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων.

πολλοὶ μὲν οὖν, καταψηφιζόμενοι τοῦ Ἰησοῦ, φασίν· »Σταύρου, »σταύρου αὐτόν« καὶ »Αἶρε ἀπὸ τῆς τῆς τὸν τοιοῦτον«.

τὸ δὲ παραδοῦναι αὐτὸν ἔργον ἦν ἑωρακότος καὶ νενοηκότος αὐτόν· διδάσκαλον γὰρ αὐτὸν ἐπιτάμενος τῶν τηλικῶνδε καὶ τοςῶνδε μαθημάτων, ἃ κατ᾿ ἰδίαν μετὰ τῶν ἀοστόλων ἤκουσεν, καὶ κύριον αὐτὸν εἰδώς, παραδιδοὺς αὐτόν, ὃ ἔγνω γεθος αὐτοῦ παρέδωκεν, οὐκ ἄν ποκήσαντος τοῦτό τινος τὸ μέγεθος αὐτοῦ μὴ τεθεωρηκότος.

τὸν μὲ γὰρ μέγαν παραδέδωκεν, οὐ καθ᾿ ὃ μέγας ἐστίν, ἐπεὶ μὴ εἶδεν καθ᾿ ὃ μέγας ἐστίν· ὁ δὲ καὶ μαθὼν πῶς μέγας ἦν καὶ ἀκροατὴς γενόμενος τοῦ μεγέθους τῆς ἐν αὐτῷ σοφίας καὶ λόγου καὶ χάριτος καὶ προδοὺς αὐτόν, προέδωκεν ὅλον καθ᾿ ὃ εἶδεν μέγεθος.

διὰ τοῦτο συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη, εἴτε τὴν τῆς παλιγγενε σίας γένεσιν, ὡς ἄν βαθύτερόν τις ἀκούσαι, εἴτε καὶ τὴν κοινότερον νοουμένην· περὶ ἧς ὁ πραγμάτων ἑαυτὸν ἀπαλλάττειν θέλων, καὶ ζητήσας ὃτι ᾧ συμφέρει, ὄντι συμφέρει, καὶ ὑπονοήσας ὅτι οὐκ ἄν μὴ ὄντι αὐτῷ συνέφερεν, ἐπὶ τὴν δευτέραν κατελθὼν διήγησιν, ἐκείνην μᾶλλον παραδέξεται.

[*](2 Gen. 3, 22.—5 Ps. 81, 7.—9 Ps. 81, 6.—16 Luk. 23, 21.—17 Act. 22, 22.—27 Vgl. Matth. 26, 24; Mark. 14, 21.)[*](1 ἀπο[πεπ]τωκέναι a. Ras. | 4 τὸ δὲ + Βr | 5 τοῦ Μ*, zu τὸ ὑ corr. | τῷ] τὸ, corr. V | 19 τηλικῶνδε]τηλικούτων δὲ, corr. Br | ποσῶνδε, corr. Br | 22 ποιήσαντες, corr. V | 23 παρέδωκεν ἄν ? We | 26 ὅλον καθ᾿ δ᾿ ] ὁ λουκας Μ, δ᾿ λον ὁ V, οὐ καθ᾿ ὅλον δ᾿ Β, corr. Br | 28 ἀκούσαι nur schwer lesbar | 31 [δευ]τέραν [κατ]ελθὼν verblichen.)
458

13, 22 Ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.

ΧΙΧ. Εἰ μὲν προφανὴς ἦν τοῖς Ἰησοῦ μαθηταῖς ἡ τοῦ Ἰούδα κακία, κὰν ἔγνωστο, εἰπόντος τοῦ σωτῆρος ὅτι »Εἶς ἐξ ὑμῶν »παραδώσει με«, τίς ἦν ὁ παραδώσων τὸν διδάσκαλον. νυνὶ δὲ βλέπουσιν »εἰς ἀλλήλους οἱμαθητί, ἀπορούμενοι περὶ τίνος λέγει«.