Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

»Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρ[ος σέ; ὅτι δὲ ὁ μαθητὴς οὗτος ὁ γράψας τὸ εὐταγγέλιον Ἰωάννης ἐστὶν δῆλον ἐκ τῶν έπιφερομένων οὕτως ἐχόντων ὅτι »Οὗτός ἐστιν ὁ μαθητὴς ὁ καὶ »μαρτυρῶν περὶ τούτων, ὁ γράψας ταῦτα«.

παρατήρει δὲ ἐν ἀμφοτέροις τοῖς τόποις τοῦ εὐαγγελίου τίνα τρόπον ὁ Πέτρος, ὡς ἐπὶ πλεῖον αὐτῷ θαρρῶν καὶ πρασκεκλιμένος, ὅπου μὲν »Νεύει αὐτῷ καὶ »λέγει· Εἰπὲ τίς ἐστιν, περὶ οὗ ὁ Ἰησοῦς προδώσοντός φησιν«, παρὰ τοὺς λοιποὺς λέγει τῷ Ἰησοῦ περὶ αὐτοῦ· »Κύριε, οὗτος δὲ »τί;« βουλόμενος μαθεῖν καὶ τὸ κατἂ τὸν Ἰωάννην τέλος ὁμοίως τῷ ἐγνωκέναι τὰ περὶ αὑτοῦ, ὅτι ὅταν γηράσῃ ἐκτενεῖ τὰς χεῖρας αὐτοῦ, καὶ ἄλλος αὐτὸν ζώσει καὶ οἴσει ὅπου οὐ θέλει.

εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι’ ὅλων ζωή εστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ »Ἦν ἀνακείμενος εἷς ἐκ »τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ« ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον ὑπ’ αὐτοῦ.

καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης άνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«.

εἰ μὴ »θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, κατὰ τὸ »Ὁ μονογενὴς ταπεινότετον δὲ ἀκούομεν καὶ τοῦ »Ἐγένετο δὲ ἀποθανεῖν τὸν κόλπον »χὸν καὶ ἀπενεχθῆναι αὐτὸν † ἀπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον »Ἀβραάμ«, τοιοῦτόν τι καὶ περὶ τοῦ κόλπου Ἀβραὰμ νοήσομεν· ὅπερ [*](9 Joh. 21, 24. – 12 Joh. 13, 24. – 14 Vgl. Joh. 21, 20. – 17 Vgl. Joh. 21, 18. – 19 Vgl. Joh. 6, 63. – 21 Joh. 13, 23. – 29 Joh. 1, 18. – 31 Luk. 16, 22.) [*](4. 7 αιως Μ*, corr. M 2 | 5 οὖτος vor oder nach ὁ 1 fehlt nur hier | 9 καὶ mit B |10 καὶ vor oder nach ὁ fehlt nur hier | 17 ἐκτείνει, corr. V 29 ὁ vor μονγενὴς mit (??)aAC 3 XΔ 1. 33. rell. Boh. | 30 θεὸς mit (??)BC*L 33. Syr Pesch. Hcl. mg Boh. Aeth. | 32 ἀπὸ] 1. ὑπὸ mit T.)

462
ἐὰν οὕτως * * * ἐσόμεθα, ἀπολογησάμενοι πρὸς τὴν κατ’ ἄγνοιαν περὶ τῆς γραφῆς ἐπαπόρησιν, λεχθεῖσαν ὑπο τοῦ βουληθέντος ἀθετῆσαι τὴν περὶ τὸν πλούσιον καὶ τὸν πένητα διήγησιν· εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβρὰὰ ὀ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν βίον ἦν ἂν ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ ἐκείνου ἄλλος.

ἀλλὰ καὶ ἄλλου, φησί, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται· οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δυνατόν ἐστιν μυρίους ἐντῷ κόλπῳ τοῦ Ἀβραὰμ ἅμα ἀναπαύσσεσθαι, κοινωνουντας τῶν ἀποκαλυφθέντων αὐτῷ.

ΧΧΙ. Εἰ δὲ καὶ ἄλλον τοπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ· »Πάλιν εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν »κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, »καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγένετο ἡ χείρ »αὐτοῦ λεπρῶσα ὠσεὶ χιών. καὶ εἶπεν· Εἰσένεγκον τὴν χεῖρά σου »εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοὺ εἰς τὸν κόλπον »αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπε- »κατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ«.

χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο. ἐπεὶ δὲ χρὴ καὶ ἡμᾶς μὴ ἀργεῖν ἀπὸ τοῦ ζητεῖν καὶ τὸ ὑποπῖπτον εἰς κρίσιν παραδοῦναι τῷ ἐντευξομένῳ, φήσομεν ὅτι ἡ χεὶρ πράξεων πολλαχοῦ σύμβολόν ἐστιν· ὁ δὲ κόλπος Μωϋσέως δύο δυνάμεις ἔχει, τὴν μὲν προτέραν καὶ κατὰ τὰ τοῦ γράμματος νοήματα, ποιοῦσαν τὴν πρᾶξιν τοῦ πράττοντος ὡσεὶ χιών, ὅσον ἐπὶ τῇ Ἑβραίων φωνῇ, [ἢ] καὶ λεπρῶσαν· τὴν δὲ δευτέραν καὶ κατὰ τὸν πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσαως τοῦ λόγου.

καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ »Ἐὰν μὴ πιστεύσωσίν σοι μηδὲν »εἰσακούσωσιν τῆς φωνῆς του σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι »τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου«· ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκδοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ νόμου διηγήσει.

ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δε δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνε- [*](12 Exod. 4, 6f. – 28 Exod. 4, 8.) [*](1 διηγησώμεθα V, διηγησω a. Ras., in Mist ἐσόμεθα z. lesen; davor scheint ὅλκον gestanden z. haben; νοῶμεν, ἐσόμεθα We| 2 λεχθειησαν, corr, We| 5 ἂν + V | 11 [δεήσει πα]ραθέσθαι nach V; in M ist d. Papier abgerieben | 14 αὐτὴν mit F | 15 εἰσένεγκον] εἰσήνεγκε Μ, corr. V | 19 σύμβολον — τὸ unlesbar | 24 ποιοῦσα, corr. V | 25 [ἢ] str. V 27 ἀπὸκαθιστανομένης |29 πιστεύσωσιν.)

463
ται.

γέγραπται γάρ· »Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ »σημείοις τούτοις μηδὲ εἰσακούησωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ »ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ »ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ«.

καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου ούκέτι λέγεται τὸ ἢ »πιστεύσωσίν »σοι«, ἢ οὐ πιστεύσουσιν.

δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, δι’ ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου.

ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παραλαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ἁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ αὐτοῦ ἀγάπῃ· οὕτω γὰρ καὶ αὐτοὶ ἀνακεισόμενθα ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· νεύει δὲ τῷ· ἀγαπωμένῳ μαθητῇ Σίμων Πέτρος, καὶ μὴ ἀρκούμενος τῷ νεύματι φησὶν αὐτῷ· »Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει«.

ἐπεὶ οὖν τὸ νεύειν ε'ν ταῖς Παροιμίαις εἰς διαβολήν λαμβάνεται· ὁ γὰρ φαῦλος »ἐννεύει »μὲν ὀφθαλμῷ, φησίν, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύ- »λων, καὶ διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά« καὶ »Ὁ ἐννεύων »Ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας«, λεκτέον ὅτι φαῦλον οὐ τὸ νεύειν έστίν, ἀλλὰ τὸ νεύειν ὀφθαλμῷ, τοῦτ’ ἔστιν πλαγιάζειν τὸν ὀφθαλμ[ον καὶ μὴ ὀρθὰ βλέπειν, καὶ τὸ νεύειν μετὰ δόλου ἐστὶν τὸ ψεκτόν· νεύειν δὲ φιλομαθῶς Πέτρου εργον ἦν, καὶ ἀκολούθως τῷ τοιούτῳ νεύματι λέγειν τῷ συμφοιτητῇ, ὡς παρρησίαν πλείονα ἔχοντι πρὸς τὸν διδάσκαλον· »Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει«.

ἐβούλετο γὰρ ἴσως τὸ κατὰ τὴν προδοσίαν, ἣν προδίδωσιν Ἰούδας τὸν Ἰησοῦν, μυστήριον ἰδεῖν, ὅπερ ἵνα μάθῃ ὁ Πέτρος, Ἰωάννης πρότερον ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἐπαναβέβηκεν καὶ ἀνέπεσεν ἐπὶ τὸ στῆθος,.

καὶ τάχα μὴ ἀναπεσόντι ἐπὶ τὸ στῆθος, ἀλλὰ μείναντι ἐπὶ τοῦ ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, οὐκ ἂν παρέδωκεν ὃν ἐπόθει μανθάνειν Ἰωάννης ἢ Πάτρος λόγον.

εἰ καὶ ἀνακείμενος οὖν πρότερον μὲν ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὕστερον δὲ ἀνέπεσν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, διὰ τοῦ δευτέρου ἐν τοῖς τελευταίοις τοῦ εὐαγγελίου χαρακτηρίζεται ὡς μείζονος καὶ διαφέροντος ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητής.

γέγραπται γὰρ ὅτι »Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει [*](1 Exod. 4, 9. – 11 Vgl. Joh. 13, 23. – 15 Joh. 13, 24. – 15 ἐπεὶ – 22 ψεκτὸν Cat. 100 – 16 Prov. 6, 13f. – 18 Prov. 10, 10. – 34 Joh. 21, 20.) [*](4 αἶμα ἐπὶ a. Ras. | 12 πράττομεν, corr. V | 15 οὖν] δὲ καὶ Cat. | 17 φησίν Cat., <> M | πόδας Cat. RS | 18 καὶ 1 < Cat. | 20 ὀφθαλμοῖς Cat. | 21 καὶ τὸ] τὸ γὰρ Cat. | 22 ψεκτόν ἐστιν Cat. | 23 συμφοιτητῇ] μφ a. Ras. | 34 βλέπη] η a. Ras.)

464
»τὸν μαθητὴν ὅν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν »ἐν τῷ δείπνῳ ἐπὶ τὸ στὴθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ »παραδιδούς σε;« οὐ γὰρ γέγραπται· >ὃς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ Ἰησοῦ<.

ΧΧΙΙ. Τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος δθωρήσωμεν. »Ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ«.