Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καθ᾿ ὅ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται μετὰ τὸ »Οὐκ ἔστι δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν«.

κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγων θεοῦ διὰ τὸ »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα »αὐτῷ Ἰωάννης«, καὶ τὸν Ἡσαΐαν διὰ τὸ »Τίνα ἀποστελῶ, καὶ τίς »πορεύσεται πρὸς τὸν λαὸ τοῦτον;« ὅτε ἀπεκρίνατο λέγων· »Ἰδού »εἰμι ἐγώ, ἀπόστειλόν με«.

τί δὲ περὶ τούτων λέγω, ὅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ τηλικοῦτος ἡμῶν σωτὴρ ἀπόστολος εἴρηται τοῦ πατρός; γέγραπται γάρ· » Ἔχοντες οὖν ἀρχιερέα μέγαν καὶ ἀπόστολον »Ἰησοῦν Χριστόν«.

καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ διακονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν Ἰησοῦ Χριστοῦ.

ἀλλ᾿ ὁ ἀπόστολος, ὥσπερ τοῦ ἀποστείλαντός ἐστιν ἀπόστολος, οὕτως τιςὶν πρὸς οὕς ἀποστέλλεται μόνοις ἐστὶν ἀπόστολος.

ὅπερ νοῶν ὁ Παῦλος ἐλεγεν· »Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπό- »στολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς [*](10 Hebr. 1, 14.—13 Hebr. 1,7 (Ps. 13,4). —18 Joh. 13, 16. —21 Joh. 1,6.—22 Jes. 6,8.—26 Vgl. Hebr. 4, 14; 3,1. —31 I Kor. 9,2.) [*](2 σωτηρ (σηρ), corr. V | 10 έπὶ] περὶ, corr. We | 14 πνευματα Μ*, πνεῦμα, wie in M jetzt hergestellt ist, leson D Aeth. | 20 ἀπόστολον] ον a. Ras. | 24 ἀπόστειλον] στ a. Ras. | 27 σιακονησάμενον, corr. Br | 31 καὶ fehlt im T.)

454
»ἐστε ἐν κυρίῳ«.

ἔξεστιν οὖν τινα εἶναι ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑνὶ μόνῳ ἐξαποσταλέντα, εἰ ἑνὶ μόνῳ θεοῦ προνοίᾳ τὸν λόγον διηκονήσατο.

καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρηματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν· »Δεξιάς, γάρ »φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, »αὐτοὶ δὲ εἰς τὴν περιτομήν«. οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπόστολος ἦν, καὶ πέτρος ὅλῃ τῇ περιτομῇ.

ἡμῶν δὲ κἄν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἤ ὀλίγῳ πλείοσιν.

ἀπόστολος γίνεται. κἄν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ »Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον εὑρίσκεται.

Ταῦτα διὰ τὸ »Ὁ λαμβάνων ἐάν τινα πέμψω«, ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἄν μή, οὕς εἰθίκαμεν ὀνομάζειν ἀποστόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως καρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ.

ὁ οὖν λαμβάνων ὅν ἄν πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει· ὁ δὲλαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει· ὁ ἄρα λαμβάνων ὃν ἄν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα.

Δύναται δὲ καὶ τοιοῦτος ὁ λόγος εἶναι· ὁμὲν λαμβάνων ὃν ἐὰν ἐγὼ πέμψω, ἐμὲ λαμβάνει, καὶ μέχρι τοῦ ἐμὲ παραδέξασθαι φθάνει· ὁ δὲ μὴ διά τινός μου ἀποστόλου ἐμὲ λαμβάνων, ἀλλὰ χωρῶν ἐμὲ οὐκ ἀπ᾿ ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπων διακονούμενον, ἀλλ᾿ ἐπισημοῦντα ταῖς τῶν εὐτρεπισάντων ἑαυτοὺς πρὸς τὴν ἐμὴν παρασοχὴν ψυχαῖς, τὸν πέμψαντά με λαμβάνει πατέρα, ὡς μὴ μόνον ἐμὲ τὸν χριστὸν εἶναι ἐν αὐτῷ ἀλλὰ καὶ τὸν πατέρα.

ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ᾿ ἐναντιότητα νοῦσαι· ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱος τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει· ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν.

διὸ προσέχωμεν, ἳν᾿ ὡς καλοὶ τραπεζῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν.

ἐνθάδε μὲν οὖν [*](4 Gal. 2,9. — 10 I Kor. 4, 2. — 12 Joh. 13, 20. — 22 Vgl. Gal. 1, 1.—31 Vgl. o. S. 307, 5.) [*](6 μόνοις] μο a. Ras. | 9 γένηται nur noch aus d. Abklatsch zu lesen | 10 ὃ δὲ mit Dc 37. 47. L.; dagegen in Jer. h. XI, 3[81, 10 Kl.] ὧδε | οἰκονόμοιςnur noch aus d. Abklatsch zu leson | 12 ἀὰν δέχεται, corr. B | ὅσουςund 14 ὅτι hängen von ταῦτα ab: „soviel darüber . ., wie viele und dass“. We | οὓς] ὡς, corr. Pr 15 ἄν + V | 21 ἐμοῦ, corr. Pr | 29 ἀλήθειαν] v a. Ras.)

455
»Ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάωει· ὁ δὲ ὲμὲ λαμ- »βάων, λαμβάνει τὸν πέμψαντά με« καὶ »Ὁ θεωρῶν ἐμέ, θεωρεῖ »τὸν πέμφαντά με«· οὔτε δὲ εἴρηται· >Ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ οὔτε Ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ<. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς αὐτούς.

λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ· μηδέποτε δὲ παραδεξώμεθα ἀπόστολον ἀντιχρίστου καὶ λόγον ψευδῆ.

13, 21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ‘μῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με

Ἀνωτέρω εἶπεν· »Νῦν ἡ ψυχή μου τετάρακται«· νῦν δὲ λέγεται ὅτι »Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι«. καὶ ζητῆ τοιαῦτα εἰς τὸν τόπον· τί δήποτε οὐκ εἴρηται ἀνάλογον τῷ »Νῦν ἡ ψυχή μου τετάρακται« τὰ »τὸ πνεῦμα τοῦ Ἰησοῦ τετά- »ρακτια«, ἤ ἀνάλογον τῷ »Ἐταράχθη τῷ πνεύματι« τὸ »Νῦν ἡ »ψυχή μου τετάρακται«; καὶ ταῦτα ζητεῖν ἐτόλμησα μετρίως, τηρήσας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴξν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· τὰ γὰρ κάλλιστα καρποὶ λέγονται εἶναι τοῦ πνεύματος, οὐχ ὡς ἄν οἰηθείη τις, τοῦ ἁγίου, ἀλλὰ τοῦ ἀνθρωπίνου.

πρὸς ἀντιδιαστολὴν γὰρ τούτου φανερὰ λέγεται εἶναι τὰ ἔργα τῆς σαρκός, πάντα ψεκτὰ τυγχάνοντα, ἐπεὶ μηδὲν ἔργον σαρκὸς ἐπαινετόν.

ἅπαξ δὲ μέχρι τοῦ δεῦρο εὗρον πνεῦμα φαύλου σκληρύνεσθαι λεγόμενον ὑπὸ κυρίου τοῦ θεοῦ.