Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐοδούμενοι ἐρχώμεθα τὴν μεγάλην τοῦ εὐαγγελίου ὁδὸν καὶ ζῶσαν ἡμῖν, εἰ καὶ γνωσθείη καὶ ὁδευθείη ὑφ’ ἡμῶν, ὡς φθάσαι αὐτῆς καὶ ἐπὶ τὸ τέλος.

νῦν μέντοι γε οἱονεὶ δευτέρας καὶ τριακοστῆς παρεμβολῆς ἐν τοῖς λεχθησομένοις ἐπιβῆναι πειρώμεθα· καὶ παρείη γε ἡμῖν ὁ στύσος τῆς φωτεινῆς νεφέλης Ἰησοῦ, προάγων ἡμᾶς ὅτε δεῖ, καὶ ἱστὰς τῆς φωτεινῆς καὶ τῇ ὑπαγορεύσει τῶν εἰς τὸ εὐαλλέλιον, ἱερὲ ἀδελφὲ καὶ θεοῦ ἄνθρωπε Ἀμβρόσιε, διεξέλθωμεν τὸ εὐαγγέιον, μὴ ἐκκακοῦντες ἀπὸ τοῦ μακροῦ τῆς ὁδοιπορίας μηδὲ ἀποκάμνοντες διὰ τὴν ἡμετέραν ἀσθένειαν, ἀλλ’ ἐκβιαζόμενοι κατ’ ἴχνη βαίνειν τοῦ στύλου τῆς ἀληθείας.

πότερον δὲ βούλεται τὸν νοῦν ἡμῶν τελέσαι διὰ τῶν ὑπαγορεύσεων τὴν ὁδοιπορίαν τῆς ὅλου τοῦ κατὰ τὸν Ἰωάννην εὐαγγελίου γραφὴς ἢ μή, αὐτὸς ἂν εἰδείη ὁ θεός.

μόνον καὶ ἐνδημοῦντες ἐν τῷ σώματι καὶ ἐκδημοῦντες αὐτοῦ ἐπὶ τῷ ἐνδημῆσαι πρὸς τὸν κύριον ἔξω τοῦ εὐαγγελίου μὴ βαίνοιμεν, ἵνα καὶ τῶν τοὺς μακαρισμοὺς φερόνεων ἔργων καὶ λόγων ἐν τῷ παραδείσῳ τῆς τρυφῆς τοῦ θεοῦ ἀπολαύσωμεν.

[*](5 Vgl. Exod. 14, 19. — 7 Vgl. I Tim. 6, 11. — 11 Vgl. I Tim. 3, 15. — 13 Vgl. II Kor 5, 6. 8. — 15 Vgl. Joh. 13, 17.)[*](Überschrift unter einfacher roter und schwarzer Randleiste | 1 ἐχώμεθα, corr. V | 3 ὡς + We | 7 καὶ θεοῦ>+ Br; vgl. ο.S. 5, 10 | 8 ἐγκακοῦντες, corr. V 9 ὁδοπορία, corr. V | 13 ἢ] εἰ, corr. V.)
426

13, 2 Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἴνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, 3 εἰδὼς ὄτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾦ ἦν διεζωσμένος.

Ἐν ταῖς εἰς τὸ κατὰ Λουκᾶν ὁμιλίαις συηνεκρίναμεν ἀλλήλαις τὰς παραβολάς, καὶ ἐζητήσαμεν τί μὲν σημαίνει τὸ κατὰ τὰς θείας γραφὰς ἄριστον, τί δὲ παρίστησιν τὸ κατ’ αὐτὰς δεῖπνον.

καὶ νῦν τοίνυν λελέχθω, ὅτι ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικῆς τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή δεῖπνον δὲ ἡ τελευταία καὶ τοῖς ἤδη ἐπὶ πλεῖον προκεκοφόσι παρατιθεμένη κατὰ λόγον.

καὶ ἄλλως δ᾿ εἴποι ἄν τις ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμέτων, δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.

ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάξοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται τοὺς τῶν μαθητῶν νίπτειν πόδας.

οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβάνοντες σὺν αὐτῷ τροξῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν’ οὕτως ὀνομάσω, σώματος, ἀλλ’ ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα.

καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ’ οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι σύναται, δεύτερον δὲ [καὶ τὸ] ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν· »Καὶ »ὑμεῖς ὁφείλετε τοὺς πόδας ἀλλήλων νίπτειν· ὑπόδειγμα γὰρ ἔδωκα »ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε«.

καὶ ὁ εὐαγγελιστής γε ἐν τούτοις μοι δοκεῖ διεγείρων ἡμῶν τὸν νοῦν ἐπὶ τὸ [*](9 Die Homilie fehlt jetzt. — 12 ἄριστον — 17 μυστήρια Cat 96. — 18 Die Aus- führung ist jetzt verloren. — 20 οἶμαι — 28 νίπτειν Cat 96. — 27 Joh. 13, 14f.) [*](2 παραδῷ mit 8501aAD 2 | 3 ἔδωκεν liest Orig. u. S. 429, 11. 20. 23. 28; 430, 6. 17; 431, 7. | 9 ἀλλήλας, corr. Hu | 13 ἡμέρᾳ πνευματικῇ Cat. | 15 προκόψασιν Cat. | 23 τι < Cat. | 25 τὸ καθάρσιον < Cat. | 26 πρῶτον] πρωτοῦτον | ὑπ’ —μόνου] ὑπὸ Ἰησοῦ Cat. | δύναται γενέσθαι Cat. 27 καὶ τὸ < Cat. πρὸς οὓς εἶπεν] τῶν ἀκουσάντων Cat. 28 ἀλλήλων νίπτειν τοὺς πόδας Cat. | 30 τὸ] τὸν Cat.)

427
νοητὸν τῶν κατὰ τὸν τόπον μὴ τετηρηκέναι μὲν σωματικὴν περὶ τοῦ νίψασθαι τὴν ἀκολουθίαν, ὅτε πρὸ τοῦ δείπνου καὶ τὴς ἐπὶ τὸ δειπνεῖν ἀνακλίσεως οἱ δεόμενοι τοῦ νίψασθαι τοὺς πόδας νίπτονται· ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεὶνον τῷ λόγῳ ἥδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, Ἴνα δειπ0νησάντων ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ κύριος.

πρὸ μὲν .γὰρ τοῦ δείπνου ἦσαν λελουμένοι, καὶ γενόμενοι ὅλοι καθαροὶ κατὰ τὸ »Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς »πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καὶ τὰ ἑξῆς· μετὰ δὲ τὸ λουτρὸν ἐκεῖνο ἐδεήθησαν δευτέρου ὕδατος εἰς μόνους τοὺς πόδας, τουτέστιν τὰ κατωτάτω τοῦ σώματος.

ἀδύναστον γὰρ οἶμαι μηδὲν ῥυπωθῆναι τῆς ψυχῆς μηδὲ τὰ τελευταῖα καὶ τὰ κατωτάτω αὐτῆς, κἂν ὑς ἐν ἀνθρώποις τέλειός τις εἶναι δοκῇ.

οἱ μὲν οὖν πολλοὶ καὶ μετὰ τὸ λουτρὸν κονιορτοῦ τῶν ἁμαρτημάτων πληροῦνται κατὰ τὴν κεφαλὴν ἢ ὀλίγῳ ταύτης κατωτέρω· οἱ δὲ γνησίως τῷ Ἰησοῦ μαθητευθέντες; ὡς φθάσαι καὶ ἐπὶ τὸ συνδειπνεῖν αὐτῷ, μόνους τοὺς πόδας δεομένους ἔχουσιν τῆς ὑπὸ τοῦ λόγου νίψεως.

ἐνορῶν δὲ διαφοραῖς ἀμαρτημάτων καὶ κατανοῶν τὰ ὡς μὲν πρὸς τὸ ἀκριβὲς καὶ τὸ ἐρρωμένον τοῦ λόγου ἁμαρτήματα, πρὸς δὲ τοὺς πολλοὺς οὐδὲ νομιζόμενα εἶναι ἁμαρτήματα, ὅψει τίνα ἐστὶν ἐφ’ οἶς δέονται οἱ πόδες τοῦ νίψασθαι ὑπὸ τοῦἸησοῦ.

καὶ εἴπερ τοιαῦτά ἐστιν τὰ κατὰ τοὺς μολύσματα, τί ποιήσωμεν οἱ μηδέποτε ἐπὶ τὸ μετὰ τοῦ Ἰησοῦ δεῖπνον ἐφθακότες, μηδὲ τοὺς πόδας μόνους μεμολυμμένοι; λέγοντος Ἰησοῦ τῷ μὴ εἰδότι τότε Πέτρῳ. ἀλλὰ γνωσομένῳ μετὰ ταῦτα τὸ μυστήριον τῆς νίψεως τῶν ὑπὸ Ἰησοῦ καθαριζομένων ποδῶν τὸ »Ἐὰν μὴ νίψω »δε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.

ὅτερ ζητήσεις τί δηλοῖ· πότερον ὅτι οὐδ’ ὅλως ἕχεις μέρος ἐὰν μὴ νίψω σε ἀγαθόν, δέ μου, ἐν οἶς εἰσιν οἱ μετὰ τὸ λούσασθαι μήτε δειπνήσαντες τὸ μετ’ ἐμοῦ δεῖπνον μήτε νιψάμενοι ὑπ’ ἐμοῦ τοὺς πόδας, ἢ δειπνήσαντες μέν, οὐ νιψάμενοι δέ.

ἐγὼ δ’ ἐφίστημι διὰ τὸ »Ἰδοὺ ἐγὼ ἔστηκα ἐπὶ τὴν θύραν »καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰδελεύσομαι πρὸς αὐτὸν »καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ«, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’ αὐτοῦ, ἀλλ’ ὁ μετ’ αὐτοῦ ἐσθίων [*](8 Jes. 1, 16. — 14 οἱ μὲν — 18 νίψεως Cat 96. — 24 Vgl. Joh. 13, 7. — 26 Joh. 13, 8. — 32 Apok. 3, 20.) [*](6 ὁ] ον |15 ἢ unlesbar | κατὰ] καὶ, corr. We | 16 μαθητευθέντες Cat., μαθη- τεύοντες M|17 δεομένους — 18 νίψεως] δέονται νίψασθαι Cat. 18. 21 ὑπὸ] ἀπὸ, corr. Pr| 32 δ’ + We | τὴ.)

428
δειπνεῖ μόνον. »Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε«, περὶ οὗ γὲγραπται. »Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε«, ὃ κατείλεκται ἐν τῇ

τρίτῃ τῶν Βασιλειῶν. καὶ τοῦτο δὲ τολμήσας εἴποιμ'ἂν ὡς ἀκόλουθον τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ'ἐμοῦ«, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, ὅτι ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίανλ τοῦ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.

γεγραμμένου γὰρ τοῦ »Τοῦ διαβόλου ἥδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ