Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμξῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ᾿ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.

πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων δαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.

προλαβὼν δ’ ἂν εἰποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς· διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »δε ἐμοί«.

καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ· »Μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν »Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής«.

καὶ πάλιν· »Ἀπεκρίθησαν »οἱ Ἰουσαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ τὸν νόμον ὀφείλει ἀπο- »θανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν«· καὶ πάλιν· »Οἱ Ἰουδαῖοι· »ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλάτον· Ἐὰν τοῦτον ἀπολύσῃς, »οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτοὺν ποιῶν ἀντιλέγει »τῷ Καίσςαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον, [*](1 Exod. 12, 26f. — 7 Jes. 1, 13f. — 10 Am. 5, 21. — 12 Vgl. Exod. 12, 27. Joh. 11, 55. — 14 Am. 5, 21. — 16 Vgl. Joh. 11, 55. — 23 Joh. 18. 31. — 24 Joh. 18, 35. — 25 Vgl. Joh. 11, 55. — 26 Joh. 18, 40.—27 Joh. 19, 7. — 29 Joh. 19, 12. — 32 Joh. 19, 15.) [*](2 ἐρεῖτε] + αὐτοῖς Τ |τοῦ] τοῦτο Τ |8 ἢ als Dittogr. (aus N) zu str.; fehlt in T | 14 τῷ] τὸ, Corr. Pr| 24 Ἰουδαῖος] ος a. Ras. (aus ου?) |τὸ ἔθνος τὸ σὸν T; τὸ σὸν ἔθνος ist unbezeugt | 26 ἀπολύσῃς fehlt in T | 27 βαραβᾶς, wie 69 hat 30 πρὸς τὸν Πιλάτον fehlt in T.)

423
»σταύρωσον αὐτόν«.

καὶ οἱ ἀναβεβηκότες γε πρὸ τοῦ πάσχα ἴνα ἁγνίσωσιν ἑαυτοὺς ἔλεγον ἐν αὐτῷ τῷ πάσχα· »Οὐκ ἔχομεν βασιλέα »εἰ μὴ Καίσαρα«. ὅπερ δὲ πρὸς τοὺς μαθητὰς εἶπεν προξητεύων ὁ σωτὴρ καὶ λέγων· »Ἔρχεται ὤρα ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει »λατρέίαν προσφέρειν τῷ θεῷ«· τοῦτο ἀπ’ αὐτοῦ ἀρξάμενον πεπλήρωται.

οἱ γὰρ ἀξιώσαντες αὐτὸν ἀποθανεῖν ἐδόκουν λατρείαν προσφέρειν τῷ θεῷ, καὶ ἀναβεβήκεισαν εἰς Ἱεροσόλυμα πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

ὁ δὲ ἀληθὴς ἁγνισμὸς οὐ πρὸ τοῦ πάσχα ἀλλ’ ἐν τῷ πάσχα, ὅτε Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁγνιζομένων ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.

καὶ ἐζήτουν γε οὖτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα »ναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ »τοῦ θεοῦ«.

καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἐστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«

ἀλλ’ οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’ εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.

εἴποις δ’ ἂν ὅτι καὶ νῶν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες τοῦτον μὲν κακολογεῖ, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.

πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰουδαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἴνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ »ζύμῃ παλαιᾷ«, μὴ »ζύμῃ κακίας καὶ πονηρίας, »ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«.

καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπαπορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.

John 11.27 Δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ αὐτὸν ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιφῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι [*](1 Vgl. Joh. 11, 55. — 2 Joh. 19, 15. — 4 Joh. 16, 2. — 7 Vgl. Joh. 11, 55. — 10 Vgl. Joh. 1, 29. — 12 Joh. 8, 40. — 15 Joh. 11, 56. — 17 Vgl. Mark. 14, 15; Vgl. Matth. 12, 44. — Vgl. Luk. 22, 15. — 25 Vgl. I Kor. 5, 7f.) [*](4 ὅτε]ἵνα Τ | ὑμᾶς verblichen | 5 ἀπ’] ἐπ’, corr. Ausgg. | 13 λελάληκα] λ 3 a. Ras. | 16 ἰστήκεισαν |28 ἐπαποροῦσιν, corr. We | 31 ἑαυτὸν, corr. V.)

424
οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν ποῦ ἐστιν.

διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦτο Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.

διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ θεοῦ ἐντολάς, »διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων«.

καί εἰσιν αὐτῶν αἱ ἐντολαὶ <ἃς> διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ· βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες προδῶσιν.

καὶ φήσεις πάντα τὸν περιεργαζόμενον τὰ περὶ τὸν χριστιανισμὸν ἐπὶ τῷ αὐτὸν ἀνατρέπειν καὶ κατηγορεῖν Φαρισαῖόν τινα οἴεται διδάζειν αὑτὸν τὰ περὶ τὸν Ἰησοῦν, ἵνα μηνυθέντα αὐτὸν αὐτῷ πιάσῃ καὶ ὑβρίσας ἀποκτείνῃ.

Ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ ὀγδόου καὶ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητκῶν τόμου, αὐτοῦ κατα-15 παύσωμεν τὸν λόγον, ἐν τῷ ἐνάτῳ καὶ εἰκοστῷ, θεοῦ διδόντος, ἀρξόμενοι τῶν ἑξῆς.

[*](5 Matth. 15, 9; Mark. 7, 7. (Vgl. Jes. 29, 13.))[*](5 ἐντολὰς doppelt geschr. | 6 <ἃς> + V | 14 εἰλγφότος (über τ Comp. für ας) M | 17 ἀρχόμενοι, corr. We | τῶ, corr. V.)