Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ φήσεις τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ὅσον οὐχ ἡμαρτήκεισαν, μὴ ἀνῃρῆσθαι· ᾗ δὲ ἡμέρᾳ ἔφαγον ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου εὐθέως καὶ τεθνηκέναι, οὐκ ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ.

κατὰ μέντοι γε τὰ βαθύτερα τῶν δογμάτων νοήσας τὸ »Οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, »καὶ διηγήσομαι τὰ ἔργα κυρίου«, καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον· »Περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· »Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν »ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, καὶ ἐν τῷ κατὰ Λουκᾶν· »Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς Δάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ· »οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ [*](7 Vgl. Job. 8, 41. — 13 Vgl. Num. 25, 6 ff. — 15 Vgl. I Sam. 17, 45. 51. — 19 Vgl. Gen. 3, 6. — 24 Ps. 117, 17 (ℵa RT). — 27 Matth. 22, 31 f. (Vgl. Exod. 3, 6.) — 31 Luk. 20, 37 f. ἡ ὀ. ἧς] ἢ ὀργῆς, corr. Br | 12 ἀποκτονως | 13 ἰσδραηλίτην | 14 > We | 16 ἰσδραὴλ πατάξας + Br | 18 τῆς ἱστορίας,)

361
ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον·

»Περὶ τῶν νεκρῶν, † οὐκ ἀνέγνωτε »ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ »ὁ θεὸς λέγων· Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς »Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.

ἐπίστησον δὲ καὶ τῷ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, καὶ ἐν »τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, ἐν οἷς οὔτε ὁ μέσος θάνατος σημαίνεται κατὰ τὸ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, οὔτε ἡ ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ᾿ αὑτὴν μήτε κακὸν κατὰ τὸ »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, καὶ ὄφει τὴν ζωὴν τοῦ κατ’ εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνήσεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρωπον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι᾿ ὅλον τὸ γένος, ὅ ἀπέκτεινεν, καθ’ ὃ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, λεχθησόμενος ἀνθρωποκτόνος.

ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰργάσατο ἀρξάμενος ἀπ’ ἀρχῆς, δι’ ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ »Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ »θανάτου τούτου«; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ »Εἰς χοῦν θανάτου κατήγαγές με«· καὶ τὸ »Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κα- »κώσεως«· καὶ τὸ »Σῶμα τῆς ταπεινώσεως ἡμῶν«.

ἔστιν δὲ καὶ ἀπορρητότερόν τι δι’ ὅ ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἄρχων ἐστὶν τοῦ κόσμου τούτου, λέγω δὲ τοῦ περιγείου τόπου, ὅπου εἰσὶν οὓς ἀπέκτεινεν ἄνθρωποι. ὁ μὲν οὖν ἀνθρωποκτόνος ἀπέκτεινεν ἡμᾶς· ἡμεῖς δὲ χάριτι θεοῦ συνετάφημεν Χριστῷ καὶ συνανέστημεν αὐτῷ. εἴγε σύμμορφοι γεγόναμεν τῇ ἀναστάσει αὐτοῦ καὶ ἐν καινότητι ζωῆς περιπατοῦμεν.

ὁ δὲ ἀνθρωποκτόνος ἄρχει τῶν ἀνῃρημένων καὶ ἄρχει τῶν νεκρῶν, ζῶντος δὲ οὐδενὸς ἡγεισθαι δύναται.

ἐὰν δὲ ἐπιπλεῖον ἐπιστήσῃς καὶ τοῖς περὶ τῶν νεκρῶν γεγραμμένοις, οἷον τούτῳ »Εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν »καὶ ζώντων κυριεύσῃ«, ὄψει τίνα τρόπον διὰ τὸν θάνατον τοῦ Ἰησοῦ οὐδὲ τῶν νεκρῶν κυριεύει ἔτι· ἀπέθανεν γὰρ Ἰησοῦς ἵνα καὶ νεκρῶν κυριεύσῃ.

ὅσον μὲν οὖν ζῇ ὁ ἄνθρωπος, οὐ φορεῖ τὴν τοῦ [*](1 Mark. 12, 26f. — 7 Ι Kor. 15, 22. — 12 Vgl. Gen. 1, 26. — 15 Vgl. Ι Kor. 15, 22. — 20 Röm. 7, 24. — 21 Ps. 21, 16; 43, 20. — 23 Phil. 3, 21. — Röm. 6, 4. — 32 Röm. 14, 9. — 35 Vgl. I Kor. 15 1 ἀνέγνωται Μ; die Stellung ist verkehrt; z. l. ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε | 9 πάντες, Endung aus etw. anderem corr. Μ | 12 εἰκόνα θεοῦ? Pr | corr. V | 20 ῥύσεται] ετ a. Ras. | 27 συνετάφημεν] υν a. Ras.)

362
χοϊκοῦ εἰκόνα· ἀποθνήσκων δὲ καὶ ἀναιρούμενος ὑπὸ τοῦ ἀνθρξωποκτόνου, ἅμα τε οὐ συνέχει τὴν τοῦ θεοῦ τὴν τοῦ χοϊκοῦ καὶ νεκροῦ· νεκρὸς γὰρ ὁ χοϊκός, ὥσπερ ζῶν ὁ ἐπουράνιος· καὶ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων θεός.

διόπερ εἰ μὲν συνανέστημεν ἐν καινότητι ζωῆς περιπατοῦντες, ὁ θεός ἐστιν ἡμῶν· εἰ δὲ ἔτι ἐσμὲν ἐν νεκροῖς, ὁ θεὸς οὐ νεκρῶν καὶ ἡμῶν οὐκ ἔσται θεός.

Παράκειται δὲ τῷ ἐξετάζειν τὰ περὶ τοῦ ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνου καὶ τὸ ἰδεῖν τινὰς νεκροὺς μέν, οὐκ ἐν ἄλλῳ δὲ ἢ ἐν Χριστῷ νεκρούς, οἳ καὶ πρῶτον ἀναστήσονται· περὶ ὧν έν μὲν τῇ Πρὸς Κορινθίους οὕτω λέγεται· »Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀνα- »στήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα«· έν δὲ τῇ πρὸς Θεσσαλονικεῖς· »Τοῦτο γὰρ ὑμῖν λέγομεν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἰ »ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ »φυάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ κύριος έν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σἀλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, »καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ »ζῶντες, οἱ περιλειπόμενοι, ὅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ- »λαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν »κυρίκῳ ἐσόμεθα«.

καὶ ἡγοῦμαι ζῶντας μὲν εἶναι ἐν Χριστῷ τοὺς τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ’ ἔτι ἁμαρτάνοντας, ἤτοι κατ᾿ ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός.

καὶ τούτοις γε ἀκόλουθόν έστιν τὸν Παῦλον αἰσθανόμενον ἑαυτοῦ λέγειν διὰ τὸ ἤδη κατωρθωκέναι τὸ »Ἡμεῖς οἱ ζῶντες«. οὓς δὲ εἰρήκαμεν νεκρούς, οὑτοι μάλιστα δέονται τῆς ἀναστάσεως, οὐδὲ τῶν ζώντων δυναμένων ἁρπαγῆναι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, πρὶν πρῶτον τοὺς ἐν Χριστῷ νεκροὺς ἀναστῆναι· διὸ γέγραπται· »Οἱ νεκροὶ έν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες« καὶ τὰ ἑξῆς.

ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ ἐκβληθέντος ἀπὸ »τοῦ παραδείσου τῆς τρυφῆς« Ἀδὰρμ Ἀδὰμ συνέστη.

πλὴν [*](4 Vgl. Matth. 22, 31 f. u. Parall. — 6 Vgl. Röm. 6, 4. — 8 Vgl. Joh. — 11 I Kor. 15, 52. — 13 I Thess. 4, 15–17. — 26 Vgl. Gal. 5, 17. — 28 4, 17. — 32 I Thess. 4, 16 f. — 35 Vgl. Gen. 3, 17. 23. 2 οὐ + V | 10 ἐν μὲν] ἐμεν | 11 κοριθίους | 28 νεκροὺ[ς οὑ]τοι, abgerieben | 30 [ἀρπα]γῆναι, abgerieben | 34 συνστάντα | ἔργοις], a. Ras.)

363
ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος »ἀρχὴ πλάσματος κυρίου« ἐφθόνησεν τοῖς κτισθεῖσιν »εἰς τὸ εἶναι«.

οὕτω »φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν »κόσμον«, ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.

Ἴδωμεν δὲ καὶ περὶ τοῦ »Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ »ἕστηκεν«. πᾶς μὲν καὶ μόνος ὁ ὑγιῆ βεβαίως ἔχων δόγματα καὶ διὰ τὴν βεβαιότητα τῶν δογμάτων ἄσειστος τοῖς κρίμασιν τυγχάνων ἐν παντὶ καιρῷ, καὶ ὑπὸ μηδεμιᾶς περιστάσεως ἤ τινος σωματικῆς προφάσεως, οἷον δυσυπομενήτων πόνων ἢ σφοδροτέρας ὀρέξεως ἀφροδισίων ἢ ὁποιασδήποτε αἰτίας σαλευόμενος, ὥστ᾿ ἂν καὶ ἐπὶ Ποσὸν μετακινηθῆναι ἀπὸ τοῦ καλοῦ, εὐλόγως ἂν ἑστηκέναι ἐν τῇ ἀληθείᾳ νομίζοιτο·

οὗτος δὲ ὁ λόγος φθανέτω καὶ ἐπὶ τὰς ἔξω σαρκὸς καὶ αἵματος φύσεις· ἔστιν γὰρ καὶ ἐν τῇ ἐκείνων ζωῇ τὰ κατορθοῦντα ἑστηκέναι ἐν τῇ ἀληθείᾳ δεόντως λέγειν· εἰ δέ τις μὴ οὕτως »οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ«.

ἀλλ᾿ ἐφίστημι μήποτε ἓν μέν τι καὶ μονοειδές ἐστιν τὸ ἑστηκέναι ἐν τῇ ἀληθεία, ποικίλον δέ τι καὶ πολύτροπον τὸ μὴ ἑστηκέναι έν αὐτῇ· τινῶν μὲν τρεμούσαις, ἵν᾿ οὕτως ὀνομάσω, ταῖς βάσεσιν καὶ σειομέναις βιαζομένων ἑστάναι ἐν αὐτῇ καὶ μηδέπω τοῦτο ἐχόντων· ἑτέρων δὲ τοῦτο μὲν οὐ πεπονθότων, ἐν κινδύνῳ δὲ τοῦ ἐν τούτω γενέσθαι καθεστηκότων, ὁποῖός ἐστιν ὁ λέγων· »Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες«, καὶ ἄλλων καὶ πεπτωκότων ἐν αὐτῇ, περὶ ὡν οἶμαι λέγεσθαι τὸ »Πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται«.

ἐπὶ τοῦτο τὸ ἑστάναι ἐν τῇ ἀληθείᾳ προτρέπων ὁ κύριος Μωσέα εἶπεν πρὸς αὐτόν· »Ἰδοὺ τόπος παρ᾿ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας«· εἰ γὰρ ἡ πέτρα Χριστὸς ἦν, Χριστὸς δέ φησιν· »Ἐγώ εἰμι ἡ ἀλήθεια«, μήποτε τὸ »Στήσῃ ἐπὶ τῆς πέτρας« ἴσον δύναται τῷ »στήσῃ ἐπὶ τῆς ἀληθείας«.