Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τί γὰρ διαφέρει ἐφ’ ἡμῶν τῶν ἀνθρώπων τὸ παρακολουθῆσαν τοῦ μὴ παρακολουθοῦντος οὐκ ἂν ἔχοιμεν εἰπεῖν, εἰ καὶ μετὰ τὸ συνιέναι τῶν εἰρημένων ὁ μέν τις ἐπικρίνας συγκατέθετο τῷ λεγομένῳ, ὁ δὲ ἀνένευσεν πρὸς αὐτό.

Πολλάκις δὲ εἴπομεν, ὅτι ἐὰν συγχωρηθῇ τοῦτο τὸ ἀδύνατον λέγω δὲ τὸ εἶναι οὐσίας ἑτέρας καὶ ἀνεπίδεκτον τῶν κρειττόνων τὸν διάβολον), περὶ μὲν ἐκείνου ἀπολογησόμεθα ὡς οὐδαμοῦ αἰτίου τῆς πονηρίας, τὸ δὲ ἔγκλημα τῷ αὐτὸν οὐσιώσαντι καὶ δημιουργήσαντι προσάψομεν, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. [*](1 Joh. 8, 41. — 2 Joh. 8, 44. — 8 Ygl Phil. 2, 13. — 10 Röm. 8 12 Vgl. Gen. 1, 31. 6 τὸ + We | 8 ποιεῖν] ποιεῖ, con: V | 10 τοῦ + We B | ἂν] + τὸ? We | 16 ἢ — χρησίμου doppelt geschrieben | corr. Pr | 32 εἴποιμεν, corr. V | 33 ἀνεπίδεκται, corr. V | 34 ἀπολογησάμεθα, con: We.)

358

πρόδηλον δὲ τὸ παράλογον ἔσται τῷ κατανοήσαντι ψυχῶν ἀνθρωπίνων οὐσίαν καὶ ἐνιδόντι ὅτι ἀμήχανόν ἐστιν, ὥσπερ σώματα παρὰ σώματα εἶναι ἀνθρώπινα ἑτέρας καὶ ἑπέρας οὐσίας, οὕτω καὶ ψυχὰς παρὰ ψυχάς, καὶ νοητικὸν παρὰ τὸ νοητικόν, καὶ τὸ διανοητικὸν παρὰ τὸ διανοητικόν.

τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ λογικοῦ καὶ ἐπὶ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, τῆς τε μνημονικῆς καὶ τῆς οὕτως φανταστικῆς· ἀνάγκη γάρ, εἰ ἑτεροούσιός ἐστιν ἄνθρωπός τις παρ’ ἕτερον, καὶ ἑτερογενεῖς εἶναι τὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἑτερογενῆ εἶναι, φέρε εἰπεῖν, τὴν μνημονικὴν παρὰ τὴν μνημονικὴν διανοητικὴν παρὰ τὴν διανοητικήν.

ἐξεταζέσθω δὲ ὁ λόγος περὶ τούτων, ἃ ὁμοίως ἂν νοήσαι καὶ διανοηθείη, ὥστε· καὶ συγκαταθέσθαι ἢ ἐπισχεῖν ἢ ἀνανεῦσαι ὅν φασιν ἐκεῖνοι πνευματικὸν καὶ ὃν λέγουσιν εἶναι χοϊκόν. ἆρα γὰρ τὸ παραπλήσιον ἐν διαφόροις γέγονεν οὐσίαις, ἢ διὰ τοῦτο παραπλήσιον γέγονεν τὸ πάθος, ἐπεὶ ὁμοούσιον ἦν τοῦτο ᾧ συμβέβηκε τὸ πάθος;

τὸ μὲν οὖν φάναι τοὺς αὐτοὺς τύπους φαντασιῶν κοὶ συγκαταθέσεων καὶ διανοήσεων καὶ μνημονεύσεων γεγονέναι ἐν τοῖς ἑτεροουσίοις ἄλογον· τὸ δὲ ἐν τοῖς ὁμοουσίοις ἐκ μέρους ὡς παρὰ ταύτην εἶναί τινα καὶ ἄλλην οὐσίαν έν αὐτοῖς ἠλίθιον.

παραστησάτωσαν γὰρ παρὰ τὰς δυνάμεις ταύτας ἑτέραν τινὰ οὐσίαν μὴ νοοῦσαν μηδὲ διανοουμένην μηδὲ μεμνημένην μηδὲ φαντασιουμένην ἐν οἷς φασὶν εἶναι πνευματικοῖς κρείττονα τῆς νοούσης καὶ διανοουμένης, ἢ ἐν τοῖς χοϊκοῖς ἤτοι ὁμοίαν ἢ χείρονα·

οὐδὲ γὰρ φήσουσιν κρείττονα. ἀλλ’ εἰκὸς αὐτοὺς ἐρεῖν ὅτι ὥσπερ ἐνδέχεται ἀπὸ τῆς αὐτῆς σφραγῖδος ὁμοίως τυπωθῆναι τὴν ἀνόμοιον οὐσίαν χρυσοῦ καὶ ἀργύρου καὶ κασσιτέρου καὶ μολίβου καὶ κηροῦ, οὕτω δυνατὸν ἀπὸ τῶν αὐτῶν φαντασιῶν τοὺς παραπλησίους ἐγγενέσθαι τύπους τοῖς ἐν διαφόροις οὐσίαις τυγχάνουσιν καὶ φαντασιουμένοις· τὸ δ’ ὅμοιον καὶ ἐπὶ διανοίας καὶ νοήσεως καὶ μνημονεύσεως φήσουσιν.

ἀλλ᾿ ὅρα μήποτε κἂν πάνυ πιθανὸς εἶναι ὀ λόγος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγματι ἐπιστήσαντα· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος ἔχω δεῖξαι, ἤτοι ἐν χρυσῷ ὁ τύπος ἢ έν ἀργύρῳ, ᾗ μὲν ὁ τύπος παραπλήσιος δείκνυται, τὴν ἰδιότητα τοῦ ἐν χρυσῷ γεγονέναι παρὰ τὸ ἐν ἀργύρῳ τετυπῶσθαι ἢ ταῖς λοιπαῖς ὕλαις.

οὕτω τοίνυν ἡμῖν παραστησάτωσαν ἰδίωμα τοῦ δεξαμένου τύπον κρείττονα ἢ ἐλάττονα ἢ ὑποδεέστερον, καὶ πειραθήτωσαν κἂν περιλαλῆσαι τὴν τῶν δεξαμένων τὴν [*](7 ἑτερουσίοις, corr. Pr; vgl. Ζ. 17 | 8 ἑτερογενεῖς] γ a. Ras. | 9 παρὰ μνημονικὴν + Pr | 15 τούτῳ V | 25 κασιτέρου | 31 ἂν ὁμοίως, corr. Hu | 32 ἤτοι ὅτι, corr. Pr; εἰ We | 33 ἢ] ὁ, corr. Br | 36 κρείττον.)

359
τῶν τύπων παραπλησίως διάφορον οὐσίαν· μὴ γὰρ παριστάντες ἀποφανοῦνται μέν, οὐκ ἀποδείξουσιν δέ.

Τοσαῦτα καὶ πρὸς τὸν Ἡρακλέωνος λόγον εἰπόντος· τὸ »Ἐκ τοῦ πατρὸς τοῦ διαβόλου« ἀντὶ τοῦ > ἐκ τῆς τοῦ < εἰρήσθω. πάλιν εἰς τὸ »Τὰς ἐπιθυ- »μίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« διαστέλλεται λέγων τὸν διάβολον μὴ ἔχειν θέλημα ἀλλ᾿ ἐπιθυμίας.

καὶ ἐμφαίνεται αὐτόθεν τὸ ἀδιανόητον τοῦ λόγου· ἐθέλειν γὰρ τὰ πονηρὰ πᾶς ἄν τις ὁμολογήσαι ἐκεῖνον. συνάξεις δὲ καὶ αὐτός, εἰ καὶ ἐπὶ τοῦ παρόντος ἐν προχείρῳ οὐκ ἔχομεν παραθέσθαι, εἴ που ἐν τῇ γραφῇ τὸ θέλειν ἐπὶ τοῦ διαβόλου τέτακται.

μετὰ ταῦτά φησιν ὁ Ἡρακλέων ὡς ἄρα ταῦτα εἴρηται οὐ πρὸς τοὺς φύσει τοῦ διαβόλου υἱούς, τοὺς χοϊκούς, ἀλλὰ πρὸς τοὺς ψυχικούς, θέσει υἱοὺς διαβόλου γινομένους· ἀφ’ ὧν τῇ φύσει δύνανταί τινες καὶ θέσει θἱοὶ θεοῦ χρηματίσαι.

καί φησί γε ὅτι παρὰ τὸ ἡγαπηκέναι τὰς ἐπιθυμίας τοῦ διαβόλου καὶ ποιεῖν τέκνα οὑτοι τοῦ διαβόλου γίνονται, οὐ φύσει τοιοῦτοι ὄντες.

καὶ διαστέλλεται ὡς ἄρα τριχῶς δεῖ ἀκούειν τῆς κατὰ τέκνα ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ· καὶ φύσει μέν, φησίν, ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται· γνώμῃ δέ. ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην τέκνον ἐκείνου οὑ ποιεῖ τὸ θέλημα καλεῖται· ἀξίᾳ καθ᾿ ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα.

οὐ γὰρ γεννᾷ, φησί, ταῦτά τινα τῇ ἑαυτῶν φύσει· φθοροποιὰ γὰρ καὶ ἀναλίσκοντα τοὺς ἐμβληθέντας εἰς αὐτά· ἀλλ’ ἐπεὶ ἔπραξαν τὰ ἐκείνων ἔργα, τέκνα αὐτῶν εἴρηται. τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.

εἴποιμεν δ᾿ ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (φθοροποιὰ γὰρ ταῦτα καὶ μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ »Ἤμεθα † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί«; ἢ λεγέτωσαν [*](4 Joh. 8, 44, — 25 Vgl. Matth. 23, 15. 33. — 35 Eph. 2, 3. διανόητον, corr. V | 10 ἴσχομεν, corr. V | 15 υἱοὺ Μ | 25 λέγεται, corr. V 30 κατοπόσον, ο1 a. Ras., corr. We | 32 ἀξίας, corr. V | 35 sonst stellt Orig. mit Βℵ 17. 47 Κ Syr. Arm. τέκνα φύσει, s. u. S. 370, 31; Contr. Gels. IV, 72 [I, 341, 21 K.] hom. in Jer. V, 14 [44, 12 Kl.]. Griesbach, Symb. crit. II, 554.)

360
ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ᾿ αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἤμεθα.

πάλιν φησὶν ὅτι τέκνα τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ’ ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες ὡμοιώθησαν αὐτῷ.

πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;

VIII, 44. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀΠ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.

Ἐπεί ἐστίν τις κοινότερον ἀνθρωποκτόνος ὁ ὁπωσποτὲ ἀπεκτονὼς ἄνθρωπον, ὅστις ἐστὶν καὶ μέσος, καθ᾿ ὃ καὶ ζήλῳ θεοῦ πεποίηκεν ὁ Φινεὲς ἀποκτείνας τὸν Ἰσραηλίτην πορνεύοντα καὶ τὴν Μαδιανίτιν καὶ ἀνθρωποκτόνος οὐ καὶ ὁ Δαβὶδ «ἐν ὀνόματι κυρίου τῶν δυνάμεων, θεοῦ παρατάξεως »Ἰσραήλ« πατάξας τὸν Γολιάθ, ζητητέον τὴν ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἕνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.