Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι. μέχρι γοῦν τοῦ »Ἰδού, τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας« Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ τίς γε ἐπιμελέστερον τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ »πᾶς ἄνθρωπος ψεύστης«, οὕτως πᾶς [*](2 Vgl. Hiob 40, 14 (19). — 3 Weish. Sal. 1, 14; 2, 24. — 5 Vgl. I Kor. 15, 25 f. — 7 Joh. 8, 44. — 17 Joh. 8, 44. — 23 Ps. 72, 2. — 34 Matth. 21, 44. — 26 Exod. 33, 21 (AF). Vgl. I Kor. 10, 4. — 28 Joh. 14, 6. — 34 Ps. 115, 2. 4 ἂν1] ἐάν, corr. We | 8 ὑγιῆς | 11 δύο ὑπομένη τῶν, corr, Br; vgl. hom. in Jer. XVIII, 6 [p. 160, 22] | 17 ἓν] ν a. Ras. | 26 μωσέα] α a. Ras. | 29 τῆς1] τη a. Ras. 31 τοῦ] τὸ | τόπω, corr. V | 32 ἱστήκει.)

364
ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ.

εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· »Ἐγὼ εἶπα, θεοί »ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ »Ὑμεῖς δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«.

εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ‘.

διὰ τοῦτο δ᾿ οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς αὐτὸς ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.

Ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ »Ἀλήθεια οὐκ ἔστιν ἐν »αὐτῷ«, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν· ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«.

οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ ὅ ἐστιν ἀλήθεια. καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν έν αὐτοῖς. καὶ τρίτον δ᾿ ἂν ἐν τώ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τώ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.

ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ᾿ ἂν εἰπεῖν ὅτι έν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ὲν ψεῦδος ὑπολαμβάνοντα.

καὶ τὰ τρία γε δόξει ἔχειν λόγον. τινὸς μὲν φήσοντος κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐκ ἔστιν ἀλήθεια έν αὐτῷ«, ἐπεὶ οὐ μετέχει Χριστοῦ, ᾡ γε καὶ προσπολεμεῖ· ἑτέρου δέ, ἐπείπερ οὐδὲν ἀληθὲς ἀληθὲς φρονεῖ ἀλλ᾿ διέψευσται, καὶ διὰ τοῦτό ἐστιν διάβολος καὶ πονηρὸς καὶ χείρων παντὸς οὑτινοσοῦν πταίοντος, ὅτι τάχα ἐν μὲν τοῖς πολλοῖς ἐστίν τι καὶ ἀληθὲς μετὰ πολλῶν ὧν σφάλλονται, ἐν δὲ τούτω οὐδὲν ἀληθές.

καὶ τρίτος δέ τις συναγορεύσει τώ λοιπῷ λέγων ἀμήχανον εἶναι λογικόν τι τυγχάνον ζῷον περὶ πάντων ψευδοδοξεῖν καὶ περὶ μηδενὸς κἂν ἀσθενῶς τὸ ἀληθὲς ὑπολαμβάνειν.

πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός έστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ [*](1 Vgl. Joh. 8, 44. — 3 Ps. 81, 6. — 5 Ps. 81, 7 (ℵ*) — 8 Joh. 8, 44. — 13 Vgl. Joh. 8, 44. — 16 Joh. 14, 6. — 18 Vgl. Joh. 8, 44. — 27 Joh. 8, 44. 1 οὐ] ὁ | 3 θεοὶ] οι a. Ras. | 4 ὑψίστου] ου a. Ras. | 15 δοξάζη, corr. We | 22 συμπεπλεγμένον Ausgg. | 24 ὡστ᾿)] στ a. Ras. | 31 ἐν] ν a. Ras. | 34 ἔχει.)

365
τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.

ἀλλ᾿ ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ.

Ἡμεῖς μὲν οὖν τοῦ »Ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν« ἀκούομεν οὐχ ὡς φύσιν τοιαύτην ἐμφαίνοντος, οὐδὲ τὸ ἀδύνατον περὶ τοῦ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ παριστάντος· ὁ δὲ Ἡρακλέων εἰς ταῦτά φησι τὸ Οὐ γὰρ ἐκ τῆς ἀληθείας ἡ φύσις ἐστὶν αὐτοῦ, ἀλλ’ ἐκ τοῦ ἐναντίου τῇ ἀληθείᾳ, ἐκ πλάνης καὶ ἀγνοίας.

διό, φησίν, οὔτε στῆναι ἐν ἀληθείᾳ οὔτε σχεῖν ἐν αὑτῷ ἀλήθειαν δύναται, ἐκ τῆς αὑτοῦ φύσεως ἴδιον ἔχων τὸ ψεῦδος, φυσικῶς μὴ δυνάμενός ποτε ἀλήθειαν εἰπεῖν· λέγει δ’ ὅτι οὐ μόνος αὐτὸς ψεύστης ἐστίν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ, ἰδίως πατὴρ αὐτοῦ< ἐκλαμβάνων φύσιν αὐτοῦ, ἐπείπερ ἐκ πλάνης καὶ ψεύσματος συνέστη.

ταῦτα δὲ ὅλα ῥύεται τὸν διάβολον παντὸς ψόγου καὶ ἐγκλήματος καὶ μέμψεως· οὐδεὶς γὰρ εὐλόγως ἂν ψέξαι ἢ ἐγκαλέσαι ἢ μέμψαιτο τῷ μὴ πεφυκότι πρὸς τὰ κρείττονα. ἀτυχὴς οὐν μᾶλλον ἢ ψεκτὸς ὁ διάβολος κατὰ τὸν Ἡρακλέωνά έστιν. ἰστέον μέντοι γε ὅτι ὥσπερ ὁ διάβολος έν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, οὕτως καὶ οἱ ἐκ πατρὸς τοῦ διαβόλου ὄντες ἐν τῇ ἀληθείᾳ οὐχ ἑστήκασιν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτοῖς. πάντες δὲ τοιοῦτοι οἱ ἔτι ποιοῦντες ἁμαρτίας.

κἄν λέγωσιν εἶναι Χριστοῦ· »Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου γεγέννηται«.

VIII, 44. Ὅταν λαλῇ τὸ ψεῦδος , ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.

Προλαβόντες μὲν εἰς τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ‘ ἐμνημονεύσαμεν τοῦ ῥητοῦ καὶ τὰ ὑποπεσόντα ἡμῖν εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ·

συνεξεταζέσθω δὲ καὶ τὰ λεχθησόμενα νῦν ἐκείνοις. πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν·

τούτων δὲ ὁ ψεύστης πατήρ, ὁ διάβολος, ἐστίν· πόθεν δὲ ἐκινήθημεν [*](5 Joh. 8, 44. — 24 Ι Joh. 3, 8. — 28 Joh. 8, 44. — 29 Vgl. ο. c 22 ff. — 33 Vgl. Joh. 8, 44. 6 οὐδὲ] οὔτε, corr. We | 18 μέμψαιτο] μέμψαιτε τὸ, corr. V | 23 ἐν V I 24 Die Form d. Citates aucb sonst bei Orig. boni. in Jer. IX, 4 [70, 7 KL] u. ö. Griesbacb, Sytnb. crit. II, p. 609 | 26 λαλεῖ] λαλῆ.)

366
εἰς τὸ πᾶν χεῖρον πνεῦμα ψευδὲς εἰπεῖν νῦν παραθησόμεθα· γέγραπται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ἄρα εἶπεν Μιχαίας κληθεὶς ὑπὸ τοῦ Ἀχαὰβ εἰς τὸ προφητεῦσαι περὶ τοῦ πότερον αὐτῷ καθήκει πορευθῆναι εἰς Ῥαμμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχεῖν, τὸ »Εἶδον »θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ »οὐρανοῦ ἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.

»καὶ εἶπεν· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν οὑτος οὔτως ἐν σοί.] καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· Ἐγὼ ἀπα- »τήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν κύριος· Ἐν τίνι;

καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν »προφητῶν σου τούτων.«