Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ οὐχὶ ταῦτά φαμεν ἀρνούμενοι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καὶ τὸν λόγον εἶναι τοῦ ρεοῦ, ἀλλὰ δεικ- νύντες τὸ χρήσιμον τοῦ σεσιωπῆσθαι »Τοῦ θεοῦ«, καὶ μὴ ἀναγε- γράφθαι· »’Εν ἀρχῇ ἦν ὁ λόγος τοῦ θεοῦ.«

‘O αὐτὸς δὲ ’Ιωάννης ἐν τῇ ’Αποκαλύψει καὶ μετὰ τῆς προσ- θήκης αὐτὸς δὲ ’Ιωάννης ἐν τῇ ’Αποκαλύψει καὶ μετὰ τῆς προσ- θήδης αὐτὸν ὀνομάζει τῆς θεοῦ λέγων· »Καὶ εἶδον οὐρανὸν τὸν ἀνε- »ῳγμένον· καὶ ἰδοὺ ἵππος λευκὸς λευκὸς καὶ ὁκαθήμενος ἑπ’ αὐτὸν καλούμενος [*](1 Joh. 1, 1.— 6 Gen. 1, 1. —7Joh. 1, . — 10 Joh. 1, 1. — 34 Apok. 19, 11—16.) [*](6 nach ἀρχῇ+ἦν, doch expungiert | 7 ἦν] ὂν? We | 13 ὦν] ἢ, corr. We 17 τῆς 2] τῆ, corr. Hu | τῆς 3] τῆ corr. Hu | 18 πληχθηςόμεθα] χ α. Ras. | 25 πάσης] αση a. Ras. | 34 τὸν + Pr, vgl. S. 59, 23.)

59
»πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ »ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδή- »ματα πολλά· ἔχων ὄνμα γεγραμμένον, ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, »καὶ περβεβλημένος ἱμάτιον † ῥεραντισμένον αἵματι, καὶ ἐκέκλητο »τὸ ὄνομα αὐτοῦ »Λόγος τοῦ θεοῦ«. καὶ τὰ στρατεύμτα αὐτοῦ »ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς ἐνδεδυμένοις »βύσσινον * καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται »ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμαωεῖ »αὐτοὺς ἐν ῥόβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τῆς »ὀργῆς τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ »ἱμάτιον καὶ ἐπὶ τὸν ν μηρὸν αὐτοὺ ὄνομα γεγραμμένον > Ὁ βασιλεὺς »βασιλέων καὶ κύριος κυρίων«.

ἀναγαίως δὲ καὶ ἀπολύτως εἴρηται καὶ »λόγος« καὶ μετὰ προσθήκης »λόγος τοῦ θεοῦ«· ὧν εἰ τὸ ἕτερον σεσιώπητο, ἀφορμὰς ἄν εἴχομεν τοῦ παρεκδέξασθαι καὶ ἀπο- πεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. εἰ γὰρ »λόγος« μὲν ἀναγέγραπτο »λόγος δὲ θεοῦ« μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος ὁ λόγος »λόγος τοῦ θεοῦ« ἐστι.

πάλιν τ’ αὖ εἰ »λόγος μὲν θεοῦ« προσηγόγευτο, »λόγος« δὲ ἀπολύτως οὐκ εἴρητο, κἄν πολλοὺς λόγους ἀναπλάσσοντες κατὰ τὴν πρὸς ἕκαστον τῶν λογικῶν σχέσιν μάτην ἄν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεφάμεθα.

καλῶς μέντοι γε διαγράφων τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ ἐν τῇ Ἀποκαλύψει ὁ ἀπόστολος καὶ ὁ εὐαγγελιστής, ἤδη δὲ καὶ καὶ τῆς Ἀποκαλύψεως καὶ προφήτης, φηςὶ τὸν τοῦ θεοῦ λόγον ἑωρακέναι ἐν ἀνεῳγότι τῷ οὐρανῷ ἐφ’ ἵππῳ λευκῷ ὀχούμενον.

τί δὲ αὐτωίττεται τὸ ἀνεῷχθαι τὸν οὐρανὸν καὶ ὁ λευκὸς ἵππος καὶ τὸ ἐπ’ αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λογον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολεμοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκαβεῖν τὰ περὶ »τοῦ λόγου τοῦ θεοῦ«.

κεκλεῖσθαι δὲ ἡγοῦμαι τὸν οὐρανὸν τοῖς ἀσεβέσι καὶ τὴν εἰκόωα τοῦ χοϊκοῦ φέρουσιν, ἀνεῷχθαι δὲ τοῦς δικαίοις καὶ κεκοσμημένοις τῇ τοῦ ἐπουρανίου εἰκόνι· τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέκλεισται τὰ κρείττονα [*](23 Vg. Apok. 19,11. — 30 Vgl. I Kor. 15, 49.) [*](4 ῥεραντισμένον Μ, ἐρραντισμένον Edd.; aber S. 62, 21 ῥεραμμένον; wahrch. zu lessen βεβαμμένον (mit A. 1.6.7.38. Q. 71) | 6 ἐνδεδυμένοις ΜV (= x*), ἐνδεδυ- μένοι Ηu; vgl. aber S. 63, 1 | 7 nach βύσσινον ist wohl mit 63, 1 λευκὸν καὶ ein- zufügen | 8 πατάξῃ] η a. Ras. M (πατάξει κ 7) | 13 προσθήκης] σ1 a. Ras. | 14 σε- σιώπητο] εσι a. Ras. | προσηγόρεντο] προσηγορεύετο, corr.We | 23 καὶ viell.zu str.| 26 τῷ] τὸ, corr. Br | 27 κρίνοντα] κρινοῦντα, corr. We.)

60
οὐ συνιέναι αὐτὸ οὐδὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεῖ μὴ βούλον- ται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνα- κύπτειν· τοῖς δὲ διαφέρουσι, ἅτε τὸ ποίτευμα ἔχουσιν ἐν οὐρανοῖς, τὰ οὐράνια τῇ κλεικὶ τοῦ Δαβὶδ ἀνέῳγε θεωρούμενα, τοῦ θείου λόγου ἀνοίγοντος αὐτὰ καὶ σαφηνίζοντος διὰ τοῦ ὀχεῖσθαι ἵππῳ, φωναῖς τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως.

Καθέζεται δὲ ἀπὶ τὸν λευκὸν ἵππον ὁ καλούμενος »πιστός«, ἱδρυμένος βεβαιώτερον καί, ἵν’ οὕτως εἴπω, βασιλικώτερον ἐν φωνῖς ἀντραπῆναι μὴ δυναμέναις, παντὸς ἵππου ὀξύτερον καὶ τάχιον τρεχούσαις καὶ παρευδοκιμούσαις ἐν τῇ φορᾷ πάντα τὸν ἀνταγωνιστὴν ὑποκριτὴν λόγου νομεζόμενον λόγον καὶ ἀληθείας δοκοῦσαν ἀλήθειαν.

καλεῖται δὲ »πιστὸς« ὁ ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ κιὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος· κύριος γὰρ κατὰ τὸν Μωσέα πιστὰς καὶ ἀληθινός. καὶ ἀληθινὸς γὰρ πρὸς ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ὁ ἐν τῷ ἀνῳγότι οὐρανῷ λόγος· ὁ γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ὁ ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιῶς καὶ τύπων καὶ εἰκόνων λαλούμνος.

τὰ δὲ πλήθη τῶν πεπιστευκέναι νομιζομένων τῇ σκιᾷ τοῦ λόγου καὶ οὐχι τῷ ἀληθινῷ λόγῳ θεοῦ ἐν τῷ ἀνεῳγότι γὐρανῷ τυγχάνοντι μαθητεύεται. διόπερ ὁ Ἱερμίας φησί· »Πνεῦμα προσώπου »ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν »τοῖς ἔθνεσιν.«

οὗτος δὴ ὁ λόγος τοῦ θεοῦ ὁ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ’ ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὰ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.

οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπμάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ οῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποκεῖν τῆς αὐτοδικαιοσύνης καὶ τῆς αὐτοκρίσεως, ὡς οὐδὲ ὁ γράφων εἰκόνα οἷός τε ἔσται μετα- δοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.

διὰ τοῦτο δὴ ἡγοῦμαι τὸν Δαβὶδ λέγειν τὸ »Οὐ δικαιωθήσεται ἐνώπιόν »σου πᾶς ζῶν«· οὐ γὰρ ἁπαξαπλῶς εἶπε »πᾶς ἄνθρωπος« ἤ »πᾶς [*](3 Vgl. Phil. 3, 20. —4 Vgl. Apok. 3,7. —5 Vgl. Apok. 19,11. —8 Vgl. Apok. 19, 11.—15 Vgl. Deut. 32,4. — 18 Vgl. Joh. 1,14. —21 Klagel. 4,20.—32 Ps. 142,2.) [*](1 συνιέναι] συνιεῖσιν, corr. We| δυναμένοις] με a. Ras. | 2 συγκύπτοντες V συγ nicht mehr deutl. zu erkennen, da die Tinte d. Parier durchfressen hat M,ἐγκίπ- τοντες We | 9 φωνῖς] αις a. Ras. | 11 ἀνταγωνιστὴν] ἀν a. Ras. | 14 πιστεντὸς] τ2 a. Ras. urspr. zwei Buchst. | 21 μαθητεύεται] μα a. Ras. | 25 ἑκάστῳ We, whol richtig.)

61
»ἄγγελος«, ἀλλὰ »πᾶς ζῶν«, ὅτι κἄν τῆς ζωῆς τις μετέχῃ καὶ πάντη τὴν νεκρότητα ἀπσείσηται, οὐδ’οὕτως ὡς πρὸς σὲ δικαιωθῆναι δυνήσεται παραπλησίως τῇ ζωῇ, οὐδὲ δυνατὸν τὸν μετέχοντα τῆς ζωῆς καὶ διὰ τοῦτο ζῶντα χρηματίζοντα αὐτὸν γενέσθαι ζωήν, καὶ τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισω- θῆναι πάντη τῇ δικαιοσύνῃ.

Ἔργον δὲ τοῦ λόγου ὥσπερ κρίνειν ἐν δικαιοσύνῃ οὕτω καὶ πολεμεῖν ἐν δικαιοσύνῃ, ἵν’ ἐκ τοῦ τοὺς ἐχθροὺς λόγῳ καὶ δικαιο- σύνῃ οὕτω πολεμεῖν ἐναιρουμένων τῶν ἀλόγων καὶ τὴς ἀδικίας λέγεσθαι ἐνοικήςῃ καὶ δικαιώςῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν’ οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αὐχμαλωτισθέντος ὁπὸ Χριστοῦ.

ἔτι κὲ μᾶλλον ἔστιν τὸν τοῦ λογου πόλεμον ἐδεῖν ὅν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, ὁ δ’ ὑποκρινόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἡ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. τότε γὰρ καθοπλι- σάμενος ὁ λόγος κατὰ τοῦ ψεύδους »ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ »στόματος αὐτοῦ, καὶ αταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ«.

καὶ ὅρα, εἰ δύναται κατὰ τ][ο νοητὸν τα[[υτα ὑπὰ τοῦ ἀποστόλου ἐν τῇ πρὸς Θεσσαλονικεῖς παρίστασθαι ἐπιστολῇ. τί γάρ ἐστι τὰ ἀνα- λούμενον τῷ πνεύματι τοῦ στόματος Χριστοῦ, Χριστοῦ τυγχάνοντος λόγου καὶ ἀληθείας καὶ σοφίας, ἥ τὸ ψεῦσος; καὶ τί τὸ καταργούμε- νον τῇ ἐπιφανείᾳ τῆς παρουσίας Χρστοῦ, σοφίας καὶ λόγου νοουμέ- νου, ἤ πᾶν τὸ ἐπαγγελλόμενον εἶναι σοφία, τυγχάνον δὲ ἕν τούτων, ὧν ὁ θεὸς δράσσεται »ἐν τῇ πανουργίᾳ αὐτῶν«; ἔτι ὁ Ἰωάννης θαυμασιώτατα ἐν τοῖς περὶ τοῦ ὀχουμένου τῷ λευκῷ ἵππῳ λόγου φηςὶ καὶ τὸ »Οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ ὡς φλὸξ πυρός«.

ὡς γὰρ ἡ φλὸξ τὸ λαμπρὸν ἅμα καὶ φωτιστικόν, ἔτι κὲ καὶ πυρῶδες ἔχει καὶ ἀναλωτικὸν τῶν ὑλικωτέρων, οὕτως οἱ, ἵν’ οὕτως εἴπω, ὀφθαλμοὶ τοῦ λόγου, οἷς βλέπει καὶ πᾶς ὁ μετέχων αὐτοῦ, πρὸς τῷ διὰ τῶν ἐνυπαρχουςῶν αὐτῷ ἀντιλαμβάνεσθαι τῶν νοητῶν ἀναλοῦσι καὶ ἀφανίζουσι τὰ ὑλικώτερα καὶ παρχύτερα τῶν νοημάτων· πάντα δὲ τὴν [*](7 Vgl. Apok. 19, 11. — 16 II Thess. 2, 8. — 24 Vgl. I Kor. 3, 19. — 26 Apok. 19, 12.) [*](2 ἀποσείς[ηται, οὐδ’ οὕ]τως a. Ras. | ἔργον—8 δικαιοσύνῃ von II. H. a. Rande nachgetragen|τοῦ] τοῦ τοῦMV,τούτου Ηu,τοῦτο Barberinus, corr. Pr|ἐστὶνΜ 14 ἑαυτὴν] ἑαυτοῦ τὴν Μ (Vorlage wohl:ἐαντοῦ,oder compendiarische Endungen), ἑαυτοῦ ἑαυτὴν V, corr. Hu | 16 ἀναλοῖ] ἐνελεῖ ist Contr. Cels. II, 50 (I, 172,24K.) überliefert, doch s. unten XX, 11 | 22 νοουμένου] νοουμένης, corr. V | 24 ὧν] ὧ ΜV, corr. Hu | δράσσεται] δράσεται, corr. V | ἔτι] τι, corr. We, ὅτι Εdd. | 28 ἵν’] ἕν Μ | 29 τῷ] aus τὸν | 30 nach αὐτῷ + νοημάτων, ἀκτίνων oder etw. ähhl. We; viell. ist einfach ὀφθαλμῶν hinzuzudenken.)

62
ἰσχνότητα καὶ λεπτότητα ἐκπέφευγε τῆς ἀληθείας τὰ ὁπωσποτοῦν ψευδόμενα.

Πάνυ δὲ τεταγμένως μετὰ ἐν δικαιοσύνῃ κρίνοντα καὶ κατὰ τὸ ἐν δικαιοσύνῃ κρίνειν πολεμοῦντα, ἑξῆς δὲ τῷ πολεμεῖν φωτίζοντα, ἐπιφίρεται τὸ ἐπὶ τὴν κεφαλὴν εἶναι αὐτοῦ πολλὰ δια- δήματα. εἰ μὲν γὰρ ἕν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ’ οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν ὁ νικήσας »πιστὸς καὶ ἀληθινὸς« λόγος, καὶ ἕν διάδημα περικεῖσθαι εὐλόγως ἄν ἀναγέγραπτο ὁ ἐπι- κρατήσας τῶν ἐναντίων θεοῦ λόγος.

νυνὶ δὲ πολλῶν ὄντων τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν ψευδῶν, καθ’ ὧν στρατευσάμενος ὁ λόγος στεφανοῦται, πολλὰ γίντεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περιτίθεται.

Ἑξῆς μετὰ τὰ διαδήματα ἀναγέγραπται ἔχειν »ἔνομα γεγραμμένον »ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός«· οὗτος γὰρ ὁ ἕμψυχος λόγος ἐπίσταταί τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἅ ἀκεῖνος καταλαμβάνει θεωρεῖν. τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα.