Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὥσπερ οὖν θεοὶ πολλοὶ ἀλλ’ ἡμῖν »εἶς θεός, ὁ παρήρ«, καὶ πολλοὶ κύριοι ἀλλ’ ἡμῖν »εἷς κύριος, ’Ιησοῦς Χριστός«, οὕτως πολλοὶ λόγοι ἀλλ’ ἡμῖν εὐχόμεθα ὅπως ὑπάρξῃ ὁ ἐν ἀρχῇ λόγος ὁ πρὸς τὸν θεὸν ὥν, ὁ θεὸς λόγος.

ὃς γὰρ οὐ κωρεῖ τοῦτον τὸν λόγον, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεόν, ἤτοι αὐτῷ γενομένῳ σαρκὶ προςέξει, ἢ μεθέξει τῶν μετεσχγχίτων τινὸς ἐν πάντη ἀλλοτίῳ τοῦ λόγου, ἢ ἀποπεςὼν τοῦ μετέχειν τοῦ μετεσχηχότος ἐν πάντη ἀλλοτρίῳ τοῦ λόγου λόγῳ ἔσται κα- λουμένῳ.

σαφὲς δὲ ἔσται τὸ εἰρημένον ἐκ παραδειγμάτων τῶν περὶ τοῦ θεοῦ καὶ τοῦ θεοῦ λόγου καὶ θεῶν ἤτοι μετεχόντων θεοῦ ἢ κεγομένων μὲν οὐδαμῶς δὲ ὄντων θεῶν, καὶ πάλιν λόγου θεοῦ καὶ λόγου γενομένου [θεοῦ] σαρκὸς καὶ λόγων ἤτοι μετεχόντων πως τοῦ [*](3 Vgl. Joh. 17, 3. — Vgl. Joh. 1,1. — 9 Vgl. Joh. 17,3. — 16 Vgl. Joh. 1, 1. — 19 Vgl. Joh. 1, 26, — 21 Vgl. I Kor. 8, 5f. — 24 Vgl. Joh. 1,1. — 26 Vgl. Joh 1, 14.) [*](1 ἀρυςάμενος V, ἀρυςά M a. Ende d. Zeile | 6 θεός α. Ras. | 9 nach εἰρημένοις+ὡς We | 12 nach λοιποῖς+τοῖς We | 16 λόγον 1] viell. τόπον z. l. | η α. Ras., x scheint aus v corr. (μετέσχεν Μ* ?) Μ | λόγῳ + Pr, vgl. S. 56, Z. 2ff.| 31 θεοῦ] als falsches Glossem zu str. | λόγων| λόγον Μ, corr. V.)

56
λόγου, λόγων δευτέρων ἢ τρίτων παρὰ τὸν πρὸ πάντων, νομιζομέ- νων μὲν λόγων λὐκ ὄντων δὲ ἀληθῶς λόγων ἀλλ’, ἵν’ οὕτως εἴπω, ὅλον τοῦτο ἀλόγων λόγων, ὥσπερ καὶ ἐπὶ τῶν λεγομένων μέν, οὐκ ὄντων δὲ θεῶν τάξαι τις ἂν ἀντὶ τοῦ ἀλόγων λόγων τὸ οὐ θεῶν θεῶν.

ὁ μὲν οὖν θεὸς τῶν ὅλων τῆς ἐκλογῆς ἐστι θεός, καὶ πολὺ μᾶλλον τοῦ τῆς ἐκλογῆς σωτῆρος· ἔπειτα τῶν ἀληθῶς θεῶν ἐστι θεός, καὶ ἁπαξαπλῶς ζώντων καὶ οὐ νεκρῶν ἐστι θεός. ὁ δὲ θεὸς λόγος τάχα τῶν ἐν αὐτῷ ἱστάντων τὸ πᾶν καὶ τῶν πατέρα αὐτὸν νομιζόντων ἐστὶν θεός.

ἥλιος δὲ καὶ δελήνη καὶ ἀστέρες, ὥς τινες τῶν πρὸ ἡμῶν διηγήσαντο, ἀπενεμήθησαν τοῖς μὴ ἀξίοις ἐπιγρά- φεσθαι τὸν θεὸν τῶν θεῶν θεὸν αὐτῶν εἶναι. οὕτω δὲ ἐξεδέξαντο κινη- θέντες ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ τὸν τρόπον τοῦτον ἐχόντων. »Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν δεςήνην »καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς »καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν αὐτὰ κύριος ὁ θεός σου πᾶσι »τοῖς ἔθνεσιν. ὑμῖν δὲ οὐχ οὕτως ἔσωκε κύριος ὁ θεός σου.«

πῶς γὰρ ἀπένειμε πᾶσι τοῖς ἕθνεσιν ἥλιον καὶ σελήνην αὐτὰ τῷ Ἰσραήλ; τῷ τοὺς μὴ δυναμένους ἐπὶ τὴν νοητὴν ἀναδραμεῖν φύσιν, δι’ αἰσθη- τῶν θεῶν κινουμένους περὶ θεότητος, ἀγαπητῶς κἂν ἐν τούτοις ἵστασθαι καὶ μὴ πίπτειν ἐπὶ εἴδωλα καὶ δαιμόνια.

οὐκοῦν οἱ μὲν θεὸν ἔτι τὸν υἱὸν τοῦ θεοῦ τὸν χριστὸν αὐτοῦ· καὶ τρίτοι οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, ἀπὸ θεοῦ μὲν πλανηθέντες, πλὴν πλάνην πλλλῷ διαφέρουσαν καὶ κρείττονα τῶν καλούντων θεο]]υς ἔργα χειρῶν ἀνθρώρων, χρυςὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα. τελευταῖοι δέ εἰσιν οἱ λεγομένοις μὲν θεοῖς ἀνακείμενοι οὐδαμῶς δὲ οὖσιν θεοῖς.

Οὕτω τοίνυν οἱ μέν τινες μετέχουσιν αὐτοῦ τοῦ »ἐν ἀρχῇ« λόγου καὶ »πρὸς τὸν θεὸν« λόγου δαὶ »θεοῦ« λόγου, ὥσπερ ’Ωσηὲ καὶ ‘Ησαΐας καὶ ‘Ιερεμίας καὶ εἴ τις ἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς »τὸν λόλον κυρίου« ἢ » τὸν λόγον« γενέσθαι πρὸς αὐτόν·

ἕτεροι δὲ οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τὸν γενόμενον σάρκα λόγον τὸ πᾶν νομίσαντες εἶναι τοῦ λόγου, [*](5 Vgl. Röm. 11, 7. — Vgl. Matth. 22, 32. —9 Vgl. Clemens Alex., Strom. VI, 14, 110. — 13 Deut. 4, 19. — 26 Vgl. Ps. 113, 12. — 29 Vgl. Joh. 1, 1. — 32 Vgl. Hos. 1, 1. — Vgl. Ges. 2, 1. Jer. 14, 1. — 33 I Kor. 2, 2. — 34 Vgl. Joh. 1,14.) [*](1 λόγων] aus λόγον corr. | 19 φύσιν] σι a. Ras., v aus einem andern Buchst. corr. | 23 ἔτι] ἐπὶ, corr. Pr | zu οἱ ist ἔχοντες hinzuzudenken, aber nicht mit Jacobi zuzusetzen | 25 nach πλανηθέντες ein Buchst. ausr. [ κρείττονα] ρ a. Ras. | 27 ἐμμελέτημα, corr. V.)

57
Χριστὸν κατὰ σάρκα μόνον γινώσκουσι· τοιοῦτον δέ ἐδτι τὸ πλῆθος τῶν πεπιστευκέναι νομιζομένων.

καὶ τρίτοι λόγοις μετέχουσί τι τοῦ λόγου ὡς πάντα ὑπερέχουσι λόγον προσεσχήχασι, καὶ μήποτε οὖτοί εἰσιν οἱ μετερχόμενοι τὰς εὐδοχιμούσας καὶ διαφρούσας ἐν φιλοσοφίᾳ παρ’ Ἓλλησιν αἱρέσεις.

τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστεθκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀποδεχομένοις.

Εἰ καὶ ἐδόξαμεν δὲ παρεκβεβηκέναι, οἶμαι δ’ ὅτι παρακειμένως ὑπὲρ τοῦ σαφῶς ἰδεῖν τέσσαρα τάγματα κατὰ τὸ »θεὸς« ὅνομα καὶ τέσσαρα κατὰ τὸ »λόγος« τοῦτο πεποιήκαμεν. ἦν γὰρ »ὁ θεὸς« καὶ »θεός«, εἶτα »θεοὶ« διχῶς, ὦν τοῦ τῶν ὅλων »θεοῦ«. καὶ πάλιν ἦν »ὁ λόγος«, τάχα δὲ καὶ » λόγος«, ὁμοίως τῷ »ὁ θεὸς« καὶ »θεός«, καὶ »οἱ λόγοι« διχῶς, οἰκεῖοί τε ἀνθρώπινοι· οἱ μὲν τῷ πατρί, μερίδες ὄντες αὐτοῦ· καὶ τούτοις παρακείμενοι, οὓς νῦν σαφέστερον ὁ λόλος ἡμῖν παρίστησιν, οἱ ἐπὶ τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ

κάτω χώρᾳ οἱ τοῖς ἀψύχοις καὶ νεχροῖς εἰδώλοις ἐγχείμενοι. τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὐρίσχομεν. οἱ μὲν γὰρ αὐτῷ τῷ λόλῳ κεκόσμηνται· οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν »καὶ τοῦτον ἐσταυρωμένον«, οἱ τὸν λόγον σάρκα ὁρῶντες· καὶ δοκοῦντι οὓς πρὸ βραχέος εἰρήκαμεν. τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ;

1, 2. Οὖτος τἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

Διὰ τῶν προειρημένων τριῶν προτάσεων τάγματα τρία δι- δάξας ἡμᾶς ὁ εὐαγγελιστὴς συγκεφαλαιοῦται τὰ τρία εἰς ἕν, λέγων τὸ »Οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

πρῶτον δὲ τῶν τριῶν με- μαθήκαμεν, ἐν τίνι ἦν ὁ λόγος, ὅτι »ἐν ἀρχῇ«, καὶ πρὸς τίνα οὖτος ᾖν, ὅτι »πρὸς τὸν θεόν«, καὶ τίς ὁ λόγος ἦν, ὅτι »θεός«. οἱονεὶ οὖν δεικνὺς τὸν προειρημένον θεὸν λόγον διὰ τοῦ »Οὖτος«, καὶ [*](1 Vgl. II Kor 5, 16. — 17 Vgl. S. 56, 9 ff. — 22 Vgl. I Kor. 2, 2. — 23 Vgl. II Kor. 5, 16. Vgl. Z. 2 ff. — 30 Joh. 1, 2. — 31 Vgl. Joh. 1, 1.) [*](6 ἀθέοις] α aus αν corr. | 9 τάγματα] πράγματα, corr. Pr, vgl. Z. ll. 28 | 11 ὑπερέχειν, corr. Hu | 14 ἀνθρώπινοι] ἄνθρωποι Lommatzsch | 19 ἐγκεί- μενοι] ἐκκείμενοι, corr. Pr | 25 μόνων Μ | 26 τῶν 2 ] καὶ, vgl. S. 55, 25 ff. Doch steckt wahrscheinl. in ἰχνέων auch ein Verbum; We hält ἰχνέων καὶ für Ditto- graphie von μετεχόντων | 31 ὅτι] nach τ ein Buchst. ausr.)

58
συνάγων εἰς τετάρτην πρότασιν τό τε »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ τὸ »‘Ο λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« φηςίν· »Οὖτος »ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.«

δύναται μέντοι γε τὸ τῆς ἀρχῆς ὄνομα λαμβάνεσθαι καὶ ἐπὶ τῆς τοῦ κόσμου ἀρχῆς, μανθανόντων ἡμῶν διὰ τῶν λεγομένον ὅτι πρεσβύτερος ὁ λόγος τῶν ἀπ᾿ ἀρχῆς γενομένων ἦν. εἰ γὰρ »ἐν ἀρχῇ ἐποίησεν ὁθεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«, τὸ δὲ »Ἐν ἀρχῇ ἦν« δαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβήτερός ἐστιν ὁ λόγος.

τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος« τοῦ θεοῦ »καὶ ὁ λόγος« τοῦ θεοῦ »ῆν πρὸς » ἐστιν ὁ λόγος. τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· » τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος« τοῦ θεοῦ. ἀκόλουθον δέ ἐστιν τὸν ζητοῦντα, τί δήποτε οὐγέγραπαι· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, καὶ ζητοῦντα. τί δήποτε οὐ γέγραπται· »Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ«, ὁ μέν τις τοῦ θεοῦ λόγος, ἕτερος δὲ φέρε εἰπεῖν ἀγγέλων λόγος, καὶ ἄλλος ἀνθρώπων, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν λόγων.

εἰ δὲ λόγος, τάχα καὶ »σοξία« καὶ »δικαιοςύνη«. ἄτοπον δὲ πλείονας φάσκειν τῆς »λόγος« προσηγορίας κυρίως τυλχάνειν καὶ τῆς »σοφία« καὶ τῆς »δικαιοσύνη«. καὶ πληχθηςόμεθα πρὸς τὸ μὴ δεῖν ζητεῖν πλείονας λαόγους καὶ σοφίας καὶ δικαιοςύναις, κυρίως οὕτως ὀνομαζόμενα, ἁπὸ τῆς ἀληθείας.

πᾶς γὰρ ὁστισοῦν ὁμολογήσαι ἂν μίαν εἶναι τὴν ἀλή- θειαν· οὐ γὰρ καὶ ἐπ’ αὐτῆς τολμήσαι ἄν τις λέγειν ἑτέραν εἶναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ ἑτέραν τὴν τῶν ἀλλέλων καὶ ἄλλην τὴν τῶν ἀνθρώπων· ἐν γὰρ τῇ φύσει τῶν ὄντων μία ἡ περὶ ἑκάστου ἀλήθεια.

εἰ δὲ ἀλήθεια μία, δῆλον ὅτι καὶ ἡ κατασκευὴ αὐτῆς καὶ ἡ ἀπόδειξις σοξία τυλχάνουσα μία εὐλόγως ἂν νοοῖτο, πάσης τῆς νομιζομένης σοφίας οὐ κρατούσης τῆς ἀληθείας οὐδὲ σοφίας ἂν ὑγιῶς χρηματιζούσης. εἰ δ’ ἀλήθεια μία καὶ σοφία μία, καὶ λόγος ὁ ἁπαυ- γέλλων τὴν ἀλήθειαν καὶ τὴν σοφίαν ἁπλῶν καὶ φανερῶν εἰς τοὺς χωρητικοὺς εἶς ἂν τυγχάνοι.