Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐ γυμνὸς δὲ τῷ Ἰωάννῃ ὁρᾶται τῷ ἵππῳ ὀχούμενος ὁ τοῦ θεοῦ λόγος· περιβέβληται γὰρ ἱμάταιον † ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται ὁ γενόμε- νος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γὴν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους· τάχα γὰρ κἄν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης δἰ αὐτοῦ εἰσαγωγῆς.

Τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκο- λουθεῖ πάντεα, λόγῳ ἑπόμενα ἡγουμένῶ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἱπποις λευκοῖς· πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. καὶ ὥσπερ »ἀπέδρα ὀδύνη καὶ λύπη καὶ »στεναγμὸς« ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἷμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόωτων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.

ἐπισκέψαι δὲ λευκοὺς [*](3 Vgl. Apok. 19,11. —5 Vgl. Apok.19,12 —7 Vgl. Apok. 19,11. —14 Apok. 19,12. —21 Vgl. Apok. 19,13. —23 Vgl. Joh. 19,34. —27 Vgl. Apok.19, 14. — 29 Vgl. Prov. 8,9.—30 Hes,Jes. 35,10. —33 Vgl. Apok. 19.14.) [*](8 εὐλόγως] ως a. Ras. | ἄν + We | ἀναγέγραπτο] ο a. Ras. | 11 γίνεται] γινόμενα, corr. We | 12 κινήσαντος Μ, corr. V | 19 μετέχοντας] ετ a. Ras. | ἐασσι | 21 ῥεραμμένον] ἑρεαντισμένον S. 59,4; viell. βεβαμμένον z. l. | 31 στεναγμὸς] στ a. Ras.)

63
ἵππους τῶν ἀκολουθούντων τῷ λόγῳ, ἐνδεδυμένους »βύσσινον λευκὸν »καὶ καθαρόν«, εἰ μή, ἐπεὶ ἡ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἅς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθαρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. ταῦτα δὴ ἐπὰ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν.

Ι, 2. Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

ΙΧ. Τοῖς μὴ ἀδριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλοφί- νοις προτάσεις δόξει ταὐτολογεῖν ὁ εὐαγγελιστής, οὐδὲν πλέον λέγων ἐν τῷ »Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« παρὰ τὸ »Καὶ ὁ λόγος »ἦν πρὸς τὸν θεόν«.

τηρητέον δὲ ὅτι ἐν μὲν τῷ »Ὁ λόγος ἦν πρὸς »τὸν θεὸν« οὐ μανθάνομεν τὸ πότε ἤ ἐν τίνι »ἦν πρὸς τὸν θεόν«, κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον· τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔσταιν ἐνθάδε, ὧν τὸ τέταρτον »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

οὐ ταὐτὸν δὲ τὸ »Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· καὶ τὸ »Οὗτος ἦν« οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἤ ἐν τίνι πρὸς τὸν θεόν· »Οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν.« ἀλλὰ καὶ τὸ »Οὗτος« κατὰ δεῖδιν ἐκφερόμενον νομισθήσεται ἀπι τοῦ λόγου τετάχθαι ἤ ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ ευρῃ σήλληψιν τῶν προτέρων γινο- μένην ἐν τῇ »οὗτος« προσηγορίᾳ τῆς τε »λόγος« ἐπινοίας καὶ τῆς »θεός«, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἕν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ »λόγος« ἐστὶν ἡ »θεός«, οὐδὲ ἐν τῇ »θεὸς« ἡ »λόγος«.

τάχα δὲ συγκεφαλαίωσίς ἐστι τῶν τριῶν προτάσεων εἰς μίαν τὴν »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«· καθ’ὅ γὰρ »ἐν ἀρχῇ ἦν »ὁ λόγος«, οὐ μεμαθήκειμεν ὅτι »πρὸς τὸν θεόν«· καθ’ ὅ δὲ »πρὸς τὸν θεὸν« ὁ λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν· καθ’ὅ δὲ »θεὸς ὁ λόγος ἦν«, οὔτε τὸ »ἐν ἀρχῇ« ἀυτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι »πρὸς τὸν θεὸν« ἐτύγχανεν.

ἐν δὲ τῇ »Οὗτος ἦν ἐν ἐρχῇ πρὸς τὸν θεὸν« ἀπαγγελίᾳ, τοῦ »Οὗτος« ἐπὶ τοῦ λόγου καὶ θεοῦ νοουμένου, καὶ τοῦ »Ἐν ἀρχῇ« οὕτω συναπτο- [*](10 Joh. 1,1. — 15 Joh. 1,2. — 17 Joh. 1,2. — 30 Joh. 1,2.) [*](8 τοῖς μὴ—64, 6 θεὸν ἦν in Venet. Marc. 502f. 198a (E) s. Einl. | ἐπαγγελλο- μένοις V E über ἐπ ist ἀπ geschr. M | 9 ταὐτὸν λέγειν Ε | 14 ἅ Ε | ἐστὶν in E nicht mehr zu erkennen, weil d. Papier abgerieben ist | 15 τὸ ὁ λόγος in E un- kenntlich | 16 οὐχ Ε | 17 πρὸς τὸν θεὸν in E nicht mehr zu erkennen | 19 λόγος, corr. E | ὑπὰ τοῦ] τῷ Ε | 20 ἰσχνότερον Ε, συχνότερον V,. σ χνότερον, der erste Buchst. zieml. verblichen, aber sicher ἰ Μ | ἐρευνῶντι Ε | 25 τὴν] ν a. Ras. | 27 θεὸν a. Rand | 27 ἔγνωμεν Ε | 28 ἦν nach 27 ἀρχῇ Ε | 30 κατεπαγγελίᾳ Ε | 31 καὶ1] τοῦ Ε | καὶ2 bis οὕτω] εἶτα Ε.)

64
μένου τοῦ τε Πρὸς τὸν θεὸν« προστιθεμένου, οὐδὲν παραλείπεται τῶν ἐν ταῖς τρισὶ προτάσεσιν, ὃ οὐ συγκεφαλαιοῦται συναγομένων εἰς ἕν.

ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ »Ἐν ἀρχῇ« δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο· ἓν μὲν ὅτι »ἐν ἀρχῇ ἦν ὁ λόγος«, ὡς εἰ καὶ] καθ’ αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα· ἕτερον δὲ ὅτι »ἐν ἀρχῆ» »πρὸς τὸν θεὸν ἠν«. καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι »ἐν ἀρχῇ ην« καὶ »ἐν ἀρχῇ« »πρὸς τὸν θεόν«, οὔτε »πρὸς »τὸν θεὸν« μόνον τυγχάνων, ἐπεὶ καὶ »ἐν ἀρχῇ ἦν((, οὔτε »ἐν ἀρχῇ« μόνον ὢν καὶ οὐχὶ »πρὸς τὸν θεὸν« ὤν, ἐπεὶ »Οὑτος ἠν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.

1, 3. Πάντα δέ αὐτοῦ ἐγένετο.

Χ. οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ »δι᾿ οὑ«, δευτέραν δὲ ἀεί· οἷον ἐν τῇ πρὸς Ῥωμαίους· Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, »κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὅ προεπηγγεί- »λατο διὰ τῶν προφητῶν αὐτοῦ έν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ »αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέν- »τος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως »νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι᾿ οὗ ἐλάβομεν χάριν καὶ »ἀποστολὴν εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ »ὀνόματος αὐτοῦ.«

ὁ γὰρ θεὸς τὸ εὐαγγέλιον ἑαυτοῦ προεπηγγείλατο διὰ τῶν προφητῶν, ὑπηρετούντων τῶν προφητῶν καὶ ἐχόντων τὸν λόγον τοῦ »δι᾿ οὗ«, καὶ πάλιν ὁ θεὸς ἔδωκε »χάριν καὶ ἀποστολὴν »εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσι« Παύλῳ καὶ τοῖς λοιποῖς, καὶ ἔδωκε διὰ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος, ἔχοντος τὸ »δι᾿ οὑ«.

καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ αὐτὸς Παῦλός φησιν· »Ὲπ᾿ ἐσχάτου τῶν »ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι »οὗ καὶ ἐποίησε τοὺς αἰῶνας«, διδάσκων ἡμᾶς, ὅτι ὁ θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ »δι᾿ οὕτω τοίνυν τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ᾿ ὑπὸ κρείττονος καὶ μείζονος παρὰ τὸν λόγον. τίς δ’ ἂν ἄλλος οὗτος τυγχάνῃ ἢ ὁ πατήρ;

Ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ »Πάντα δἰ αὐτοῦ ἐγένετο«, εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι᾿ αὐτοῦ ἐγένετο. οἶμαι γὰρ ὅτι τῷ μὲν [*](4 Job. 1. 1. — 13 Röm. 1, 1 —5. — 22 öm. 1, 5. — 25 Hebr. 1,2. — Job. 1, 3.) [*](1 τε] έν ἀρχῇ καὶ τοῦ Ε | προστιθεμένου < Ε | 3 ὅρα bis ὲν] κατὰ τὸ δὲ τοῦ ἐν Ε | 4 ἡμᾶς bis δύο] δύο μανθάνομεν πράγματα Ε | 5 καὶ1 < Ε | Ε | 6 ἦν nacb ἀρχῇ (vgl. S. 63, Ζ. 27) Ε | τὸν θεὸν ἦν)] hier bricbt Ε ab | 20 ὀνόματος] μα a. Ras. | προεπηγγείλατο, w. e. sch., aus προσεπηγγείλατο.)

65
φάσκοντι γενητὸν αὐτὸ εἶναι καὶ προιεμένῳ τὸ »Πάντα δι᾿ αὐτοῦ »ἐγένετο«· ἀναγκαῖον παραδέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ’ αὐτὸ τοῦ λόγου τυγχάνοντος· τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ χριστοῦ γεγονέναι ἕπεται τὸ ἀγέννητον‘ αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.

ἔσται δέ τις καὶ τρίτος παρὰ τοὺς δύο, τόν τε διὰ τοῦ λόγου παραδεχόμενον τὸ πνεῦμα τὸ ἅγιον γεγονέναι καὶ τὸν ἀγέννητον αὐτὸ εἶναι ὑπολαμβάνοντα, δογματίζων μηδὲ οὐσίαν τινὰ ἰδίαν ὐφεστάναι τοῦ ἁγίου πνεύματος ἑτέραν παρὰ τὸν πατέρα καὶ τὸν υἱόν· ἀλλὰ πάχα προστιθέμενος μᾶλλον. ἐὰν ἕτερον νομίζῃ εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, τῷ τὸ αὐτὸ αὐτὸ τυγχάνειν τῷ πάτρί, ὁμολογουμένως διαιρέσεως δηλουμένης τοῦ ἁγίου πνεύματος παρὰ τὸν υἱὸν ἐν τῷ »Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, »ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ

»ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχάνειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ετερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι τιμιώτερον, καὶ τάξει πρῶτον πάντων τῶν ὑπὸ τοῦ πατρὸς Χριστοῦ γεγενημένων.

καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὑ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογι- κὸν καὶ δίκαιον καὶ πᾶν ὑτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν.

οἶμαι δὲ τὸ ἅγιον πνεῦμα τήν, ἱν οὕτως εἴπω, ὕλην τῶν ἀπὸ θεοῦ χαρισμάτων παρέχειν τοῖς δι᾿ αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα.

καὶ κινεῖ με εἰς τὸ ταῦθ᾿ οὕτως ἔχειν ὑπολαβεῖν Παῦλος περὶ χαρισμάτων οὕτω που γράφωψν· »Διαιρέσεις δὲ χαρισμάτων εἰσί, »τὸ δ᾿ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ ὁ αὐτὸς κύριος· »καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ὁ αὐτός ἐστι θεὸς ὁ ἐνεργῶν »τὰ πάντα ἐν πᾶσιν.«

[*](13 Matth. 12, 32; Mark. 3, 29. — 19 Vgl. Joh. 1, 3. — 26 Vgl. oben I, 16ff. 4—6. 32 IKor. 12, 4—6.)[*](9 ݲ] ρα a. Ras. | 11 αὐτὸ2] αὐτῷ, corr. We | 14 Die Form des Citates Singular; vgl. u. XIX, 15 | 20 πρῶτον + Pr | 29 τῆς aus τοῖς w. e. seh. | 33 urspr. εἰσιν, aber aus ν wurde κ corr. Μ.)
66

Ἔχει δὲ ἐπαπόρησιν διά τε τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ τὸ ἀκολουθεῖν τὸ πνεῦμα γενητὸν ὂν διὰ τοῦ λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ χριστοῦ ἔν τισι γραφαῖς, έν μὲν τῷ Ἡσαΐᾳ ὀμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος φησὶ γάρ· »Καὶ νῦν κύριος ἀπέστειλέ »με κοὶ τὸ πνεῦμα αὐτοῦ«), ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγγελομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον »ἐν τούτῳ τῷ αἰπωνι« μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ᾿ οὐδὲ »ἐν τῷ μέλλοντι«.

καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸν ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.