Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

1, 1. Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.

Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων καιλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὀ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς »ὁ λόγος ἦν »πρὸς τὸν θεόν«.

χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας, οἷον »Λόγος κυρίου, ὃς ἐγενήθη »πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς »Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας«·

πῶς οὖν »λόγος κυρίου« ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν »ὁ λόγος πρὸς Ἱερεμίαν περὶ »τῆς ἀβροχίας«, ἐπισκοπητέον, ἵν’ ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.

ὁ μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου ἢ τοῦ λόγου γενομένου πρὸς αὐτούς. μήποτε δέ, ὥς ξαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος »υἱὸς λόγος« ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σωζόμενον — Ὠσηὲ γὰρ ἑρμηνεύεται »Σωζόμε- »νος« — υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται »Φρέατα«· πηγῆς γὰρ ἐκ βάθους [*](1 Joh. 1, 1. – 4 Vgl. 1, 5 (7) ff. — Vgl. I, 16 ff. – 5 Vgl. I, 21 (23) ff. – Joh. 1, 1. – 7 Hos. 1, 1. – 8 Jes. 2, 1. – 10 Jer. 14, 1. – 14 Joh. 1, 1. – 20 Vgl. Lagarde, Onomastica sacra 2 p. 82, 15: Osee saluans uel saluatus uel saluator. Armen. Onomast. Osêê: der Befreite (σωζόμενος). – 21 Vgl. lagarde, 1. c. p. 20, 21: Beeri puteus meus siue putei mei.) [*](τὸ] τὸν Μ, wie sonst in den Überschriften | nach ἐξηγητικῶν + ὠριγένους V | 3 πρὸ] πρ a. Ras. | 5 ἐπισκοπῶμεν We | 19 τοῦ] ου a. Ras. | 21 ὃς] οὗ, corr. V.)

53
ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σωζομένων υἱὸς γίνεται.

καὶ οὐδὲν θαυμαστὸς οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πλοοαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ »τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων« »φωτός«, παρὰ δὲ τὸ ἔχειν τὴν »εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν« »εἰρήνης«· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, »τέκνον σοφίας«· »Ἐδικαιώθη.

»γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.« οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὤστε ἀποφθέγξασθαι αὐτόν· »Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ«, δύναται εἶναι »φρεάτων υἱός«, πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται.

ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐανα ἕρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντηςόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεταί γὰρ »Μετεωρισμὸς »Ἰαώ«.

ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· »πρὸς δὲ τὸν θεὸν« οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· »Καὶ ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· οὐ γὰρ »ἐγένετο πρὸς τὸν θεόν«.

καὶ ταὐτὸν ῥῆμα τὸ »Ἦν« τοῦ λόγου κατηγορεῖται, ὅτε »ἐν ἀρχῇ ἦν « καὶ ὅτε πρὸς τὸν θεὸν ἦν«, οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι »ἐν ἀρχῇ«γινόμενος »ἐν ἀρχῇ« οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν »πρὸς τὸν θεὸν« ἐπὶ τὸ »πρὸς »τὸν θεὸν« εἶναι γινόμενος· πρὸ γὰρ παβντὸς χρόνου καὶ αἰῶνος »ἐν »ἀρχῇ ἦν ὁ λόγος«, καὶ »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.

Ἐπεὶ τοίνυν εἰς εὕρεσιν τοῦ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« παρεθέμεθα λέξεις προφητκάς. πῶς ἐγένετο πρὸς Ὠσηὲ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν, παρετηρήσαμέν τε οὐ τὴν τυχοῦτσαν διαφορὰν τοῦ »Ἐγενήθη« καὶ »Ἐγένετο« πρὸς τὸ »Ἦν«, προσθήσομεν, ὅτι ἐν μὲν τῷ πρὸς τοῦς προφήτας γίνεσθαι φωτίζει τοὺς προφήτας τῷ φωτὶ τῆς γνώσεως, ποιῶν αὐτοῦς ἅτε ἔμπροσθεν βλέποντας ὁᾶν, ἃ πρὸ αὐτοῦ οὐ κατενόουν· πρὸς δὲ τὸν θεὸν † τὸ »Θεός« ἐστι τυγχάνων [*](3 Vgl. Math. 5 16; Joh. 12, 36. – 4 Vgl. I Thess. 5,5. – 5 Vgl. Phil. 4, 7; Luk. 10, 6. – 6 Vgl. Luk. 7, 35. – Matth. 11, 19. – 7 Vgl. I Kor. 2, 10. – 9 Röm. 11, 33. – 13 Vgl. Lagarde, Onomastica sacra 2 p. 199, 68 f.: Ιερεμιηλ μετεωρισμὸς θεοῦ. Vgl. 218, 91 Ἱερεμίας μετεωρισμὸς ὑψούμενος [wo zwei Glossen contaminiert sind]. p. 94, 6: Ieremias excelsus domini. — Armen. Onomast. „Ieremia: Erhebung oder Spender des Wassers“. Vgl. Fragm. LX in Jerem. (227, 27 Kl.) – 17 Joh. 1, 1. – 25 Joh. 1, 1.) [*](11 ἐσχάταις] α 2 a. Ras. | 12 ἀπαντηςόμενα] ἀπαντηςόμενον, ον zu α, w. e. sch., corr. M| 15 τοῦ //// υ////υ Μ | 19 ὅτε] ὅτι, corr. Br | 22 τὸ] τῷ, corr. We | 31 πρὸς δὲ τὸν θεὸν ὢν αὐ τὸς θεὸς κτλ. We, viell. ist zu lessen: πρὸς δὲ τὸν θεὸν τυγχάνων ὁ λόγος θεός ἐστιν ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.)

54
ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.

καὶ τάχα τοιαύτην τινὰ τάξιν ὁ Ἰωάννης ἐν τῷ λόγῳ ἰδὼν οὐ προέταξε τὸ »Θεὸς ἦν ὁ λόγος« τοῦ » Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«, ὅσον ἐπὶ ταῖς ἀποφάσεσιν οὐδὲν ἂν κωλυθέντς τοῦ εἱρμοῦ πρὸς τὸ καθ’ αὑτὸ ἰδεῖν ἑκάστου τῶν ἀξιωμάτων τὴν δύναμιν· ἓν γὰρ ἐξίωμα τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ δεύτερον τὸ »Ὁ λόγος ἦν πρὸς τὸν θεόν« καὶ ἑξῆς »Καὶ θεὸς θεὸς ἦν ὁ λόγος«.

ἀλλ’ ἐπεὶ τάχα τάξιν τινὰ δηλοῖ τὸ πρῶτον τετάχθαι τὸ »Ἐν ἀρχῇ ἦν ὁ »λόγος« κατὰ τὸ οὕτως ἑξῆς τὸ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« καὶ τρίτον τὸ »καὶ θεὸς ἦν ὁ λόγος«, διὰ τοῦτο, ἵνα δυνηθῇ ἀπὸ τοῦ »πρὸς τὸν θεὸν« εἶναι ὁ λόγος νοηθῆναι γινόμενος θεός, λέγεται· »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἔπειτα· »καὶ θεὸς ἦν ὁ λόγος.«

ΙΙ. Πάνυ δὲ παρατετηρημένως καὶ οὐχ ὡς ἑλληνικὴν ἀκριηολογίαν οὐκ ἐπιστάμενος ὁ Ἰωάννης ὅπου μὲν τοῖς ἄρθροις ἐχρήσατο ὅπου δὲ ταῦτα ἀπεσιώπησεν, ἐπὶ μὲν τοῦ λόγου προστιθεὶς τὸ »Ὁ«, ἐπὶ δὲ τῆς θεὸς προσηγορίας ὅπου μὲν τιθεὶς ὅπου δὲ [δι]αἴρων.

τίθησιν μὲν γὰρ τὸ ἄρθρον, ὅτε ἡ »θεὸς« ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε ὁ λόγος »θεὸς« ὀνομάζεται. ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους »ὁ θεὸς« καὶ »θεός« οὕτως μήποτε διαφέρῃ »ὁ λόγος« καὶ »λόγος«.

ὃν τρόπον γὰρ ὁ ἐπὶ πᾶσι θεὸς »ὁ θεὸς« καὶ οὐχ ἁπλῶς »θεός«, οὕτως ἡ πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου »ὁ λόγος«, τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος »ὁ λόγος«.

Καὶ τὸ πολλοὺς φιλοθέους εἶναι εὐχομενους ταράσσον, εὐλαβουμένους δύο ἀναγορεῦσαι θεοὺς καὶ παρὰ τοῦτο περιπίπτοντας ψευδέσι καὶ ἀσεβέσι δόγμασιν, ἤτοι ἀρνουμένους ἰδιότητα υἱοῦ ἑτέραν παρὰ τὴν τοῦ πατρός, ὁμολογοῦντας θεὸν εἶναι τὸν μέχρι ὀνόματος παρ’ αὐτοῖς »υἱὸν« προσαγορευόμενον, ἢ ἀρνουμένους τὴν θεότητα τοῦ υἱοῦ τιθέντας δὲ αὐτοῦ τὴν ἰδιότητα καὶ τὴν οὐσίαν κατὰ περιγραφὴν τυγχάνουσαν ἑτέραν τοῦ πατρός, ἐντεῦθεν λύεσθαι δύναται.

λεκτέον γὰρ αὐτοῖς, ὅτι τότε μὲν αὐτόθεος ὁ θεός ἐστι, διόπερ καὶ ὁ σωτήρ φησιν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »Ἵνα γινώσκωσι δὲ τὸν ἐκείνου θεότητος θεοποιούμενον οὐχ »ὁ θεὸς» ἀλλὰ »θεὸς« κυριώτερον ἂν λέγοιτο, οὗ πάντως »ὁ πρωτότοκος πάσης κτίσεως«, ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, τοῖς λοιποῖς παρ’ αὐτὸν θεοῖς (ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον· »Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν«) διακονήσας [*](2 Joh. 1, 1. – 31 Joh. 17, 3. – 35 Vgl. Kol. 1, 15. — 37 Ps. 49, 1.) [*](8 κατὰ] viell. z. l. καὶ |15 [δι]αἴρων] διαιρῶν M, corr. Pr, ἀφαιρῶν? σιωπῶν We | 29 δύναται] τ a. Ras. | 34 οὗ] ὧ, corr. Jacobi, ὡς We.)

55
τὸ γενέσθαι θεοῖς, ἀπὸ τοῦ θεοῦ ἀρυςάμενος εἰς τὸ θεοποιηθῆναι αὐτούς, ἁφθόνως κἀκείνοις κατὰ τὴν αὐτοῦ χρηστότητα μεταδιδούς.

ἀληθινὸς οὖν θεὸς ὁ θεός, οἱ δὲ κατ’ ἐκεῖνον μορφούμενοι θεοὶ ὡς εἰχόνες πρωτοτύπου· ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόωνων ἡ ἁρχέτυπος εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς »ἐν ἀρχῇ« ἦν, τῷ εἶναι »πρὸς »τὸν θεὸν« ἀεὶ μένων »θεὸς«, οὐκ ἂν δ’ αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.

ΙΙΙ. ’Αλλ’ ἐπεὶ εἰχὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλομένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξιςῶσαι τοῖς λοιποῖς τῆς »θεὸς« προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ’ ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἰνει τῆς θεύτητος τὸν θεὸν λόγον, κοὶ τούτην παραστατέον.

ὁ γὰρ ἐν ἑκάστῳ λόγος τῶν λογικῶν τοῦτον τὸν λόγον ἕχει πρὸς τὸν ἐν ἀρχῇ λόγον πρὸς τὸν θεὸν ἄντα λόγον θεόν, ὃν ὁ θεὸς λόγος πρὸ τὸν θεόν· ὡς γὰρ αὐτόθεος καὶ ἀληθινὸς θεὸς ὁ πατὴρ πρὸς εἰκόνα καὶ εἰκόνας τῆς εἰκόνος, (διὸ καὶ »κατ’ εἰκόνα« λέγονται εἶναι οἱ ἄνθρωποι, οὐκ »εἰκόνες«) οὕτως ὁ αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγου. ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, ὁ μὲν πατὴρ θεότητος, ὁ δὲ υἱὸς λόγου.