Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κοιλίᾳ μου( τῷ γὰρ τηροῦντι τὸ μηδὲν ἀδίκως μηδὲ κατὰ συντυχίαν ἢ ἀποκλήρωσιν ποιεῖν ἀναγκαῖον παραδέξασθαι πρεσβυτέραν οὖσαν τὴν Ἰωάννου ψυχὴν τοῦ σώματος καὶ πρότερον ὑφεστῶσαν πεπέμφθαι ἐπὶ διακονίαν τῆς περὶ τοῦ φωτὸς μαρτυρίας. πρὸς τούτοις δὲ οὐ καταφρονητέον καὶ τοῦ »Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«.

ἐὰν δὲ κρατῇ ὁ καθόλου περὶ ψυχῆς λόγος ὡς οὐ συνεσπαρμένης τῷ σώματι ἀλλὰ πρὸ αὐτοῦ τυγχανούσης καὶ διὰ ποικίλας αἰτίας ἐνδουμένης σαρκὶ καὶ αἵματι, τὸ »Ἀπεσταλμένος ὑπὸ θεοῦ« οὐκέτι δόξει ἐξαίρετον εἶναι περὶ Ἰωάννου λεγόμενον. ὁ γοῦν πάντων κάκιστος, »ὁ ἄνθρωπος τῆς ἁμαρ- »τίας ὁ υἱὸς τῆς απωλείας«, λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ· »Διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν »πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ »μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες τῇ ἀδικίᾳ«.

τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ’ οὐ Η χρηματίζει πᾶς ἄνθρωπος > θεοῦ«, ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι ἄνθρωποι θεοῦ«), οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.

οὐχ εὕρομεν γοῦν τὸ ἀποστέλλεσθαι ἀπὸ θεοῦ ἐπ᾿ ἄλλου του ἢ τῶν ἁγίων κείμενον· ἐπὶ μὲν τοῦ Ησαΐου, ὡς προπαρεθέμεθα· ἐπὶ δὲ τοῦ Ἱερεμίου· »Πρὸς πάντας οὓς »ἐὰν ἐξαποστείλω σε πορεύσῆ«, ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ· »Ἰδοὺ ἐγὼ ἀπο- »στέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι«.

δόξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς [*](1 Vgl. Job. 1, 7. - 3 Vgl. Luk. 1, 15. 26 ff. — 5 Luk. 1, 44. — 11 Matth. 11, 14. - 13 Vgl. Clemens ΑΙ., ecl. 50. — 14 Job. 1, 6. — 15 Vgl. II Thess. 2, 3. — 17 II Thess. 2, 11 f. — 29 Vgl. S. 86, 7 ff. — Jer. 1, 7. — 30 Ez. 2, 3. (vgl. Field z. d. St.)) [*](1 ἔχοντα] ἔχοντιος, corr. Del | 6 ἐν1] über d. Linie | 11 αὐτός] οὗτος, corr. Pr nach S. 96, 15. 119, 11. (und NT) | ἠλίας in Μ verblichen; eine ätere H. hat daran herumcorr., sodass die Abschrr. ὁ λόγος lasen | 13 ἐνδεδεμένης? | 15 ἁμαρτίας] viell. mit Β ℵ ἀνομίας z. 1. vgl C. Cels. II, 50 (L 172, 18 K) | 22 ἄνθρωπος + 24 nach ἄνθρωπος sind 1 bis 2 Buchst, ausrad. | 31 ἀποστήσαντα] ἀπιστήσαντα V; doch s. Field | 32 nach παραδείγματα + τῆς V.)

88
τῆς εἰς τὸν βίον ζητουμένης, ἀποστολὴν λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον. πλὴν καὶ οὕτως οὐκ ἀπίθανον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ’ ὡν παρεθέμεθα, ἀποστέλλειν λέγεται ὁ θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον.

Καὶ ἐπεὶ ἁπαξαπλῶς ἐν τῷ περὶ τοῦ Ἰωάννου ἐσμὲν λόγῳ, ζητοῦντες αὐτοῦ τὴν ἀποστολήν, οὐκ ἀκαίρως ὑπόνοιαν ἡμετέραν, ἣν περὶ αὐτοῦ ἔχομεν, προσθήσομεν. ἐπεὶ γὰρ ἀνέγνωμεν περὶ αὐτοῦ προφητείαν· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ- »ὠπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, ἐφίσταμεν μήποτε εἷς τῶν ἁγίων ἀγγέλων τυγχάνων ἐπὶ λειτουργίᾳ κατααπέμπεται τοῦ σωτῆρος ἡμῶν πρόδρομος.

καὶ οὐδεν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου > σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. τίνα δ’ οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν;

εἰ δέ τις προσίεται καὶ τῶν παρ᾿ Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην Ἰωσὴφ προσευχήν, ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, τοῦ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν.

φησὶ γοῦν ὁ Ἰακώβ· »Ὁ γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ »Ἰακὼρ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ(?)καὶ πνεῦμα ἀρχικόν, καὶ »Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου· ἐγὼ δὲ Ἰακώβ, »ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ. τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κλη- »θεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς »ζῴου ζωουμένου ὑπὸ θεοῦ«.

καὶ ἐπιφέρει· »Ἐγὼ δὲ ὅτε ἠρχόμην »ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ὁ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, »καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐξήλωσε καὶ ἐμαχέσατό μοι. καὶ »ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ »ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα »αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, »κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν [*](9 Matth. 11, 10. Mal. 3, 1. — 13 Vgl. Kol. 1, 15. — 16 Vgl. Luk. 1, 44. — 18 Vgl. ürer, Gesch. des jüd. Volkes III 3, 265 f. — 26 Vgl. Gen. 32, 24.28.) [*](7 τὴν ἀ]ποστολὴν a. Ras. | 9 αὐτοῦ] τοῦ a. Ras. | 15 αὐ τοῦ] τοῦ, corr. vgl. Rom. 8, 3. Phil. 2, 7. Christus dient, weil er einen dem menschlichen ähnlichen Leib hat | 23 σύσιν über d. Linie Μ | 33 τοῦ str. Jacobi, πρὸ τοῦ ürere; Avahrsch. ist κτισθέντος nach παντός z. erg. oder hinzuzudenken.)

89
υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπω̣ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου;«

εἰκὸς γὰρ Τούτων ἀληθῶς ὑπὸ τοῦ Ἰακὼβ λεγομένων καὶ διὰ τοῦτο ἀναγεγραμ- μένων , καὶ τὸ »Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ « συνετῶς γεγονέναι. ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼρ καὶ Ἠσαῦ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ »μήπω γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων » ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι ‘Ο μείζων δουλεύσει τῷ ἐλάσσονι, »καθάπερ γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα( » τί οὐν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο«. μήπω δὲ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵν᾿ ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη.]

οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ προ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύντος τῷ ἐλάττονι καὶ μισουμένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼρ λόγου, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐ- καταφρόνητον γραφήν, ἴνα πιστικώτερος ὁ περὶ Ἰωάννου γένηται λόγος, κατασκευάζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου.

Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γἐ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἴου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὅντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ χριστοῦ τυχγάνοντος λόγου φωνὴ ὤν.

ἐπὶ τοῦτο δέ με προκαλεῖται αὐτὸς ὁ Ἰωάννης, ὅστις ποτὲ εἴη, πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενος· »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ »ἐγήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.. καὶ τάχα διὰ τοῦτο ἀπιστήσας ὁ Ζαχαρίας τῇ γενέσει τῆς δεικνυούσης τὸν λόγον τοῦ θεοῦ φωνῆς ἀπόλλυσι τὴν φωνήν, λαμβάνων αὐτήν, ὅτε γεννᾶται ἡ πρόδρομος τοῦ λόγου φωνή. ἐνωτί- [*](4 Hos. 12, 3 – 6 Röm. 9, 11 – 14. — 8 (Gen. 25 23). — 9 (Mal. 1, 2. 3). — 14 Vgl. Gen. 25, 23. Röm. 9, 13. — 19 Vgl. Jes. 40, 3. — 20 Vgl. Joh. — 23 Vgl. Aristot., hist. anim. 4, 9. — 29 Joh. 1, 23; Mark. 1, 3. — 31 Vgl. Luk. 1, 20. — 32 Vgl. Luk. 1, 64.) [*](6 μήπω] μηδέπω, corr. Pr nach Ζ. 10 Ι 10 γένοιτο] γ a. Ras., urspr. wohl zwei Buchst. | μήπω bis 13 ἐρρέθη als unötige Dublette zu str. | 17 οὐκ] οὐ über d. Linie | 18 πιστικώτερος] πιστικώτερον, corr. We | 23 διαφ Μ, διαφέρει V διαφέρουσι Edd. Ι 32 <ἀνα> λαμβάνων We.)

90
σασθαι γὰρ δεὶ φωνήν, ἵνα μετὰ ταῦτα ὁ νοῦς τὸν δεικνύμενον ὑπὸ τῆς φωνῆς λόγον δέξασθαι δυνηθῇ.

διόπερ καὶ ὀλίγῳ πρεσβύτερος κατὰ τὸ γεννᾶσθαι ὁ Ἰωάννης ἐστὶ τοῦ χριστοῦ· φωνῆς γὰρ πρὸ λόγου ἀντιλαμβανόμεθα. ἀλλὰ καὶ δείκνυσι τὸν χριστὸν ὁ Ἰωάννης· φωνῇ γὰρ παρίσταται ὁ λόγος. ἀλλὰ καὶ βαπτίζεται ὑπὸ Ἰωάννου ὁ χριστός, ὁμολογοῦντος χρείαν ἔχειν ὑπ’ αὐτοῦ βαπτισθῆναι· ἀνθρώ- ποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον.

Χρήσιμον δ' ἄν εἴη, ὥσπερ ἐπὶ πολλῶν ἡ τῶν ὀνομάτων ἐνάρεια, οὕτω καὶ ἐπὶ τοῦ τόπου τούτου τὸ ἰδεῖν ὅ τι σημαίνει ὁ Ἰωάννης καὶ ὁ Ζαχαρίας. καὶ γὰρ ὡς ὄντος τινὸς οὐκ εὐκαταφρονήτου κατὰ τὴν τοῦ ὀνόματος θέσιν, οἱ μὲν συγγενεῖς Ζα- χαρίαν αὐτὸν καλεῖσθαι βούλονται, ξενιζόμενοι ἐπὶ τῷ βούλεσθαι τὴν Ἐλισάβατ Ἰωάννην αὐτὸν ὀνομάζειν· ὁ δὲ Ζαχαρίας γράψας τὸ » Ἰωάν»νης ἔσται ὄνομα αὐτῷ « ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς.

εὕρομεν τοίνυν ἐν τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων [ Ἰωάννης] τὸ »Ἰωὰ ν « χωρὶς τοῦ »ης« μεταλαμβανόμενον, ὅπερ ταὐτὸν οἴόμεθα εἶναι τῷ » Ἰωάννης «· ἐπεὶ καὶ ἄλλα ἡ καινὴ διαθήκη Ἑβραίων ὀνόματα ἐξελλήνισε, χαρακτῆρι αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ »Ἰακὼβ« »Ἰάκωβος«, καὶ ἀντὶ »Συμεὼν« Σίμων( »Ζαχαρίας« δὲ »μνήμη « εἶναι λέγεται, ἡ δὲ »Ἐλισάβετ« »θεοῦ μου ὅρκος« ἢ θεοῦ μου ἑβδομάς«.

ἀπὸ θεοῦ δὴ »χάρις« ἐκ τῆς περὶ θεοῦ »μηήμης « κατὰ τὸν τοῦ θεοῦ ἡμῶν »ὁρκον« [*](4 Vgl. Job. 1, 29. 36 – 5 Vgl. Matth. 3, 13 ff. — 15 Vgl. Luk. 1, 59ff. — 16 Luk. 1, 03. — 17 Vgl. Luk. 1, 61 — 18 Vgl. Schürer, Geschichte jüd. Volkes IIP, 540 f. — 19 Lagarde, Onomastica sacra2 94, 6: Johannan, cni est gratia vel domini gratia; Armen. Onom. „Jônan (andere Lesart Jôan): Gnade. “ — 21 Lagarde, Onomastica Sacra 2 p. 82, 4: Zacharia, memor domini. Vgl. p. 96, 16. 197, 82 Ζαχουρ μνήμη (80 f. Ζαχαριας μνήμη θεοῦ, μνήμη ἀοράτου κτλ.) 204, 12 Ζαχαριας μνήμη κυρίου. Armen. Onom. „Zacharia: Erinnerung des Herrn.“ — 23 Lagarde, 1. c. p. 40 2: Eli- sabeth dei mei saturitas uel dei mei iuramentum aut dei mei septimus. Vgl. p. 14. 17; Armen. Onom. „ Elisabeth: mein Gott ist Eid.“) [*](3 γεννᾶσθαι] γενέσθαι Edd. Ι 11 εἴη] ἦν, corr. We | 12 ἐνάργεια] ἐνέργεια, corr. We Ι τὸ viell. mit Hu zu str. | 18 Ἰωὰ ν Pr, Ἰωὰ Μ; das Onomasticon wird wohl Ἰωνάν (für ABBREV geboten haben; vgl. d. armen. Onom., wo Ἰωάν kaum richtig ist 19 Die Etymologie ist wohl ausgefallen; nach 100, 3 »θεοῦ χάρις « χαρις« ABBREV = „Jahve ist gnädig“ Ι 21 ἀντὶ] ABBREV M, von V richtig aufgelöst, doch auf Ras., ἐπὶ Edd. Ι Ἰάκωβος] ἰάκωβον, corr. We | 22 ἀντὶ] ABBREV Μ Ι σίμωνα V Ι 23 ἑβδομάς nach S. 91, 3 u. Hieronymus „dei mei septimus“ [ Hieronym. verlas ἑβδομάς zu ἕβδομος ἕβδομον MV Edd. | δή] δὲ Edd.)

91
τὸν περὶ τοὺς πατέρας ἐγεννήθη ὁ Ἰωάννης, ἑτοιμάξων »κυρίῳ λαὸνκατεσκευσμένον« ἐπὶ τέλει τῆς παλαιᾶς γενόμενος διαθήκης, διαθήκης, ἐστι σαββατισμοῦ κορωνίς· διὸ οὐ δύναται γεγεννὴσθαι ἀπὸ τῆς »ἑβδομάδος τοῦ »θεοῦ« ἡμῶν, τὴν μετὰ τὸ σάββατον ἀνάπαυσιν τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανάτου αὐτοῦ Ι γεγεημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως.

Ι, 7 Οὕτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ.

Τῶν ἐτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προ- φητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν θἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε σωτηρίοις λόγους δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις.

καὶ φασιν· »Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ Δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ »ὡς ἀπὸ θεοῦ ἀποσταλείς, πῶς οὐχὶ μᾶλλον Μωϋσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυ- ρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὅ βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος«;