Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

παρέλκειν οὐν οἴονται τὸ ὐπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὅν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν.

Λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυναμένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας [*](1 Vgl. Luk. 1, 17. — 2 Vgl. Luk. 16, 16. — 5 Vgl. Röm. 6, 5 — 10 Vgl. Ire- naeus, IV, 34, 5ff. — 15 Vgl. Mattb. 7, 29. — 17 Der Ursprung dieses gnostischen Fragments ist ungewiss.) [*](1 ἐγενήθη | 2 γενόμενος] γενομένης corr. Pr; vgl. Luk. 16, 16 Ι 3 γεγεννῆσθαι] γεγενῆσθαι, corr. Pr | 5 τοῦ θανάτου] τῷ θανάτῳ, corr. Pr, vgl. 6 τῆς ἀναστά- σεως und Rom. 8, 29, welche Stelle Orig. mit 6, 5 contaminierfc zu haben scheint; in Mattb. XIII, 9 [III, 229, 9 f. L] συμμόρθους οὐ μόνον τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς ἀναστάσεως | 10 θεὸνμ + Pr | 20 ὁ Μωυσέως? We.)

92
ἀφορμὰς ἀνθρώποις παρέχειν, ἴνα παραδεχθῇ, ὅτι θεὸς ὁ ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν.

ἐναργῶν γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ χριστοῦ ἐρχομένους, κα- ταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν χώραν καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον.

καὶ τοῦτο δὲ ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενομένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσωζον δὲ τὸ ἐμφαν- τικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξ- εταζομένη ταῖς δυνάμεσι προφητείαι κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα.

τάχα δὲ αἱ προφητικαὶ μυρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ᾿ ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα μαθεῖν μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὡν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων μένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ.

ἔστι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰδὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδώς ὀνομαζομένων μαρτύρων Χριστοῦ.

τί οὐν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;

ὥσπερ γὰρ ὁ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐδὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον· διόπερ »Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἤδῃ τὴν ἡμέραν »Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη«. ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεὶν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον , εἰ ὐπεξῂρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας;

ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ [*](26 Vgl. II Clem. 1, 1. - 28 Vgl. Ι Job. 2, 23. — 29 Vgl. Job. 8, 5(3. —) [*](2 γενητὰ] nach ε ist ν ausr. | 3 προρρήσεων] ορρ a. Ras. Ι 9 ἐμγαντικὸν] ἐμφατικὸν, corr. V Ι 10 μῦθοι] μύθους, corr. We | ὑπονοηθεῖσαι] ὑπαονοηθείσας, corr. Hu Ι 11 ἰσχύει] ἰσχει Μ, ἴσχυε V, corr. Β | 12 κακείναις draüber -f- und Compend. für ας | 17 επαγγελλουσι | ἀπὸ] ὑπὸ, corr. V Ι 18 τοῦ + V Ι 25 ἀπὸ] ὑπὸ. corr. We | 28 γὰρ + We Ι 33 nach τῆς + τοῦ V.)

93
μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ † ἐπιστημονικῶς προσερ- χομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἄν εἰ μὴ διὰ τῆς Πύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἠν καὶ παρὰ θεῷ ἀποδεκτή· ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ χριστου το αυτο απφαινεται, παντας επι το μιμητας αυτου και του χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἶς χρὴ μαρτυρεῖν· φησὶ γάρ· »Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην».

πᾶς δὲ ὁ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος μάρτυς‘ εὐλόγως ἂν χρηματίζοι. ἀλλ᾿ ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀνδρείας, κυρίως μόνους μόνυς »μάρτυρας « ὠνό- μασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς θεοσεβείας μυστηρίῳ. τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὑτοῦ καταγγελλομένοις »μάρτυρα« ἀνομάζοντος.

φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· »Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερου»σαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. ἔτι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, »εἰς μαρτύριον « τοῦτο ποιῶν τοῖς μὴ πι- στεύσασιν εἰς τὸν χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ὅγιοι, ῳν λάμπει τὰ ἔργα »ἔμ- »προσθεν τῶν ἀνθρώπων«. πολιτεύονται Ι γὰρ παρρησιαζόμενοι έν τῷ σταυρῷ τοῦ χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός.

Καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· ὅς μαρτυρῶν »κέκραγε λέγων«· »Ὁ ὀπίσω μου ἐρχόμε- » νος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πλη- ρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. καὶ χάριν ἀντὶ χάριτος· ὅτι »ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς θεὸς »ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο«.

πᾶς γοῦν οὑτος ὁ λόγος ἐκ προσώπου τοῦ βαπτιστοῦ μαρτυροῦντος τῷ χριστῷ [*](1 Vgl. Gal. 3, 19 f. Hebr. 7, 26 ff. I Job. 2. 1. — 2 Vgl. Joh. 10, 9. – 5 Vgl. Jer. 49, 5. Jes. 43, 10. — 8 Jes. 43, 10. — 14 Vgl. I Tim. 3, 16. — 17 Act. 1, 8. 19 Vgl. Matth 8, 4. — 22 Vgl. Matth. .5, 16. —25 Vgl. Job. 1, 7. — 26 Job. 1, 15—18.) [*](1 ἐπιστημονικῶς verderbt, ἐπιστάτῃ μόνον? We; ἐπιστημόνως? (vgl. hom 5, 11 in Jer. p. 40,23) | εἰδίοι] εἰσίη, corr. We | 6 ἀποφαίνεται] ἀποφαίνεσθαι, corr. Jacobi αὐτοῦ] αὐτοὺς, corr. Jacobi | 7 αὐτοὺς] αὐτοῦ, corr. Pr | 11 ὡς + Pr Ι 16 μάρυρα] μάρθρας. coit. Pr | ἀνομάζοντα] ὀνομάζοντας, corr. V Ι 19 ἔτι] ἔστι, corr. We | 20 προσάγει] προσάγων , corr. We Ι 29 Statt Μωσέως ist mit BCLXΔ33Κ Μωϋσέως zu scbr. vgl. 8. 109, 5.)

94
εἰρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ » Ἐκ τοῦ πληρώμα»τος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν« ἕως τοῦ »Ἐκεῖνος ἐξηγήσατο « ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι.

πρὸς τῇ προ- ειρημένῃ δὲ τοῦ βαπτιστοῦ μαρτυρίᾳ, ἀρχομένῃ ἀπὸ τοῦ »Ὁ ὀπίσω »μου μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε« καὶ ληγούσῃ εἰς τὸ »Ἐκεῖνος »ἐξηγήσατο« καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ’ ἐκείνην δευ- τέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἀξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευί- τας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφή- της, ἀλλὰ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης«.

Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί· »Μέσος »ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ οἴδατε, ὐπίσω μου ἐρχόμενος, οὗ οὐκ »εἰμὶ ἄξιος ἐγὼ ἵωα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«. καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ έν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν , κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ »Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ αἴδατε«.

Τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· »Ἴδε ὁ »ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὑτός ἐστιν »ὑπὲρ οὑ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὅς ἔμπροσθέν μου »γέγονεν, ὅτι πρῶτός μοι· ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανε- »ρωθῇ τῷ Ἰαραήλ, διὰ τοῦτο ἠλθον ἐγὼ ἐν ὕδατι βαπτίζων«.

Καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τὸ » Τεθέαμαι τὸ πνεῦμα »καταβαπῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν· κἀγὼ »οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι »εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, »οὑτός ἐστιν ὁ βαπτίζων έν Πνεύματι ἁγίῳ * *. κἀγὼ ἑώρακα, καὶ »μεμαρτύρηκα κα ὅτι οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«.

Ἕκτον δὲ μαρτυρεῖ τῷ χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· »Ἴδε ὁ ἁμνὸς τοῦ θεοῦ«. μεθ’ ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάτων τῷ Ἰησοῦ, στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος τοὺς [*](6 Vgl. Job. 1, 19 –23. — 10 Joh. 1, 23. — 14 Job. 1, 26 f. — 21 Job. 1, 20 –31. — 26 Joh. 1, 32–34. — 32 Vgl. Joh. 1, 35. — 33 Joh. 1, 35. — 34: Vgl. Joh. 1, 38.) [*](12 τοῦ nachträgl. eingeflickt | 13 nach διδάσκουσα ist ein Buchst, ausradiert i 18 κατὰ] καὶ, corr. Br | 30 nach ἁγίῳ fügt Orig. an andern Stellen noch καὶ πυρὶ hinzu ; s. o. S. 67, 12. 86, 27. Doch ist das wohl ein durch Contaminieruug mit Matth. 3, 11. Luk. 3, 16 entstandener, nur von einer Hs. (C*) gebotener Zusatz.)

95
δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων »Τί ζητεῖτε;«

καὶ τάχα οὐ μάτην μετὰ ἕξ μαρτυρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ »Τί ζητεῖτε«; πρέπουσα δὲ ὠφελη- μένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· »Ῥαββὶ (ὅ λέγεται μεθερμηνευόμενον » Διδάσκαλε«), ποῦ μένεις‘ »; καὶ ἐπεὶ »πᾶς ὁ ζητῶν εὑρίσκει«, ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς. »Ἔρχφεσθε καὶ ὄψεσθε«, τάχα διὰ τοῦ μὲν »Ἔρχεσθε« ἐπὶ τὸ πρακτικὸν κὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ »Ὄψυεθε« τὴν ἀκολουθοῦσαν τῇ κατορθωσιε τῶν πράξων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.

προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ Μοῦ. ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀνγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγρίαφεσθαι ὥραν τῆς τῶν Ἰω- άννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὡς Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν ὅτις ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα (τάχα πρότερον οὐχ εὕρητο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.