Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τὸ γὰρ έν τῷ σκότῳ περιπατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν· καὶ τὸ μισεῖν δὲ τὸν ἀδελφὸν αὑτοῦ οὐ] τῆς κυρίως καλουμένης γνώσεώς ἐστιν ἀπόπτωμα. ὅτι δὲ καὶ ὁ ἀγνοῶν τὰ θεῖα κατ᾿ αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότῳ διαπορεύεται, φησὶν ὁ δαβίδ· »Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, »ἐν σκότει διαπορεύονται«.

ἐπίστησον δὲ τῷ »Ὅ θεὸς φῶς ἐστι καὶ »σκοτία έν αὐτῶ οὐκ ἔστιν οὐδεμία«, εἰ μὴ διὰ τοῦτο λέγεται τῳ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ’ ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ’ ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὡν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾣ φησιν ὁ σωτὴρ τὸ »Ὑμεῖς ἐστε »τὸ φῶς τοῦ κόσμου«, ὅτι »σῶς« ἐστιν τοῦ κόσμου] ὁ ἅγιος, »καὶ »σκοτία οὐκ ἔστιν έν αὐτῷ οὐδεμία«.

[*](2 Vgl. Hos. 10, 12. — 6 Jes. 26, 9. — 7 Ps. IS, 9. — 9 Hos. 10, 12. — 12 Hos. 10, 12. — 14 Hos. 10, 12. — 17 I Job. 1, 6. — 19 I Job. 2, 9. — 20 I Job. 2, 11 — 26 Ps. 81, 5. —27 I Job. 1, 5. —32 Mattb. 5, 14. — 33 I Job. 1, 5.)[*](5 προστάγματα] πρακτικὰ, corr. We, cf. Z. 6 | 6 γὰρ + We | 14 ἂν Voltz | 20 ἕως bis 21 ἐστὶ von ΙΙ Η. a. Rande nacbgetragen: die Worte ὁ δὲ μισῶν τὸν ἀ]δελφὸν sieben auf Ras. | 24 οὐ ist z. str. | 32 ᾡ] ὃ, corr. Br | 33 τοῦ κόσμου] von Br gestr.)
83

Ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμίας, πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι »Φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία«. ἀπὸ μέρους μὲν οὐν ἐν τοῖς ἀνωτέρων τὴν διαφορὰν παρεστήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε«, τὸν χριστόν, εἰ ἐποίησεν αὐτὸν ὑπὲρ ἡμῶν ἁμαρτίαν ὁ θεός], οὐκ ἄν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«. κἂν γὰρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς > λεγόμενα περὶ αὐτοῦ ὅτι Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.

προσθήσομεν δ᾿ ὅτι »αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε«, καὶ ἀσθενείας τὰς τῆς ψυχῆς καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου· δι’ ἃς ἀσθενείας καὶ νόσους, βαστάσας αὐτὰς ἀφ᾿ ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται· ἅπερ, ὅτε ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. ἐπιφέρει γοῦν ἐκεῖ· »Ἰδοὺ »ἀφᾐρηκα τὰς ἁμαρτίας σου«.

διὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα πολλαχοῦ φησι· »Μα- »κρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου« καὶ Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ »ἐκρύβησαν«.

μηδεὶς δ᾿ ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν χριστὸν τοῦ θεοῦ· ᾧ γὰρ λόγῳ ὁ πατὴρ μόνος ἔχει ἀθανα- »σίαν«, τοῦ κυρίου διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ »Σκοτία ἐν αὐτῷ οὐκ »ἔστιν οὐδεμία«, τοῦ χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ’ αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τώ Ἡσαΐᾳ· »Ὁ λαὸς ὁ καθήμενος ἐν [*](2 Ι Joh. 1, 5. —4 Ι Job. 1, —5 Vgl. ο. Ι, 37 f. — 7 Vgl. II Kor. 5, 21. — 9 Ι Job. 1, 5. — 10 Vgl. Röm. 8, 3. — 13 Ι Job. 1, 5. — 13 Vgl. Matth. 8, 17 Jes. 53, 4. — 15 Vgl. I Petr. 3, 4. — 17 Vgl. Mark. 14, 34; Job. 12, 27. — 18 Vgl. Sacbar. 3, 3. — 19 Sacbar. 3, 4. — 21 Ps. 21, 2. — 23 Ps. 68, 6. — 25 Vgl. I Tim. 6, 16. — 27 I Job. 1, 5. — 29 Vgl. II Tim. 1, 10. — 31 Mattb. 4, 16; vgl. Jes. 9, 2.) [*](8 εἰ — θεός str. We als Glosse | 9 δύναιτο] ιτο a. Ras. | 10 nach ἁμαρτίας περὶ ἁμαρτίας ν. II Η. in dicken Zügen über d. Linie nachgetragen; scheint vom Rand in den Text versetzte Glosse zu sein, wenn es nicht hinter 11 ἁμαρτίας hegört | 11 τῆς2] stark verblichen | 12 τὰ + Br, oder ἔσται.)

84
σκοτίᾳ φῶς εἶδε μέγα«.

τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, »φαίνει ἐν τῇ σκοτίᾳ« τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου οἵτινες διὰ τοῦ. Παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν † ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους) ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους φωτὸς χρηματίσαι υἱούς. καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ᾿ αὐτῆς, οὐ καταλαμβάνεται δέ.

Ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τὸ »Ἡ σκοτία αὐτὸ οὐ κατέλαβε((, μηδαμοῦ τῆς σκοτίας διωζάσης τὸ φῶς, μάτην λέγεται. ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ Ἰωάννης τὸ »Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν«· εἰ γὰρ »οὐ κατέλαβε«, διώξασα »οὐ κατέλαβε«.

καὶ ὅτι ἐδίωξεν ἡ σκοτία τὸ φῶς, δῆλον ἔκ τε ὡν πέπονθεν ὁ σωτὴρ καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τὸ φῶς. ἀλλ᾿ ἐπεί, ἐὰν »θεὸς ὑπὲρ ἡμῶν«, οὐδείς, κἂν βούληται, δυνήσεται »καθ᾿ ἡμῶν«, ὅσῳ ἑαυτοὶς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα.

διχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληθεν, ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ Που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ’ οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς.

Ἀναγκαῖον δὲ έν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνομάζεται »σκότας«, ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ᾿ ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται· ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ [*](1 Vgl. Job. 1, 4. - 2 Job. 1, 5. — 3 Vgl. Epbes. 6, 12. — 10 Job. 1, 5. — 13 Job. 1, 5. — 18 Vgl. Rom. 8, 31. — 19 Vgl. Exod. 1, 12. — 25 Vgl. Job. 1,, 5. — 31 Vgl. II Tim. 4, 4.) [*](4 ἀγωνίζονται] viell. βιάζονται z. 1. | 6 τὸ über d. Linie | 17 τὸ φῶς] τοῦ φω- τὸς, corr. Br | 30 σφόδρα2 unter der Linie | 21 nacb καὶ Ras. von c. 5 —6 Bucbst. 22 nacb οξύτητι + καὶ ταχύτητι über d. Linie v, II oder III H. | 23 τὸ φῶς καὶ φῶς τὴν σκοτίαν καὶ] κατ᾿ οἰκονομίαν π. ἐπερχ. αὐτῷ We | 25 ἑκατέρως] ἑκατέρῳ, corr. V | 28 ἐπισημειῶσαι V Edd. | τοῦ χείρονος . . . τοῦ κρείττονος] τῷ χείρονι . . . τῷ κρείττονι, corr. We; vgl. Ζ. 32.)

85
σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη.

σκότος, γνόφος, θύελλα ἐν τῇ Ἐξόδῳ περὶ τὸν θεὸν εἶναι λέγεται καὶ ἐν τῷ ις΄ ψαλμῷ· »Ὁ θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐ- »τοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων«. ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ’ ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾡ σκότῳ »ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν‘ τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς.

ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπό τε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, αορατων· οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους τὸ »Σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν »ἑαυτοῦ«) ἢ »Ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον«. δὲ εἰ διὰ τοῦτό φησιν ὁ σωτὴρ τοῖς μαθηταῖς· »Ἀνθ᾿ ὡν »ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε έν τῷ φωτί«.

τὰ γὰρ ἐν ἀπορρήτῳ καὶ μὴ ἐπηκόῳ πολλῶν δύσγνωστα καὶ ἀσαφῆ αὐτοῖς παραδεδομένα μυστήρια προστάσσει αὐτούς, φωτιζομένους καὶ διὰ τοῦτο λεγομένους εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί. παραδοξότερον δ’ ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀποφαίνεσθαι γεγονέναι φῶς τὸ γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος.

Ι, 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.

Ἀκριβέστερόν τις ἀκούων τοῦ »Ἀπεσταλμένος«, ἐπειδὴ ὁ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν ὁ Ἰωάννη ἀπεστάλη καὶ ποῦ. σαφοῦς δ᾿ ὄντος τοῦ »ποῦ«, κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν έν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνηῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον »κόσμου« λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι), ἐξετάσει, [*](1 Vgl. Exod. 19, 9. 1(3. 20, 21. — 3 Ps. 17, — 14 Ps. 17, 12. — 15 Pros. 1, 6. — 16 Luk. 12, 3; vgl. Matth. 10, 27. — 32 Vgl. Matth. 3, 1. 5 u. Parall.) [*](11 προαγέσθω] προσαγέσθω, corr. Pr | 15 ἢ] καὶ, corr. Fr | 18 nach μὴ + ἐν V | 20 γινομένῳ ἐν φωτὶ viell. z. sehr, wegen Matth. 10, 27 | 26 ἐγένετο] a. Ras.)

86
πῶς δεῖ λαμβάνειν τὸ »πόθεν«. ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται·

»Καὶ »ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς. »ἐργάζεσθαι τὴν γῆν, ἐξ ἡς ἐλήφθη«, οὕτω καὶ ὁ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἢ ἐκ τοῦ παραδείσου ἢ ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, ἕνα μαρτυρήσῃ περὶ τοῦ »φωτός«.

ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον ὁ λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται· »Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;« ὅτε ἀποκρινόμενος ὁ προφήτης φησίν· »Ἰδοὺ »εἰμὶ ἐγώ, ἀπόστειλόν με«.

ἐρεῖ γὰρ ὁ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ. ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ’ ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι »τὸν κύριον »καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπῃρμένου« πρὸς τὸν λαόν, ἴνα εἴπῃ· »Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε« καὶ τὰ ἑξῆς, οὕτω καὶ ὁ Ιωάννης σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλογίαν ἐχούσης πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν »κυρίῳ λαὸν κατεσκευασμένον‘ καὶ μαρτυρεῖν »περὶ τοῦ φω- »τός«.

τούτων δ’ οὕτως λεχθέντων ἂν πρὸς τὸν πρῶτον λόγον, λύσεις τοιαῦται προσάγονται συγκατάθεσιν ἐπισπώμεναι πρὸς τὸ περὶ Ιωάννου βαθύτερον ὑπονοούμενον· αὐτόθεν μὲν ἐπιφέρεται· »Οὗτος »ἠλθεν εἰς μαρτυρίαν, ἕνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘· εἰ γὰρ ἦλθε, ποθὲν ἠλθε. καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ· »Ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν »πνεύματι ἁγίῳ καὶ πότε πότε γὰρ πέμψας τοῦτ’ ἐνετείλατο; ἀλλ’ εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν ὁ χρηματίζων πρὸς αὐθτόν.

Ἔτι δὲ πληκτικώτερον πρὸς τὸ ἑτέρωθέν ποθεν ἀπεστάλθαι τὸν Ἰωάννῃν ἐνσωματούμενον ὑπόθεσιν οὐκ ἄλλην τῆς εἰς τὸν [*](2 Gen. 3, 2.3. — 6 Joh. 1, 7. — 8 Jes. 6, 8. - 13 Vgl. Jes. 6, 1. — 14 Jes. 6, 9. — 16 Vgl. Luk. 1, 17. | 17 Vgl. Joh. 7. — 20 Joh. 1, 7. — 23 Vgl. Joh. 1, 32 f. — 25 Joh. 1, 33.) [*](2 ἀποφανεῖται We | 5 ἤτοι] εἴτε Μ, ἢ V, corr. Pr | 6 περὶ aus ändnis eines Compendiums in der Vorlage; corr Bodl. | 8 πορεύσεται] σ über der Linie 19 ἐπισπώμεναι] ἐπισπ a. Ras., sehr eng ückt und von II H. | 23 τοῦ] τῷ, corr. We | 25 βαπτίζειν] βαπτίσαι, corr. V; vgl. S. 67, 10; 94, 28. βαπτίσαι ohne Zeugen im NT, | 28 ἀποκρίνεσθαι] νεσ a. Ras. | 31 πληκτικώτερον] ἐκπληκτικώτερον, corr. Pr, aber vgl. C. Geis. VII, 12 (II, 164, 9 K.) u. Index.)

87
βίον ἐπιδημίας ἔχοντα ἢ τὴν περὶ τοῦ φωτὸς μαρτυρίαν, τὸ πνεύματος ἁγίου πλησθῆναι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, λεγόμενον ὑπὸ Γαβριὴλ εὐαγγελιζομένου τῷ μὲν Ζαχαρίᾳ τὴν Ἰωάννου γένεσιν τῇ δὲ Μαριὰμ τὴν τοῦ σωτῆρος ἡμῶν ἐν ἀνθρώποις ἐπιδημίαν, καὶ τὸ »Ἰδοὺ ὡς ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρ- τησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ