Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὕτω δὲ λυτέον τὸ ἀπορηθέν· οὐχὶ εἴ τι λέγεταί τινων, ἐκείνων μόνων ἐστὶ τὸ λεγόμενον οὕτως οὐν οὐχὶ εἰ λέγεται φῶς ἀνθρώπων, μόνων ἀνθρώπων ἐστὶ φῶς· ἐδύνατο γὰρ προσκεῖσθαι· »ἡ ςωὴ ἦν τὸ τῶν ἀνθρώπων x003E; φῶς.« ἔξεστι γὰρ τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους εἶναι φῶς, ὡς ἔξεστι τάδε τὰ ςῷα καὶ τάδε τὰ φυτά, ἀνθρώπων ὄντα τροφήν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους τὰ αὐτὰ εἶναι τροφήν.

καὶ τοῦτο μὲν ἀπὸ τῆς συνηθείας τὸ παράδειγμα· ἄξιον δὲ ἀπὸ τῶν θεοπνεύστων λόγων ὅμοιον ἀντιπαραβαλεῖν. ἐνθάδε τοίνυν ζητοῦμεν εἰ μηδὲν κωλύει τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων εἶναι φῶς, λέγοντες ὅτι οὐχί, ἐπεὶ λέγεται φῶς ἀνθρώπων, ἤδη ἀποκέκλεισται καὶ ἐτέρων παρὰ τοὺς ἀνθρώπους κρειττόνων ἢ ἀνθρώποις ἀμοίων εἶναι φῶς.

ἀναγέγραπται δὴ ὁ θεὸς θεὸς εἶναι »' Αβραὰμ καὶ θεὸς Ἰσαὰκ κοὶ θεὸς Ἰακώβ«· ὁ δὴ βουλόμενος ἐπειδὴ εἴρηται· »Ἡ ζωὴ »ἦν τὸ φῶς τῶν ἀνθρώπων«) τὸ φῶς μηδενὸς ἑτέρου εἶναι ἢ τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Αβραὰμ καὶ θεὸν Ισαὰκ καὶ θεὸν Ἰακὼβ μηδενὸς εἶναι θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. Ἑβραίων. κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν [*](16 Vgl. Luk. 20, 36. — 19 Vgl. Job. 1, 4. — 28 Vgl. Exod. 3, 6. — 29 Job. 1, 4. — 33 Vgl. ΙΙ Κön. 2, 14. — Vgl. Judith 9, 2. — 34 Vgl. Exod. 3, 18; 5, 3. 17 9, 1. 13; 10, 3.) [*](6 ἕμα δὲ] viell. ἀλλὰ δὴ z. 1. | 12 ᾖ] ἦν, corr. V | 13 ᾖ] εἴη, corr. We | 17 εἰ] ἦ, corr. We | 20 τὸ über d. Linie Μ, von Br gestr. | 27 ἀνθρώποις] ἀνρώποι corr. Hu | 33 nacb Ιουδίθ viell. zuzusetzen θεὸς)

79
κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων Παρὰ τοὺς ἀνθρώ- πους φως.

Ἄλλος δέ τις προσχρησάμενος τῷ »Ποιήσωμεν ἄνθρω- »πον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«· πᾶν τὸ »κατ' εἰκόνα καὶ »ὁμοίωσιν« γενόμενον »θεοῦ« ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὑδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ »Ἄγγελος« καὶ » Ανθρωπος« προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο· καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ότὲ δἐ ἄγγελοι εἶναι λέγονται.

πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἁνθρώποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· »Ἄγελος θεοῦ, ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ‘ καὶ ὁ Ἰωάννης, περὶ οὐ γέγραπται· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«, οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν »ἄνδρες« κληθέντες.

καὶ ἔτι μᾶλλον παραμυθήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὦν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ. »θρόνος« γὰρ οὐκ εἶδος ζῴου οὐδὲ »οὐδὲ οὐδὲ »κυριό- »της« οὐδὲ »ἐξουσία«, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ’ ὡν ἐτάχθησαν οἱ οὕτως προσαγορεόμενοι, ὦν τὸ ὑποκείμενον οὐχ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ θρόνῳ ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ.

καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τὸ »Ὤφθη »τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἱεριχῶ«, ὅς φησιν· »Ἐγὼ ἀρχιστράτηγος δυνά- »μεως κυρίου νυνὶ παραγέγουα«.

Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀν- θρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ »κατ' εἰκόνα καὶ ὁμοίωσιν« εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον »φῶς τῶν ἀνθρώπων« καὶ ἁπαξαπλῶς »φῶς« καὶ φῶς ἀληθιωόν«· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προα- ποδέδεικται, οὐδενὸς κωλύοντος κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτίρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ »κατ' εἰκόνα θεοῦ« γεγονέναι ἀνθρώπων καλουμένων.

[*](3 Gen. 1, 26. — 8 Vgl. Gen. 18, 2. — 8 Hebr. 13, 2. — 9 Gen. 19, 1. — 12 Vgl. Hagg. 1, 18. — Sachar. 1, 4. 6. u. Ö. Mal. 3, 1. — 13 Mark. 1, 2. — 19 Vgl. Ephes. 1, 21. — 23 Jos. 5, 13 f. — 27 Vgl. Gen. 1, 26. — 30 Vgl. S. 78, 19 ff.)[*](4 Μέραν bis 5 όμοίωσιν am Rande mit ÷ nachgetr. von II H. Μ | 5 φήσει] φημὶ, corr. Br | 7 nach ὑποκειμένου + οὐ Μ, που Ferrarius | 15 τοῦτο] τοῦ a. Ras. | 20 nach πραγμάτων] + τῶν Μ | 31 οὑδενὸς] οὐδὲν, corr. Hu.)
80

Ἐπεὶ δὲ »φῶς« ἁπαξαπλῶς ἐνταῦθα μὲν ὁ σωτήρ, ἐν δὲ τῇ καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου ἐπιστολῇ λέγεται ὁ θεὸς εἶναι φῶς, ὁ μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ υἱοῦ τὸν πατέρα· ὁ δέ τις ἀκριβέστερον τηρήσας, ὁ καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς καὶ μὴ καταλαμβανόμενον ὑπ᾿ αὐτῆς, κοὶ τὸ φῶς ἐν ᾡ οὐδαμῶς ἐστι σκοτία.

τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ’ αὐτῆς καί, ἱν οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ’ αὐτῆς, ἴνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ᾿ αὐτῆς διωκούσης.

Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς »φῶς ἀληθινόν«· ᾧ δὲ λόγῳ ὁ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια καὶ ὁ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι »φῶς ἀληθινόν«.

Παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ Δαβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· »Ἐν φωτί σου ὀψόμεθα φῶς«. τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου »φῶς τοῦ κόσμου« ἀναγορεύεται, φάσκοντος Ἰησοῦ·

»Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«. μηδὲ τοῦτο δὴ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι ἐνδεχομένου γεγράφθαι· »Ὃ γέγονεν ἐν αὐτῷ φῶς ἠν »τῶν ἀνθρώπων, κοὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἠν«, τὸ ἀνάπαλιν πεποίηκε· προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτός, εἰ καὶ ταὐτόν ἐστι »ζωὴ« καὶ »ἀνθρώπων φῶς«, τῷ προαπαντᾶν ἡμῖν ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχανούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆς αὐτοὺς τὴν προειρημένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν᾿ ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν.

εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’ αἵ γε ἐπίνοιαι καθ᾿ ἕτερον καὶ ἕτερον λαμβάνονται. τοῦτο δὴ τὸ φῶς τῶν ἀνθρώπων« καὶ »φῶς ἐθνῶν‘ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ »Ἰδὸυ τέθεικά σε εἰς δια- »θήκην γένους, εἰς φῶς ἐνθνῶν«· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· »Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;«

[*](2 Ι Job. 1, 5 — 5 Vgl. Job. 1, 5. — 6 Vgl. Ι Job. 1, 5. — 12 Vgl. Job. 1, 9. — 18 Ps. 35, 10. — 21 Job. 8, 12. — 33 Jes. 42, 6 (nacb Bat ℵb AQrj. — 35 Ps. 26, 1.)[*](17 ὅσγε] ὅγε, corr. V | 18 τοῦτο] ταὐτὸ, corr. We | 25 ἡμῖν] ἡμᾶς, corr. We.)
81

Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλάσαντας ἐν ασυζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγου καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. πώς γὰρ ἡ κατ’ αὐτοὺς σύζυγος τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ συζύγῳ λαμβάνει; »Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ« δηλονότι τῷ προειρημένῳ λόγῳ) »ζωὴ ἦν«. λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.

εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητίησεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι’ ἣν οὐχὶ »λόγος« εἴρηται τὸ φῶς τῶν ἀνθρώπων«, ἀλλ’ ἡ γενομένη ἐν τῷ λόγῳ »ζωή«. πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι »ζωὴ« ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ’ ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὐσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη έν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται.

καὶ τάχα αὕτη ἡ ζωὴ παρ’ οἶς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μὴ φιλοτιμουμένοις, παρ ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· φῶς· δὲ ὅτι παρ οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον »Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα«· μείζονα δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ »λόγος σοφίας«, καὶ ὃ ἕπεται »λόγος γνώσεως«. περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων »σοφίας« καὶ »γνώσεως«, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ.

Ι, 5 Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός) οἶμαι δ᾿ ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου »σκοτίας«. † ἂν δὲ οὕτως δοκιμασθείσης, — »τῶν ἀνθρώπων« φημί, — ὅτι τάχα γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων« δύο ἰδικῶν πραγμάτων, ὁμο(??)ιως δὲ καὶ ἡ σκοτία αὐτῶν. ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτη- [*](1 Clemens ΑΙ., Excerpta ex Theod. 6. Vgl. Iren. I, 1, 1. Hippel., Philosoph. VI, 29. Tertullian., de praescr. haer. 33, 8. adv. Valent. 7. — 5 Joh. 1, 4. — 13 Vgl. zu S. 48, 19. — 17 Vgl. Hos. 10, 12. — 21 I Kor. 12, 31 (nach DE ς). — 23 Vgl. I Kor. 12, 8. —) [*](11 nach οὐχὶ + ὁ Jacobi | 17 φως Μ* | 20 zwischen ἐνεργείᾳ und Ras., auf der c. 3 Buchst, gestanden haben | γινομένη Br, γινομένης Μ, γινομένοις V | 23 > + We | 27 ἡ a. Ras. | 31 ἂν δὲ οὕτω sinnlos; ἅμα δὲ τούτῳ VVe.)

82
μένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ »ἔργα φωτὸς« ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως· τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθηρῶν πράξεως καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων.

καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν γὰρ ὁ Ἡσαΐας· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς« καὶ ὁ Δαβὶδ έν ιη ψαλμῷ· »Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα »ὀφθαλμούς«. ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· »Σπείρατε ἑαυτοῖς »εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς »γνώσεως«.

ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ »Φωτίσατε ἑαυτοῖς φῶς«, οὐχ ἁπλῶς »φῶς« ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ »τῆς γνώσεως«· εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, »φῶς γνώσεως« ἦν, μάτην ἂν προσέκειτο τὸ »σατε ἑαυτοῖς φῶς γνώσεως«. πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβάνεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι »Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν »τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν« καὶ πάλιν· »Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μι- »σῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι« καὶ ἔτι· »Ὁ δὲ μισῶν τὸν ἀδελ- »φὸν αὐτοῦ ἐν τῇ σκοτία ἐστὶ κοὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ »οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ«.