Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διὰ τοῦτο καὶ ὁ ἰατρὸς βλέ- [*](1 Joh. 8, 21. — 6 Röm. 10, 6—8. (Vgl. Deut. 30, 12 ff.) — 12 Luk. 17 — 20 Luk. 12, 20. — 22 Joh. 8, 21. — 26 Vgl. I Kor. 15, 26. — 26 Vgl. I Joh. 5, 16. — 33 Vgl. Joh. 11, 4. 9 ἡ γραφὴ mit D. 17. Vulg. Arm. (BℵAC 37. 47.) | σφόδρα] oben I, 37 (S. 48, 3) und II, 15 (S. 72, 26) ἐστι σφόδρα; docb feblt ἐστὶν nebst σφόδρα in Jer. b. 18, 2 [S. 153, 21 Kl.] I 18 ἀπὸ] ὑπὸ, corr. Pr | ὑπὸ ταύτης ὑπὸ τῶν τεταγμέ]νων a. Ras. | 23 <οὖν> + We | 28 οἱ] εἰ, corr. V | ὅτε] ὅτι, corr. Pr | 29 μέλλουσιν] corr. V | 32 αὐτῶν] αὐτοῖς, corr. Hu.)

313
πων ὀλεθρίως αὐτοὺς ἀσθενοῦντας, ἔλεγεν ἀπογνοὺς αὐτῶν τὴν θεραπείαν· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε«. εἴπομεν δὴ τὸ »ἐπεὶ ἡ ἀσθένεια ἐκείνη ἦν αὐτοῖς πρὸς θάνατον«, ἅτε μαθόντες ἀπὸ τοῦ Ἰησοῦ διαφορὰν ἀσθενειῶν.

ἠσθένει δὲ καὶ ὁ Λάζαρος, ἀλλ’ ᾔδει ὁ ἰατρὸς ὅτι ἡ ἀσθένεια αὐτοῦ οὐ πρὸς θάνατον ἠν· διόπερ φησίν· »Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν »πρὸς θάνατον«. διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἑαυτῶν Μενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενήσωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι ἐπὶ τὸ ἀνίατον.

ἄμα δὲ σαφέστερόν πως ἔσται κοὶ τὸ »Ὅπου ἐγὼ »ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπιφερόμενον τῷ Καὶ ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. ὅταν γὰρ ἀποθάνῃ τις ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ, ὅπου ὑπάγει ὁ Ἰησοῦς οὐ δύναται ἀπελθεῖν· οὐδεὶς γὰρ νεκρὸς ἀκολουθεῖν δύναται τῷ Ἰησοῦ· »Οὐδὲ γὰρ οἱ νεκροὶ αἰνεσουσίν »σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. ἀλλ’ ἡμεῖς οἱ »ζῶντες εὐλογήσομεν τὸν κύριον«.

Ἔτι πρὸς τὸ »᾿Εν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε« παρα- θήσεις τὸ ἐκ τοῦ Ἰεζεκιὴλ οὕτως ἔχον· »Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη »ἀποθανεῖται«· θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ᾿ ἥν φησιν Ἰωάννης πρὸς θάνατον.

ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ »Τί ὠφεληθήσε ται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ »τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ;« καὶ ἐκ τοῦ »Εἴ τινος τὸ »ἔργον κατακαήσεται, ζημιωθήσεται«.

τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν· »῾Υπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ »ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· τῷ δὲ Πέτρῳ· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, »ἀκολουθήσεις δὲ ὕσπερον«· ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ᾿ ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.

εἰκὸς δὲ ὅτι διὰ τὰ [*](2 Joh. 8, 21. — 6 Joh. 11, 4. — 10 Joh. 8, 21. — 14 Ps. 113, 25f. — 18 Ez. 18, 20. — 20 Vgl. I Joh. 5, 16. — 23 Mattb. 16, 26 + Luk. 9, 25. — 24 I Kor. 3, 15. — 26 Joh. 8, 21. — 28 Joh. 13, 36. 6 ἀσθένειαν | 9 ἔτι ἰατὴν] ἔτι αὐτὴν, corr. Hu | 10 σαφέστερον] εστ a. Ras. | 17 παραθήσει, corr. V | 24 ἀπολέσῃ ἢ ζημιωθῇ nacb D2 Vulg. Copt. Arm. aus Luk. 9, 25 statt ζημιωθῇ bei Mattb. 16, 26. Justin liest Mattb. 16, 26 statt ζημιωθῇ: ἀπολέσῃ (Apol. I, 15, Preuscben, Antilegomena, S. 28, 2), sodass bei Origenes bier eine Contaminierung beider Formen vorliegt, wie sie zu der LA des Luk. den Anlass gegeben bat | 28 ἐγὼ + mit DX 33. 69. Smarg U verss. | 29 μαθητευομένων.)

314
περὶ τέλους ἡμῖν ὑπονοούμενα ἐπιστήσει τις τῷ »Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· καὶ πρὸς τοῦτο ἐρεῖ, ὅτι ἔξεστι νῦν μὲν μὴ δύνασθαι, ὕστερον δὲ δυνήσεσθαι· καὶ εἴπερ ἐστίν τις ἐνεστηκὼς αἰὼν καὶ ἄλλος μέλλων, οὑτοι πρὸς οὓς λέλεκται· »Οὐ δύνασθε »ἐλθεῖν«, κατὰ τὸν ἐνεστηκότα αἰῶνα πολὺς (πολὺς δὲ λείπων εἰς τὴν συντέλειαν αὐτοῦ ἐστιν χρόνος) οὐ δύνανται ἐλθεῖν, ὅπου Ἰησοῦς, τοῦτ᾿ ἔστιν, ὅπου ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ὁ λόγος, τοῦτο γάρ ἐστιν »ὅπου Ἱησοῦς«·

οἶδα δέ τινας οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι κρατουμένους ὑπὸ τῆς ἰδίας ἁμαρτίας, ὡς τούτους περὶ ὧν φησιν ὁ λόγος· »᾿Εὰν βλασφημήσῃ εἰς τὸ πνεῦμα »τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τούτω τῷ αἰῶνι οὔτε ἐν τῷ »μέλλοντι«· οὐ μέντοι γε εἰ μὴ ἐν τῷ μέλλοντι αἰῶνι, ἤδη οὐδὲ ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις.

Ὁ μέντοι γε Ἡρακλέων ἐκθέμενος τὴν περὶ τοῦ γαζοφυλακίου λέξιν οὐδὲν εἶπεν εἰς αὐτήν. εἰς δὲ τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς »οὐ δύνασθε ἐλθεῖν« φησί· πῶς ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτή μασιν ὄντες ἐν ἀφθαρσίᾳ δύνανται γενέσθαι;

μηδὲ ἐν τούτῳ κατακούων ἑαυτοῦ εἰ γὰρ οἱ ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ οὐ δύνανται γενέσθαι, πῶς οἱ ἀπόστολοι έν ἀγνοίᾳ ποτὲ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι ἐν ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλεῖν.

VIII, 22. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

Ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ »Ὅπου »ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« φασὶ τὸ »Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« ἴνα δὲ καὶ δοθῇ ἀπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ ἑαυ- »τόν;«

πῶς οἱ δυνάμενοι ἀποκτεῖναι ἑαυτούς, κἂν μὴ ἀναιρῶσιν ἑαυτοὺς μηδὲ γίνωνται ὅπου ὁ ἀναιρῶν ἑαυτὸν γίνεται, οὐ δύνανται | [*](1 Joh. 8, 21. — 3 Vgl. Gal. 1,4. — 10 Mark. 3, 29; vgl. Matth. 12, 32 Luk. 12, 10. — 13 Vgl. Eph. 2, 7. — 11 Joh. 8, 21. - 27 Joh. 8, 21. 3 δὔνησθαι, corr. V | 5 τὸν] τὸ | 11 ἐν τῷ μέλ]λοντι a. Ras. | 10 zu der Forua des Citates vgl. II, 10 (o. S. 65, 13), wo von allen Hss. abweichend τὸ ἅγιον πνεῦμα und ἔχει stebt. Der Scbluss οὔτε ἐν τούτῳ τῷ αἰῶνι κτλ. stimmt überein; vgl. dazu Mattb. 12, 32. | 14 γαζοφυλακίου] γαζο a. Ras. | 16 nacb φησί + γὰρ | 29 αὐτοῦ, corr. Aussg. | 31 δύναται.)

315
ἀπιέναι ὅπου ὁ ἀναιρῶν ἑαυτὸν ἀπέρχεται; λεκτέον οὖν πρὸς τὰ ζητούμενα ταῦτα τοῖς ἐπιμελέστερον καὶ βαθύτερον ἀκούουσιν τῶν λεγομένων ὑπὸ Ἰουδαίων ἐν τοῖς εὐαγγελίοις σαφές ἐστιν ὅτι πολλὰ κατά τινας παραδόσεις ἀπορρήτους καὶ ἀνακεχωρηκυίας ἔλεγον, ὡς ἐγνωκότες ἕτερα παρὰ τὰ κοινὰ καὶ κατημαξευμένα.

ἐπὰν δὲ ἴδωμενἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ’ αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων. ὄτι δὲ κατὰ ἀνακεχωρηκότας λόγους καὶ μὴ κατημαξευμένους ἔφασκον, † τὸν ἄδηλον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια.

πάντως γὰρ περὶ δαιμόνων τι μεμαθήκεισαν καὶ τοῦ ἄρχοντος αὐτῶν ᾧ ὄνομα Βεελζεβούλ· ταῦτα δὲ οὐ πάνυ τι έν τοῖς φερομένοις κεῖται βιβλίοις·

καὶ μαρτυρία τοῦ σωτῆρος οὐ ψεύδεται > Βεελζεβοὺλ λέγοντος »Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δια- »μόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;‘ παραδεξάμενος γὰρ τὸ εἶναί τινα τὸν Βεελζεβοὺλ καὶ τὸν ἐν αὐτῷ ἐκβάλλοντα δαιμόνια οἱονεὶ μερισμόν τινα ἐνεργεῖν τοῦ Σατανᾶ γίνεσθαι ἐφ’ ἑαυτόν, ταῦτά φησιν.

ἐσφάλησαν μὲν οὖν λέγοντες ἐν Βεελζεβοὺλ ὑπὸ τοῦ σωτῆρος ἐκβάλλεσθαι τὰ δαιμόνια, κατειλήφεισαν δὲ ὅτι εἴη τις Βεελζεβοὺλ ἄρχων δαιμονίων.

ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν αναστας απο των νεκρων, η εὶς τις των προφητων, παντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν έν τοῖς περὶ Ἰωάννου. τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν. εἰκὸς δὲ καὶ ἄλλα μυρία ἢ ἐκ παραδόσεως ἢ ἐξ ἀποκρύφων αὐτοὺς εἰδέναι παρὰ τοὺς πολλούς.

ἴδωμεν οὖν καὶ εἰς τὸ Μήτι ἀποκτενεῖ ἐαυτόν;« εἰ δύνανται μὴ κοινότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξίφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν <ἑαυτὸν> ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι· καὶ εἰ μὴ δεισιδαιμονοῦντές γε περὶ τὰ ὀνόματα, ἀλλὰ βλέποντες τὰ πράγματα † μὴ εὑρισκόμενα ἄλλοις ὀνόμασιν χρῆσθαι κατὰ τῶν πραγμάτων, τάχα, ἱν οὕτως εἴπω, θειότερον Ἰησοῦς αὑτὸν ἀπέκτεινεν, ὄπερ οὕτως παρίσταμεν· πάντων μὲν αἱ ψυχαὶ τῶν ἀπαλλαττομένων τοῦ σώματος, ἀπαιτούντων τινῶν αὐτὰς τῶν ἐπὶ τοῦτο τεταγμένων, παραλαμβάνονται· εἰκὸς δὲ ὅτι κρείττους εἰσὶν τῶν ψυχῶν ἐπὶ [*](9 Vgl. Luk. 11, 15; Matth. 12, 24. — 13 Matth. 12, 27; Luk. 11, 19. — 20 Vgl. Luk. 9, 7 f. Mark. 6, 14 f. — 21 Vgl. ο. VI, 10. — 28 Vgl. Joh. 8, 21. 5 τὰ + V | 9 τὸν <Ἱησοῦν> ἐν Β . . . . ἐκβάλλειν τὰ δαμόνια We | 12 ψεύδεται] ψευδει τω, corr. We | 13 λέγοντος] λόγων ὄντων corr. Pr ἐκβάλλων | 22 ἢ] εἰ, corr. V | 27 <ἑαυτὸν> + Β vgl. S. 317, 30 | We | 30 μὴ εὑρισκόμενα] μὲν εὑρίσκοιντο? We | 34 παραλαμβάνον[ται εἰ]κὸς a. Ras. | δὲ +)

316
της τῆς διακονίας τεταγμένοι· τὸ γὰρ »† Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν »ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ« τοιοῦτόν τι δηλοῖ.

Ἐὰν δέ τις φάσκῃ τοῦτο μὲν δύνασθαι ἐπὶ τῶν χειρόνων λέγεσθαι, οὐ μὴν καὶ ἐπὶ τῶν κρειττόνων καὶ καλῶς βεβιωκότων, ἐπιστησάτω εἰ μὴ ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἐν σώματι γενομένους περὶ ἑαυτοῦ ἀπαγγέλλων ὁ κύριός φησιν· »Οὐδεὶς αἴρει τὴν »ψυχήν μου ἀπ ἐΜ; ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ· ἐξουσίαν »ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν‘.

νοήσωμεν γάρ τινα ὄτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὁδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν ἢ διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, ὃ καταλέλοιπεν· τὸν γὰρ τοιοῦτον ἐροῦμεν μὴ ἀπαιτεῖσθαι τὴν ψυχήν.