Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ· εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ’ <ἃν> αὐτῷ τὸ ἐσταυρῶσθαι [*](1 Vgl. Ι Kor. 2, 6 f. — 7 Vgl. Weish. Sal. 7, 9. — 8 Vgl. Prov. 8, 22. — 9 Vgl. Weish. Sal. 7, 9. — 10 Vgl. Ps. 11, 7. — 12 Vgl. Joh. 1,1. — 14 Vgl. Joh. 8, 20. — 16 Vgl. Luk. 21, 1 ff. — Vgl. c. 9. — 20 Vgl. Joh. 6, 68. — 21 Vgl. Luk. 21, 2. Mark. 12, 42. — 26 Joh. 21, 25. — 27 Vgl. Joh. 8, 20. — 32 Vgl. Joh. 19, 1. 9. 1 vielleicht τοῖς τε τελείοις. wegen καὶ Ζ. 3 | 6 προισταμένων, corr. We 10 ἐναντίον + We | 12 προσεληλυθότων, corr. We | 16 καὶ εἴ] ἐπεὶ, corr. V 19 δυναμένων | 80 πιάσαι, corr. Br | .33 ἐγίνετ᾿ ἂν] ἐγίνετο, corr. We.)

310
ἀσθενείας, ἐπείπερ οὐκ ἔστιν ἀσθένεια ἐν οἷς ὁ λόγος λαλεῖ.

ὄντι δὲ αὐτῶ ἐν τῷ γοζοφυλακίῳ οὐδέπω ἡ ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ᾿ οὐδὲ ὄντι ἐν τῷ ἱερῷ· χειμάρρουν δέ τινα ἐχρῆν εἶναι τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι ὁ Ἰησοῦς καὶ ἐδύνατο.

ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν· »῾Ο γὰρ »᾿Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων »ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὃπλων«. περὶ δὲ τοῦ »Οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ« ἐν τοῖς ἀνωτέρω διὰ πλειόνων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα.

VIII, 21. Εἶπεν οὖν Πάλιν αὐτοῖς· ᾿Εγὼ ὑΠάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἀμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅΠου ἐγὼ ὑΠάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ »᾿Αμὴν λέγω »ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί«. μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἴνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσόμεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον.

λέγει δὲ ταῦτα ἴνα τὸ ἐπιφερόμενον γένηται· »Ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν «εἰς αὐτόν«, οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν᾿ ἐκεῖθεν λάβωσιν ἃ ἐὰν δύνωνται καὶ ἃ ἐὰν μερισθῇ αὐτοῖς.

πολλοὶ μὲν οὖν ἐπίστευσαν εἰς αὐτόν, οὐ πολλοὶ δὲ ἔγνωσαν αὐτόν, ἐπεὶ τῶν πεπιστευκότων εἰς αὐτὸν οἱ μένοντες ἐν τῷ λόγῳ αὐτοῦ, ἀληθῶς γινόμενοι μαθηταὶ αὐτοῦ, γνώσονται τὴν ἀλήθειαν· οὐχὶ δὲ οἱ πολλοὶ τῶν πεπιστευκότων εἰς αὐτὸν μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ, οὐδὲ οἱ πολλοὶ ἀληθῶς αὐτοῦ μαθηταὶ γίνονται.

διόπερ οὐδὲ πολλοὶ γνώσονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται·

σφόδρα γὰρ ὀλίγοι χωροῦσι τὴν ἐλευθερίαν. τίνες δέ εἰσιν οἱ γνωσόμενοι ἢ οἱ ὑψοῦντες αὐτόν; ὡς οὐτὸς διδάσκει λέγων· »Ὅταν ἡψὠ- »σητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.« οὐδεὶς δὲ αὐτὸν ὑψοῖ γάλακτι ποτιζόμενος, παρασκευάζων ἑαυτὸν εἰς παρα- [*](1 Vgl. II Kor. 13, 3.—3 Vgl. Joh. 18, 1. — 5 Job. 18, 3—8 Joh. 9 Wahrscheinlich in t. IX zu Joh. 2, 4; oder zu 7, 30. — 14 Joh. 8, 58. — 16 Vgl. Joh. 8, 59. — 17 Joh. 9, 1. — 19 Joh. 8, 30. — 23 Vgl. Joh. 8, 31. — 26 Vgl. Joh. 8, 32. — 29 Joh. 8, 28. — 31 Vgl. I Kor. 3, 2; Hebr. 5, 12. 2 ἡ ὤρα] ηων, corr. V | 12 Μ schreibt hier u. i. Folgd. konstant δύνασθαι | 17 γε///|νετῆς aus γεννετῆς | ἐσόμεθα, corr. V | 21 δύνωνται] ωνται äufig a. Ras.)

311
δοχὴν τῆς στερεᾶς τροφῆς· διόπερ τῷ τοιούτῳ λέγει· »Ἔκρινα μηδὲν »εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν κοὶ τοῦτον ἐσταυρωμένον«, πρὸς ὃν καὶ ὁ τοῦ λόγου διάκονος ἐν ἀσθενείᾳ γίνεται, ὤς φησιν ὁ Παῦλος τοῖς τοιούτοις· »Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ »πολλῷ ἐγενόμην πρὸς ὑμᾶς«.

Φησὶ τοίνυν ὁ τοῦ θεοῦ λόγος ἀρχὴν ποιούμενος δευτέρων μαθημάτων τῶν ἐν τῷ γαζοφυλακίῳ έν τῷ ἱερῶ· »Ἐγὼ ὑπάγω καὶ »ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«.

ζητῶ διὰ τὸ »Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν«, μήποτε οὐ πρὸς πάντας τοὺς παρόντας λέγει τὸ »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ »με, καὶ· ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«, ἀλλὰ πρὸς τούτους, οὓς ᾔδει μὴ πιστεύσοντας, καὶ διὰ τοῦτο ἐν τῇ ἁμαρτίᾳ αὐτῶν αποθανουμένους καὶ μὴ δυναμένους ὀπίσω αὐτοῦ ἀκολουθῆσαι· μὴ δυναμένους δὲ διὰ τὸ μὴ βούλεσθαι· εἰ γὰρ βουλόμενοι οὐκ ἐδύναντο, οὐκ ἂν εὐλόγως αὐτοῖς ἐλέγετο τὸ »᾿Εν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«.

Ἐρεῖ δέ τις πρὸς τοῦτο· εἴπερ τοῖς ἐμμένουσιν τῷ μὴ πιστεύειν ταῦτα ἔλεγεν, πῶς τοῖς τοιούτοις φησὶ τὸ »Ζητήσετέ με«; πολλαχοῦ γὰρ ἀγαθὸν τὸ ζητεῖν τὸν Ἰησοῦν, ταὐτόν πως τυγχάνον τῷ ζητεῖν λόγον καὶ ἀλήθειαν καὶ σοφίαν.

ἀλλ’ ἐρεῖς ὅτι καὶ περὶ ἐπιβουλευόντων ποτὲ λέγεται τὸ ζητεῖν, ὥσπερ ἐν τῷ »Ἐζήτουν αὐ- »τὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλλεν ἐπ᾿ οὐτὸν τὴν χεῖρα, ὅτε οὕπω »ἐληλύθει ἡ ὥρα αὐτοῦ«, καὶ έν τῷ »Οἶδα ὅτι σπέρμα ᾿Αβραάμ ἐστε· »ἀλλὰ ζητεῖτέ ζητεῖτέ με ἀποκτεῖναι, ὄτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν«, καὶ ἐν τῷ »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν »ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός«.

διὸ καὶ λέγεται τοῖς μὴ καλῶς ζητοῦσιν τὸ »Καὶ ζητήσετέ με« οὐκ ἐναντίον τῷ »Πᾶς ὁ ζητῶν εὑρίσκει«. καὶ ἀεὶ δὲ διαφοραί εἰσιν τῶν ζητούντων τὸν Ἰησοῦν, οὐ πάντων γνησίως καὶ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τοῦ ὠφεληθῆναι ἀπ᾿ αὐτοῦ ζητούντων αὐτόν. εἰσὶν γὰρ καὶ κατὰ μυρίας.

ἀποπεπτωκυίας τοῦ καλοῦ προθέσεις ζητοῦντες τὸν Ἰησοῦν· διόΠερ μόνοι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὑρον, οἳ καὶ κυρίως λέγοιντ᾿ ἂν αὐτὸν ζητεῖν τὸν ἐν ἀρχῇ λόγον, πρὸς τὸν θεὸν λόγον, καὶ ἴνα αὐτοὺς προσαγάγῃ τῷ πατρί. παρὼν δὲ καὶ ἐμφανταζόμε- [*](1 Ι Kor. 2, 2. — 4 Ι Kor. 2, 3. — 7 Joh. 8, 21. — 8 Joh. 8, 30. — 20 Joh. 8, 30. — Joh. 8, 30. — 22 Joh. 8, 37. — 24 Joh. 8, 40. — 26 Joh. 8, 21. — Matth. 7, 8. — 32 Vgl. Joh. 1, 1. 1 Die Form des Citates stimmt mit C. Geis. II, 66 [I, 188, 13 K.]; Comm. in Mt. XII. 18 [III, 161, 17 Lo]: ἐγὼ δὲ ἔκρινα μηδὲν εἰδέναι; in den Hss. von Τ ist überliefert: οὐ γὰρ ἔκρινά τι εἰδέναι | 8. 10 ζητήσατε, corr. V | 12 πιστεύσαντας, corr. Br | 18 πολλαχῶς? We | 26 τὸ ü. d. Ζ. | 31 οἳ] ὃν, corr. V | 32 τὸν πρὸς? We.)

312
νος ὁ λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει· »Ἐγὼ »ὑπάγω«· καὶ ἐὰν ἀπελθόντος γε αὐτοῦ ζητῶμεν αὐτόν, οὐχ εὑρήσομεν αὐτόν, ἀλλ᾿ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα.

οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἴν᾿ ἐν καιρῷ εὑρεθῇ ζητηθείς.

καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται· »Μὴ εἴπῃς έν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται »εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβή- »σεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἐ)στι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

»ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου«. τούτοις δὲ φιλανθρώπως ὁ σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἕνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μηδὲ λέγωσιν· »᾿Ιδοὺ ὧιδε, ἢ ἰδοὺ ἐκεῖ«· φησὶ γὰρ αὐτοῖς· »῾Η βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν«.

καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ᾿ ἡμῶν ὁ λόγος· ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ· »῾Υπάγω«, ἴνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ᾿ έν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι έν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα· »Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ »σοῦ«.

Οὐ χρὴ δὲ παρελθεῖν ἀνεξέταστον οὐδὲ καὶ τὸ »Ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. εἰ μὲν <οὖν> κοινότερον δῆλον ὅτι οἱ μὲν ἀμαρτωλοὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανοῦνται, οἱ δὲ δίκαιοι ἐν τῇ δικαισούνῃ· εἰ δὲ τὸ »Αποθανεῖσθε« κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω ἀποτεθνήκεισαν.

καὶ ζητήσεις πῶς οἱ μὴ πιστεύσαντες, ὅτε ἔζων, μέλλουσίν ποτε ἀποθανεῖσθαι. ἀπαντήσεται δέ τις καὶ πρὸς τοῦτο λέγων ὅτι κατ᾿ ἐκεῖνο καιροῦ τὸ μηδέπω πιστεύειν οὐδέπω πρὸς θάνατον ἁμάρτημα ἦν, καὶ πρὸς οὓς ὁ λόγος οὐδέπω τὰ πρὸς θάνατον ἡμαρτήκεισαν. ἀλλ᾿ ἔζων μὲν ἐν ἀσθενείᾳ τῆς ψυχῆς αὐτῶν, ἡ δὲ ἀσθένεια ἐκείνη πρὸς θάνατον ἦν.