Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ πρέπον γε ἐπὶ τῆς Ἰησοῦ ψυχῆς οὕτω λέγειν τὸν θάνατον γεγονέναι, καὶ αὐτὸν παραστῆσαι βουλόμενον τοῖς μαθηταῖς τὸ ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ »Οὐδεὶς »αἴρει τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ‘· τοῦτο γὰρ οὔτ᾿ ἂν Μωϋσῆς, οὔτε τῶν Πατριαρχῶν τις ἢ προφητῶν, οὔτ᾿ ἂν τῶν ἀποστόλων τις εἶπεν 〈πλὴν〉 τοῦ Ἰησοῦ, ἐπεὶ πάντων αἱ ψυχαὶ ἀνθρώπων αἴρονται ἀπ’ αὐτῶν.

τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζ’ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος· »Ἐν νεκροῖς ἐλεύθερος( ἐπιστήσας ἐκ τῶν εὐαγγελίων τοῖς γεγραμμένοις περὶ τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εὑρήσεις μὴ ἀπᾴδουσαν τὴν περὶ τῆς ἐξόδου αὐτοῦ ἐκδοχὴν τῶν ἀναγεγραμμένων· εἰ μὲν γὰρ ὡς οἱ συσταυρωθέντες αὐτῷ λῃσταί, τῶν στρατιωτῶν κατεαξάντων τὰ σκέλη τῶν πεπονθότων, ἐτεθνήκει, οὐκ ἂν ἐλέγομεν ὅτι ἔθηκεν τὴν ψυχὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ, ἀλλά τινι ὁδῷ τῶν ἀποθνησκόντων.

νυνὶ δὲ »ὁ Ἰησοῦς κράξας »φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα«, καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἅπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως »τὸ καταπέτασμα τοῦ ναοῦ ἔσχίσθη »ἄνωθεν ἴως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ »τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων »ήγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς«· [*](1 Luk. 12, 20. — 6 Joh. 10, 18. — 15 Joh. 10, 18. — 21 Ps. 87, 6. — 24 Vgl. Joh. 19, 32. — 27 Matth. 27, 50. — 30 Matth. 27, 5154. 1 ἄφρων] lies ἄφρον nach ο. S. 312, 20, in Jer. h. 16,4 [135,21; 136, 5 Kl.] | 6 οὐδεὶς a. Ras. | 9 τινας τε, corr. Hu | καταλειπόντα | 17 οὔτε2] οὐ, corr. We | 18 πλὴν + V | 23 ἀποδούσαν, corr. Ferrarius | τὴν τῆς | 24 ὠς οἱ] ὡσει, corr. V 25 καταξάντων We | 31 ἀπ᾿ vor ἄνωθεν fehlt mit L | nach κάτω fehlt εἰς δύο wie in C2 und bei Euseb. | 34 εἰσελθόντες (durch ἐξελθόντες veranlasst).)

317
ὡς τὸν ἑκατόνταρχον καὶ τοὺς μετ’ αὐτοῦ τηροῦντας τὸν Ἰησοῦν, ἰδόντας τὸν σεισμὸν καὶ τὰ γενόμενα, φοβηθῆναι σφόδρα, λέγοντας· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.

Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν. ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾡ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου· καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἠδύναντο γενέσθαι οὐδ’ οὐδ᾿ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι· τὸ γὰρ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;« τοιοῦτόν ἐστιν.

καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκού- σαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον· »Οὗτός ἐστιν ἀληθῶς ὁ προ- »φήτης· ἄλλοι δὲ ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ »γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι »ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν »Δαβίδ, ἔρχεται ὁ χριστός;« ὅτε καὶ »σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι »αὐτόν«.

ἀλλὰ καὶ μετ’ ὀλίγα ἐκείνων γέγραπται ὅτι »᾿Απεκρίθησαν »οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος«· ὡς καὶ τοὺς Φαρισαίους εἰρηκέναι τοῖς θαυμάζουσιν τὸν λόγον αὐτοῦ· »Μὴ καὶ »ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ »ἐκ τῶν Φαρισαίων; ἀλλ’ ἢ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν »νόμον ἐπάρατοί εἰσιν;‘ ὅτε καὶ Νικοδήμου εἰρηκότος·

»Μὴ ὁ νόμος »ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ »γνῷ τί ποιεῖ; ἀπεκρίθησαν· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύ- »νησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐξέρχεται οὐδὲ »ἐγείρεται«.

πῶς δὲ ἐδύναντο ἁπλούστερον νοεῖν αὐτὸν ἑαυτὸν ἀναιρήσειν οἱ ἀκούσαντες αὐτοῦ λέγοντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ έν τῇ σκοτίᾳ ἀλλ’ »ἕξει τὸ φῶς τῆς ζωῆς«; πρὸς ὃν οἱ Φαρισαῖοι εἰρήκασιν ὅτι »Σὺ »περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«· οἷς [*](11 Joh. 8, 22. — 16 Joh. 7, 40—43. — 21 Joh. 7, 46. — 23 Joh. 7, 47 f. 26 Joh. 7, 51 f. — 31 Joh. 8, 12. — 33 Joh. 8, 1318. 3 θεοῦ υἱὸς mit ACL al. | 5 ἀναστήσεσθε | 6 vor κατὰ + καὶ Μ | 7 καταλλάξαντος, corr. We | Iff αὐτοῦ, corr. Hu | 13 φησί | 17 δὲ1 Μ 1. 1. 69 Latt. | οἱ δὲ mit BTLX 1. 33 | 20 ἔρχεται ὁ χριστὸς mit BTL 33 verss.)

318
ἀπεκρίνατο ὁ Ἰησοῦς λέγων· »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, † ἡ »μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

»ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω »δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ »καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται »ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· ἐγώ εἰμι ὁ μαρτυρῶν »περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«.

Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους· »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν »ᾔδειτε«;

εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ »᾿Εγὼ »ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ ᾿Ιουδαῖοι· »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ·

»᾿Εγὼ ὑπάγω( καὶ τάχα διὰ τὸ »᾿Εγὼ ὑπάγω« τὸ ἐπιφερόμενον γίνεται τὸ «Καὶ ζητήσετέ με«. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως οὐτῶ̣ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν· διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν οὐτοὺς μηδὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶ·ς εἰπεῖν περὶ αὐτοῦ· »Μήτι »ἀποκτενεῖ ἐαυτόν;« ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.

οἶμαι δ᾿ ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ »Μήτι »ἀποκτενεῖ ἐαυτόν;«

ἐνῆν γὰρ διστακτικῶς μὲν εἰπεῖν, μετ᾿ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑπάγω οὐ δύ- »νασθε ἐλθεῖν«.

ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ »Καὶ ἀναβαίνων εἰς ῾Ιεροσό- »λυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ᾿ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ [*](9 Joh. 8, 19. — 11 Joh. 8, 21. — 14 Joh. 8, 22. — 29 Joh. 8, 21. — 31 Mattb. 20, 1719. 1 περὶ ἐμα]υτοῦ a. Ras. | ἡ μαρτυρία — ἐστιν] über die Stellung der Worte vgl. 0. z. S. 298, 10; wie bier lesen Β Copt. Arm. | 4 ἀληθὴς] ο. S. 300, 3 ἀληθινὴ, = BℵTDLX 33; ἀληθὴς = Δ. 1. 69. ς | 15 τοῦ] αὐτοῦ, corr. We | 22 αὐτοῦ | 24 corr. We | 28 nacb ἐλεύσεται + καὶ | 31 Die Stellung ist är; in Mt. XVI, 1 (Lemma), 8 ändig ausgescbriebenes Citat): μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν mit 1, vgl. Β, Syr. Pescb. Copt.)

319
»εἶπεν αὐτοῖς· ᾿Ιδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀν- »θρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ »κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς »τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ «ἐγερθήσεται«.

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »᾿Απὸ τότε ἤρξατο δεικ- »νύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »τέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ τὸ πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.

Παραθήσεις δὲ εἰς τοῦτο τὸ Πᾶς ὁ εὑρίσκων με ἀπο- »κτενεῖ με« καὶ τὸ »Πᾶς ὁ ἀποκτείνας κάϊν ἑπτὰ ἐκδικούμενα παρα- »λύσει«. πῶς γὰρ »πᾶς ὁ εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν«, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; ἢ πῶς πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει« οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν;

ὡς γὰρ περὶ πλήθους ἔρηται τὸ »Πᾶς«· τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὀ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τά τῶν ἀνθρώπων«.

ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον »῾Εαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ« ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.

οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ᾿ ὑπὸ ἀρχιερέως εὐσεβοῦς.