Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ εἴπερ ἀληθὲς τὸ »Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν«, δῆλον ὅτι εἰποῦσα· Δός μοι τοῦτο τὸ »ὕδωρ« ἔλαβεν τὸ ζῶν ὕδωρ, ἵνα μηκέτι ἀπορῇ διφῶσα μηδὲ διέρχηται ἐπὶ τὴν πηγὴν τοῦ Ἰακὼβ διὰ τὸ ἀντλεῖν, ἀλλὰ χωρὶς τοῦ ὕδατος τοῦ Ἰακὼβ θεωρῆσαι τὴν ἀλήθειαν ἀγγελικῶς καὶ ὑπὲρ ἄνθρωπον δυνηθῇ. οὐδὲ γὰρ οἱ ἄγγελοι δέονται τῆς τοῦ Ἰακὼβ πηγῆς, ἵνα πίωσιν, ἀλλ’ ἔκαστος ἐν ἑαυτῷ ἔχει πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν [*](6 Vgl. S. 230, 14. — 8 Vgl. Job. 4, 14. — 10 Vgl. Joh. 4, 12. — 17 Vgl. Joh. 10, 2ff. — 24 Joh. 4, 11. — 27 Vgl. Joh. 4, 14. — 28 Joh. 4, 10. — 29 Joh. 4, 15.) [*](3 λαλεῖν V | 5 φθάνοντας, corr. V | 8 οὖν ist z. str. | 12 αὐτὴν] αὐτοῦ corr. We vgl. Ζ. 31. S. 282, 5 | 14 καὶ str. We | 17 ἀκερέστεροι, corr. Hu vgl. u. c. LVIII (57) | 24 ὅτι Μ | 25 ἐπιζητεῖ] ἐπιποθεῖ, corr. Pr | 33 δυνηθῆναι, corr. V.)

232
αἰώνιον γεγενημένην καὶ ἀποκαλυφθεῖσαν ἀπὸ αὐτοῦ τοῦ λόγου καὶ αὐτῆς τῆς σοφίας.

οὐ δυνατὸν μέντοι γε τὸ ἕτερον παρὰ τὸ ἐκ τῆς πηγῆς τοῦ Ἰακὼβ ὕδωρ χωρῆσαι τὸ ὑπὸ τοῦ λόγου διδόμενον μὴ ἐπιμελέστατα ἀσχοληθέντα ἐκ τοῦ διφᾶν περὶ τὸ διέρχεσθαι καὶ ἀντλεῖν ἐντεῦθεν· ὥστε κατὰ τοῦτο πολλὰ ἐνδειὰ τοῖς πολλοῖς ὡς ἐπὶ πλεῖον ἐγγεγυμνασμένοις τῷ ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ πηγῆς.

4, 16-17 Λέγει αὐτῇ· Ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα.

Ἐλέγομεν καὶ ἐν τοῖς ἀνωτέρω τὸν ἄρχοντα τῆς ψυχῆς νόμον, ᾡ ἕκαστος ὑπέταξεν ἑαυτόν, τοῦτον εἶναι τὸν ἄνδρα. νῦν δὲ καὶ τοῦ ἀποστόλου ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς εἰς τοῦτο μαρτύριον παραθησόμεθα λέγοντος· »Ἥ ἀγνοεῖτε, ἀδελφοί γινώσκουσιν »γὰρ νόμον λαλῶ) ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ ὅσον »χρόνον ζῇ;« τίς δὴ ζῇ; ἀπὸ κοινοῦ λαμβανόντων ἡμῶν τὸν νόμον, ὁ νόμος.

εἶτ’ εὐθέως φησίν· »Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ »δέδεται νόμῳ«, ὡς εἰ ἔλεγεν »Ζῶντι ἀνδρί«, ὅστις ἀνὴρ νόμος ἀστίν«.

εἶτα πάλιν φησίν· »Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ »νόμου τοῦ ἀνδρός«· οἱονεὶ γυνὴ κατήργηται ἀποθανόντος τοῦ νόμου καὶ οὐκέτι τὰ τῆς γυναικὸς ὡς πρὸς ἄνδρα ἐνεργεῖ.

εἶτα λέγει· »Αρ »οὐν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· »ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι »αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ«.

ἀπέθανεν δὲ ὁ νόμος κατὰ τὸ γράμμα, καὶ οὐκ ἔστιν ἡ ψ·υχὴ μοιχαλὶς γενομένη ἀνδρὶ ἑτέρῳ, τῷ νόμῳ τῷ κατὰ τὸ πνεῦμα· ἀποθανόντος δὲ τοῦ ἀνδρὸς τῇ γυναικὶ ἀποτεθνηκέναι πως ἂν λέγοιτο καὶ ἡ γυνὴ τῷ ἀνδρί, ὥστε οὕτως ἡμᾶς ἐκλαμβάνειν τὸ »Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ »νόμῳ διὰ τοῦ σώματος τοῦ χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ »ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ«.

εἰ τοίνυν νόμος ἐστὶν ὁ ἀνήρ, καὶ ἡ Σαμαρεῖτις ἔχει τινὰ ἄνδρα ὑποτάξασα ἑαυτὴν κατὰ τὴν παρεκδοχὴν τῶν ὑγιαινόντων λόγων νόμῳ τινί, καθ’ ὃν βιοῦν ἕκαστος τῶν ἑτεροδόξων θέλει, βούλεται ἐνταῦθα τὴν ἑτερόδοξον ψυχὴν ὁ θεῖος λόγος παρατιθεῖσαν τὸν ἄρχοντα ἑαυτῆς νόμον διελεγχθῆναι, εἰς τὸ καταφρονήσασαν αὐτὴν ὡς οὐ νομίμου ἀνδρὸς ζητῆσαι ἄνδρα ἕτερον, εἰς τὸ γενέσθαι αὐτὴν ἑτέρῳ, τῷ ἐκ νεκρῶν [*](12 öm. 7, 1. — 15 öm. 7, 2. — 17 öm. 7, 2. — 20 öm. 7, 3. — 26 Röm. 7, 4. — 33 Vgl. öm. 7, 4.) [*](5 ὥστε] ὡἐτὸν (= ὡστὸν), corr. Hu | ἐνδεινα, corr. We | 14 δὴ] δὲ, corr. We | 15 εἶτευθέσεως | 21 ἀποθάνει | 32 παρατεθεῖσαν] ϵ1 aus ι corr., παρατι- θεῖσαν V.)

233
ἀναστησομένῳ λόγῳ, μὴ ἀνατρεπομένῳ μηδὲ τεθνηξομένῳ, ἀλλ’ ἀϊδίῳ μενοῦντι καὶ βασιλεύοντι πάντας τε τοὺς ἐχθροὺς ὑποτάσσοντι· »χρι- »στὸς γὰρ ἐγερθὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ »οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· »ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ«, ἐν δεξιᾷ ὢν αὐτοῦ, ἕως πάντες οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τεθῶσιν αὐτῷ.

ποῦ δὲ ἔδει ἐλεγχθῆναι τὸν νομιζόμενον ἄνδρα τῆς Σαμαρείτιδος ὡς οὐκ ἄνδρα ἢ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ὑπὸ τοῦ Ἰησοῦ, εἰ μὴ ἀφ’ ἑαυτῆς ἡ γυνὴ ἤρνητο τὸν ἄνδρα; διὰ τοῦτο λέγει αὐτῇ ὁ Ἰησοῦς· »Ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ »ἐλθὲ ἐνθάδε«.

οἷον δὲ ἔχουσά τι ἤδη τοῦ ἁλλομένου εἰς ζωὴν αὐώνιον ὕδατος διὰ τὸ εἰρηκέναι· Δός μοι τοῦτο τὸ ὕδωρ« καὶ ἀψευδεῖν τὸν προεπαγγειλάμενον ὅτι »Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέν σοι ὕδωρ ζῶν«, ἀπεκρίθη ἡ γυνή, καταγνοῦσα ἑαυτῆς ἐπὶ τῇ κοινωνίᾳ τῇ πρὸς τὸν τοιοῦτον ἄνδρα, καὶ εἶπεν· »Οὐκ ἔχω ἄνδρα«.

4, 17-18 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.

Οἶμαι πᾶσαν τὴν εἰσαγομένην ψυχὴν εἰς τὴν διὰ τῶν γραφῶν ἐν Χριστῷ θεοσέβειαν ἀπὸ τῶν αἰσθητῶν καὶ σωματικῶν λεγομένων ἀρχομένην, τοὺς πέντε ἄνδρας καθ’ ἑκάστην τῶν αἰσθήσεων ἀνδρός τινος γινομένου ἴσχειν· ἐπὰν δὲ μετὰ τὸ ὡμιληκέναι τοῖς αἰσθητοῖς ἀνακῦψαί τις θέλων καὶ προτραπεὶς ἐπὶ τὰ νοητὰ περιτύχῃ λόγῳ προφάσει ἀλληγορίας καὶ πνευματικῶν οὐχ ὑγιαίνοντι, οὗτος μετὰ τοὺς πέντε ἄνδρας ἑτέρῳ προσέρχεται, δούς, ἵν’ οὕτως εἴπω, τὸ ἀποστάσιον τοῖς προτέροις πέντε καὶ κρίνων συνοικεῖν τῷ ἕκτῳ.

καὶ ἕως γε ἐλθὼν ὁ Ἰησοῦς εἰς συναίσθησιν ἡμᾶς ἀγάγῃ τοῦ τοιούτου ἀνδρός, ἐκείνῳ σύνεσμεν· ἐλθόντος δὲ τοῦ κυρίου λόγου καὶ διαλεχθέντος ἡμῖν, ἀρνούμενοι ἐκεῖνον τὸν ἄνδρα φαμέν· »Οὐκ ἔχω ἄνδρα«· ὅτε καὶ ἐπαινεῖ ἡμᾶς ὁ κύριος λέγων· »Καλῶς εἶπας ὅτι Οὐκ ἔχω »ἄνδρα«.

τὸ δὲ »Τοῦτο ἀληθὲς εἴρηκας« οἱονεὶ ἐλεγκτικόν ἐστιν, ὡς τῶν προτέρων οὐκ ἀληθῶς ὑτ’ αὐτῆς εἰρημένων. καὶ τάχα οὐκ ἠν ἀληθὲς τὸ »Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«·

αὐτὸς γοῦν ὁ Ἰησοῦς, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, συγχρῆται Σαμαρείταις ἕνα καὶ αὐτοὺς ὠφελήσῃ.

οὐκ ἀληθὲς δὲ καὶ τὸ »Οὔτε ἄντλημα ἔχεις καὶ [*](1 Vgl. Jes. 40, 8. Ι Petr. 1, 25. — Ps. 8, 7. Eph. 1, 22. — öm. 6, 9f. — 5 Vgl. Hebr. 10, 12f.. Ps. 109, 1. 12. — 9 Joh. 4, 16. — 11 Vgl. Joh. 4, 14f. — 12 Joh 4, 10. — 29 Joh. 4, 17. — 30 Joh. 4, 18. — 32 Job. 4, 9. — 34 Joh. 4, 11.) [*](18 οἶναι | 26 ὡς γε, corr. We, ἕως ἂν γε V.)

234
»τὸ φρέαρ ἐστὶ βαθύ«.

τάχα δὲ οὐκ ἀληθὲς καὶ τὸ »Ἰακὼβ ἐκ τοῦ »φρέατος ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ«. εἰ γὰρ οὐχ ὁμοίως ἔπιεν τῇ Σαμαρείτιδι ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, οἴεται δὲ ἡ Σαμαρεῖτις τὸ ὅμοιον καὶ ταὐτὸν πάντη ποτὸν πεπωκέναι τῷ Ἰακὼβ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς θρέμμασιν αὐτοῦ, δῆλον ὅτι ψεύδεται.

Ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος εἰς τοὺς τόπους, ὅστις φησὶν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐκείνην γεγονέναι τὴν ζωὴν καὶ τὴν κατ’ αὐτὴν δόξαν· κοσμικὴ γάρ, φησίν, ἠν· καὶ οἴεται τοῦ κοσμικὴν αὐτὴν εἶναι ἀπόδειξιν φέρειν ἐκ τοῦ τὰ θρέμματα τοῦ Ἰακὼβ ἐξ αὐτῆς πεπωκέναι.

καὶ εἰ μὲν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐλάμβανεν τὴν ἐκ μέρους γνῶσιν, ἤτοι τὴν ἀπὸ τῶν γραφῶν συγκρίσει τῶν ἀρρήτων ῥημάτων, »ἃ οὐκ ἐξὸν ἀνθρώπω λαλῆ- »σαι«, <ἢ> πᾶσαν τὴν νῦν »δι’ ἐσόπτρου καὶ αἰνίγματος« γινομένην γνῶσιν καταργουμένην, ὅταν ἔλθῃ τὸ τέλειον, οὐκ ἂν αὐτὸ ἐνεκαλέσαμεν· εἰ δὲ ὑπὲρ τοῦ διαβάλλειν τὰ παλαιὰ τοῦτο ποιεῖ, ἐγκλητέος ὂν εἴη.

ὃ δὲ δίδωσιν ὔδωρ ὁ σωτὴρ φησὶν εἶναι ἐκ τοῦ πνεύματος καὶ τῆς δυνάμεως αὐτοῦ, οὐ ψευδόμενος.

καὶ εἰς τὸ »Οὐ μὴ διψήσῃ δὲ εἰς τὸν αἰῶνα« ἀποδέδωκεν αὐταῖς λέξεσιν οὕτως· αἰώνιος γὰρ ἡ ζωὴ αὐτοῦ καὶ μηδέποτε φθειρομένη, ὡς καὶ ἡ πρώτη ἡ ἐκ τοῦ φρέατος, ἀλλὰ μένουσα· ἀναφαίρετος γὰρ ἡ χάρις καὶ ἡ δωρεὰ τοῦ σωτῆρος ἡμῶν καὶ μὴ ἀναλισκομένη μηδὲ φθειρομένη ἐν τῷ μετέχοντι αὐτῆς.