Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
φθειρομένην δὲ τὴν πρώτην διδοὺς εἶναι ζωήν, εἰ μὲν τὴν κατὰ τὸ γράμμα ἔλεγεν, ζητῶν τὴν περιαιρέσει τοῦ καλύμματος γινομένην κατὰ τὸ πνεῦμα καὶ εὑρίσκων, ὑγιῶς ἂν ἔλεγεν· εἰ δὲ πάντη φθορὰν κατηγορεῖ τῶν παλαιῶν, δῆλον ὅτι τοῦτο ποιεῖ ὡς μὴ ὁρῆν τὰ ἀγαθὰ τῶν μελλόντων ἔχειν εκεῖνα τὴν σκιάν.
οὐκ ἀπιθάνως δὲ τὸ »ἁλλομέ- »νου« διηγήσατο καὶ τοὺς μεταλαμβάνοντας τοῦ ἄνωθεν ἐπιχορηγουμένου πλουσίως καὶ αὐτοὺς ἐκβλύσαι εἰς τὴν ἑτέρων αἰώνιον ζωὴν τὰ ἐπικεχορηγημένα αὐτοῖς.
ἀλλὰ [*](1 Vgl. Joh. 4, 12. — 11 Vgl. Job. 4, 12. — 13 Vgl. I Kor. 13, 9. — 14 Vgl. II Kor. 12, 4. — 15 Vgl. | Kor. 13, 12. — 16 Vgl. I Kor. 13, 10. — 20 Joh. 4, 14. — 27 Vgl. II Kor. 3, 16. — 29 Vgl. Hebr. 10, 1. — 31 Vgl. II Petr. 1, 11.) [*](7 Ε; τοὺς? We | 13 τὴν2] τῆ, corr. Br | 15 Ε; add. Br | 26 τὴν2] τῆ, corr. Hilgenfeld | 27 γινομένην] γινομένη ἡ, corr. Br | 30 ἔχει Μ, corr. V; ἐκεῖνα gehört zu ἀγαθά; übers.; „dass jene Güter den Schatten der Zukünftigen trugen“.)
εἰ μὲν οὖν τὴν προαίρεσιν ἀπεδέχετο, μηδὲν περὶ φύσεως αἰνιττόμενος ὡς διαφερούσης, καὶ ἡμεῖς ἂν συγκατεθέμεθα· εἰ δὲ τῇ φυσικῇ κατασκευῇ ἀναφέρει τὴν τῆς συγκαταθέσεως αἰτίαν, ὡς οὐ πᾶσιν ταύτης παρούσης, ἀνατρεπτέον αὐτοῦ τὸν λόγον.
οὐκ οἶδα δὲ πῶς ὁ Ἡρακέων τὸ μὴ γεγραμμένον ἐκλαβών φησι πρὸς τὸ Δός μοι τοῦτο τὸ ὕδωρ« ὡς ἄρα βραχέα διανυχθεῖσα ὑπὸ τοῦ λόγου ἐμίσησεν λοιπὸν καὶ τὸν τόπον ἐκείνου τοῦ λεγομένου ζῶντος ὕδατος.
ἔτι δὲ καὶ πρὸς τὸ »Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ Διέρχωμαι ἐνθάδε ἀντλεῖν« φησὶν ὅτι Ταῦτα λέγει ἡ γυνὴ ἐμφαίνουσα τὸ ἐπίμοχθον καὶ δυσπόριστον καὶ ἄτροφον ἐκείνου τοῦ ὕδατος. πόθεν γὰρ δεικνύναι ἔχει ἄτροφον εἶναι τὸ τοῦ Ἰακὼβ ὕδωρ;
Ἔτι δὲ ὁ Ἡρακλέων πρὸς τὸ »Λέγει αὐτῇ« φησί· δῆλον ὄτι τοιοῦτό τι λέγων, εἰ θέλεις λαβεῖν τοῦτο τὸ ὕδωρ, ὕπαγε φώνησον τὸν ἄνδρα σου«· καὶ οἴεται τῆς Σαμαρείτιδος τὸν λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἄνδρα τὸ πλήρωμα εἶναι αὐτῆς, ἵνα σὺν ἐκείνῳ γενομένη πρὸς τὸν σωτῆρα κομίσασθαι παρ’ αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἀνάκρασιν τὴν πρὸς τὸ πλήρωμα αὐτῆς δυνηθῇ· οὐ γὰρ περὶ ἀνδρός, φησί, κοσμικοῦ ἔλεγεν αὐτῇ, ἵνα καλέσῃ, ἐπείπερ οὐκ ἠγνόει ὅτι οὐκ εἶχεν νόμιμον ἄνδρα.
προδήλως δὲ ἐνταῦθα βιάζεται, λέγων αὐτῇ τὸν σωτῆρα εἰρηκέναι· Φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐν- »θάδε«· δηλοῦντα τὸν ἀπὸ τοῦ πληρώματος σύζυγον εἴπερ γὰρ τοῦθ’ οὕτως εἶχεν, ἐχρῆν τὸν ἄνδρα καὶ τίνα τρόπον φωνητέον ἔσται αὐτόν * * *, ἵνα σὺν αὐτῷ γένηται πρὸς τὸν σωτῆρα.
ἀλλ’ ἐπεί, ὡς Ἡρακλέων φησί, κατὰ τὸ νοούμενον ἠγνόει τὸν ἴδιον ἄνδρα, κατὰ δὲ τὸ ἁπλοῦν ᾐσχύνετο εἰπεῖν ὅτι μοιχόν, οὐχὶ δὲ ἄνδρα εἶχεν, πῶς οὐχὶ μάτην ἔσται προστάσσων ὁ λέγων· »Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, »καὶ ἐλθὲ ἐνθάδε;«
εἶτα πρὸς τὸ »Ἀληθὲς εἴρηκας ὅτι ἄνδρα οὐκ [*](8 Joh. 4, 15. — 16 Joh. 4, 16. — 26 Joh. 4, 16. — 33 Joh. 4, 16. — Joh. 4, 17.) [*](1 ἀδιάκριτον α1 a. Ras. | 5 nach φυσεικῆ Ras. von einem Buchst. | 29 nach αὐτὸν + εἰπεῖν Br; We interpretiert: ,,er musste ihr auch sagen, aufweiche Weise sie ihren Mann rufen önnte.“ | 31 ἠγνόει] ἢγνόσι, corr. V | 32 μοιχὸν] ιχ a. Ras. 33 προστάσσο,ν] στασσω a. Ras. | 34 τὸ] τοῦτο, corr. We | ἀληθὲς εἴρηκας] καλῶς εἶπες Τ, die LA Herakleons ist sonst unbezeugt.)
ἠν γὰρ αὐτῆς ὁ ἀνὴρ ἐν τῷ αἰῶνι. ἡμεῖς μὲν οὗν ἀνέγνωμεν· »Πέντε ἄνδρας ἔσχες«· παρὰ δὲ τῷ Ἡρακλέωνι εὕρομεν·
»Ἕξ ἄνδρας ἔσχες«. καὶ ἑρμηνεύει γε τὴν ὑλικὴν πᾶσαν κακίαν δηλοῦσθαι διὰ τῶν ἓξ ἀνδρῶν, ᾗ συνεπέπλεκτο καὶ ἐπλησίαζεν παρὰ λόγον πορνεύουσα καὶ ἐνυβριζομένη καὶ ἀθετουμένη καὶ ἐγκαταλειπομένη ὑπ’ αὐτῶν.
λεκτέον δὲ πρὸς αὐτὸν ὅτι εἴπερ ἐπόρνευεν ἡ πνευματική, ἡμάρτανεν ἡ πνευματική· εἰ δὲ ἡμάρτανεν ἡ πνευματική, δένδρον ἀγαθὸν οὐκ ην ἡ πνευματική· κατὰ γὰρ τὸ εὐαγγέλιον· »Οὐ δύναται »δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν«·
καὶ δῆλον ὅτι οἴχεται αὐτοῖς τὰ τῆς μυθοποιΐας. εἰ δὲ ἀδύνατόν ἐστι τὸ ἀγαθὸν δένδρον φέρειν πονηροὺς καρπούς, καὶ ἀγαθὸν δένδρον ἡ Σαμαρεῖτις ἅτε πνευματικὴ τυγχάνουσα, ἀκόλουθον αὐτῷ αὐτῷ ἐστίν, ὅτι ἤτοι οὐκ ἠν ἁμαρτία ἡ πορνεία αὐτῆς, ἢ οὐκ αὐτὴ ἐπόρνευσεν.
Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι Προφήτης εἶ σύ. οἱ Πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε· Ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος όπου προσκυνεῖν δεῖ.
Τρίτον ἤδη ἡ Σαμαρεῖτις κύριον ἀναγορεύει τὸν σωτῆρα ἡμῶν, ὅτε καὶ τελευταῖον ἀναγέγραπται τοῦτο πρὸς αὐτὸν εἰρηκέναι· πλὴν οὐδέπω οἴεται αὐτὸν εἶναι τῶν προφητῶν κρείττονα οὐδὲ τὸν προφητευθέντα, ἀλλά τινα προφήτην.
καὶ ἡ ἑτερόδοξος δὲ γνώμη τῶν περὶ τὰς γραφὰς καλινδουμένων, διελεγχθέντων αὐτῆς τῶν τε προτέρων πέντε ἀνδρῶν καὶ τοῦ μετ’ ἐκείνους καταλειφθέντας ὑπ’ αὐτῆς δόξαντος εἶναι ἀνδρός, τὸν ἐλέγξαντα λόγον οὐ δυναμένη ἀρχῆθεν ὃ ἔστιν ἰδεῖν, προφήτην εἶναί φησιν, οἱονεὶ θεῖόν τινα καὶ ἔχοντά τι τοῦ ἀνθρωπίνου κρεῖττον, οὐ μὴν τοσοῦτον ὅσον ἦν. διόπερ φησὶν οἱονεὶ ἀναβλέψασά πως καὶ ἐν θεωρίᾳ νομίσασα γεγονέναι· Θεωρῶ »ὅτι προφήτης εἶ σύ«.
εἰς τὸ γοῦν »Οἰ πατέρες ἡμῶν« καὶ τὰ ἑξῆς ἰστέον τὴν Σαμαρειτῶν πρὸς Ἰουδαίους διάστασιν περὶ τοῦ νομιζομένου αὐτοῖς ἁγίου τόπου· οἱ μὲν γὰρ Σαμαρεῖς τὸ καλούμενον Γαριζεὶν ὄρος ἅγιον νομίζοντες ἐν αὐτῷ προσκυνοῦσιν τῷ θεῷ, οὗ [*](10 Matth. 7, 18. — 20 Vgl. S. 231, 23. — 23 Vgl. Matth. 10, 14. — 29 Joh. 4, 19. — 30 Joh. 4, 20.) [*](4 ἓξ] auch diese LA ist sonst unbezeugt | 12 αὐτῷ? We vgl. Ζ. 14 | 17 έν] ἐ 18 ἐστὶν] ἔσται, corr. V | 22 τῶν] τὸν? | 30 γοῦν] τὸ, corr. Pr.)
οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι.
ἀκολούθως δὲ ταύταις ἑκάτερον ἔθνος ταῖς ὑπολήψεσιν νενόμικεν τοὺς πατέρας ἐν τῷδε ἢ τῷδε ὄρει προσκεκυνηκέναι τῷ θεῷ.
Καὶ εἴ ποτε δὲ μέχρι τοῦ δεῦρο συγκαταβαίνοιεν ἀλλήλοις εἰς λόγον Σαμαρεῖς καὶ Ἰουδαῖοι, ἑκάτερος πρὸς τὸν λοιπὸν ἐπαπορήσει, καὶ ἐρεῖ γε ὁ Σαμαρεὺς τῷ Ἰουδαίῳ τὸν τῆς ἐνθάδε ἀναγεγραμμένον γυναικὸς λόγον· »Οἱ πατέρες ἡμῶν έν τῷ ὄρει τούτῳ προσε- »κύνησαν«, δεικνὺς τὸ Γαριζείν, »ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις »ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ«.