Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

φησὶ γὰρ ὁ λόγος· Μακάριοι οἱ πεινῶντες καὶ »διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται«.

καὶ τάχα ἐπεὶ πεινῆσαι καὶ διψῆσαι δεήσει τὴν δικαιοσύνην πρὸ τοῦ πορτασθῆναι, ὑπὲρ τοῦ κορεσθῆναι ἐμποιητέον τὸ πεινῆν καὶ τὸ διψῆν, ἴνα εἴπωμεν· »Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεὸς. ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;«

ἵν’ οὐν διψήσωμεν, καλόν ἐστιν πιεῖν πρῶτον ἐκ τῆς πηγῆς τοῦ Ἰακώβ, οὐ λέγοντα αὐτὴν ὁμοίως τῇ Σαμαρείτιδι φρέαρ. ὁ γοῦν σωτὴρ οὐδὲ νῦν πρὸς τὸν ἐκείνης ἀπαντῶν λόγον ἐκ φρέατός φησιν εἶναι τὸ ὕδωρ, ἀλλὰ ἁπλῶς φησι· »Πᾶς ὁ πίνων »ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν«.

εἴπερ δὲ μὴ ἐγίνετό τι χρήσιμον ἐκ τοῦ πιεῖν ἀπὸ τῆς πηγῆς, οὔτ’ ἂν ἐκαθέζετο ἐπὶ τῇ πηγή ὁ Ἰησοῦς, οὔτ’ ἂν ἔλεγεν τῇ Σαμαρείτιδι »Δός μοι πειῖν«.

παρατηρητέον οὖν ὅτι καὶ αἰτούσῃ τὸ ὕδωρ τῇ Σαμαρείτιδι τὸν Ἰησοῦν οἱονεὶ ἐπηγγέλλετο παρέξειν αὐτὸ οὐ παρ’ ἄλλῳ τόπῳ ἀλλ’ ἢ παρὰ τῇ πηγή, λέγων αὐτῇ· »Ὕπαρε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε«.

Ἔτι δὲ ἐπιστήσομεν εἰ δύναται δηλοῦσθαι τὸ ἑτερογενὲς τῆς τῶν αὐτῇ τῇ ἀληθείᾳ ὁμιλησόντων καὶ συνεσομένων ὠφελείας παρὰ τὴν νομιζομένην ὠφέλειαν γίνεσθαι ἡμῖν ἀπὸ τῶν γραφῶν, κἂν νοη- [*](3 Hobel. 2, S. — 9 Vgl. Job. 11, 25; 14, 6. — Vgl. Job. 14, 28. — 11 Vgl. Job. 4, 14. — 14 Mattb. 5, 6. — 18 Ps. 41, 2f. — 22 Vgl. philo III S. 205, 21 We. — 24 Job. 4, 13. — 26 Vgl. Job. 4, 6f. — 30 Joh. 4, 16) [*](1 δὴ] δὲ, corr. Pr | 5 ἐπεὶ | ὀνομαζομένους, corr. V | 13 τῷ] τοῦ, corr. We | 14 nach φησιν + ὁ | 16 πνῆσαι Μ | δεήσει] δέ τισ εἰ, corr. Br | 19 [ἡ ψυχὴ — a. Ras. | 22 λέγοντας? We 1 26 οὔτ’ ἂν] ὁτἂν, corr. V | 29 ἐπαγγέλλετο | παρ’] γὰρ, corr. Br | 33 ὁμιλησάντων, corr. We.)

230
θῶσιν ἀκριβῶς, ἐκ τοῦ τὸν μὲν πιόντα ἀπὸ τῆς πηγῆς τοῦ Ἰακὼβ διψῆν πάλιν, τὸν δὲ πιόντα ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴν ὕδατος ἐν ἑαυτῷ ἴσχειν ἁλλομένου εἰς ζωὴν αἰώνιον.

καὶ γὰρ τὰ κυριώτερα καὶ θειότερα τῶν μυστηρίων τοῦ θεοῦ ἔνια μὲν οὐ κεχώρηκεν γραφή, ἔνια δὲ οὐδὲ ἀνθρωπίνη φωνὴ κατὰ τὴ συνήθη τῶν σημαινομένων καὶ γλῶσσα ἀνθρωπική· »Ἔστιν γὰρ καὶ ἄλλα πολλά, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία«.

καὶ ὅσα δὲ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ μέλλων γράφειν Ἰωάννης κωλύεται· ὁ δὲ Παῦλος ἀκηκοέναι φησὶν ἄρρητα ῥήματα, οὐχὶ ἃ οὐκ ἐξόν τινι λαλῆσαι ἦν. ἐξὸν γὰρ ἦν αὐτὰ λαλῆσαι ἀγγέλοις, ἀνθρώποις δὲ οὐκ ἐξῆν·

»Πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει«. ἃ δὲ ἤκουσεν »ἄρρητα ῥήματα, οὐκ ἐξόν, φησίν, ἀνθρώπῳ λαλῆσαι«.

οἶμαι δὲ τῆς ὅλης γνώσεως στοιχεῖά τινα ἀλάχιστα καὶ βραχυτάΤας εἶναι εἰσαγωγὰς ὅλας γραφάς, κἂν πάνυ νοηθῶσιν ἀκριβῶς.

ὅρα τοιγαροῦν, εἰ δύναται ἡ μὲν πηγὴ τοῦ Ἰακώβ, ἀφ’ ἡς ἔπιέν ποτε ὁ Ἰακώβ, ἀλλ οὐκέτι πίνει νῦν· ἔπιον δὲ καὶ οἱ υἱοὶ αὐτοῦ, ἀλλὰ νῦν ἔχουσιν τὸ κρεῖττον ἐκείνου ποτόν· πεπώκασιν δὲ καὶ τὰ θρέμματα αὐτῶν, ἡ πᾶσα εἶναι γραφή· τὸ δὲ τοῦ Ἰησοῦ ὕδωρ τὸ »ὑπὲρ ἃ γέγραπται«.

οὐ πᾶσιν δὲ ἔξεστιν ἐρευνᾶν τὰ ὑπὲρ ἃ γέγραπται, ἐὰν μή τις αὐτοῖς ἐξομοιωθῇ, ἕνα μὴ ἐπιπλήσσηται ἀκούων τὸ »Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐρεύνα«.

Ἐὰν δὲ λέγωμεν τὸ ὑπὲρ ἃ γέγραπται εἰδέναι τινά, οὐ τοῦτό φαμεν, ὅτι γνωστὰ τοῖς πολλοῖς εἶναι δύναται, ἀλλὰ Ἰωάννῃ ἀκούοντι καὶ γράφειν αὐτὰ μὴ ἐπιτρεπομένῳ, ὁποῖα ἠν τὰ τῶν βροντῶν ῥήματα, καὶ μανθάνοντι καὶ διὰ τὸ φείδεσθαι τοῦ κόσμου οὐ γράφοντι αὐτά·

ᾤετο γὰρ μηδὲ αὐτὸν τὸν κόσμον χωρεῖν τὰ γραφόμενα βιβλία. ἀλλὰ καὶ ἅπερ ὁ Παῦλος μεμάθηκεν »ἄρρητα ῥήματα« »ὑπὲρ ἃ γέγραπται«, εἴ γε τὰ γεγραμμένα ἄνθρωποι λελαλήκασιν· καὶ »ἃ ὀφθαλμὸς οὐκ »εἶδεν« ἐστὶν ὑπὲρ τὰ γεγραμμένα, καὶ »ἃ οὖς οὐκ ἤκουσεν» γραφῆναι οὐ δύναται.

καὶ τὰ ἐπὶ καρδίαν δὲ ἀνθρώπου μὴ ἀναβεβηκότα μείζονά έστιν τῆς τοῦ Ἰακὼβ πηγῆς, ἀπὸ πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον φανερούμενα τοῖς οὐκέτι καρδίαν ἀνθρώπου ἔχουσιν, ἀλλὰ δυναμένοις λέγειν· »Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, »ἵνα εἰδῶμεν [*](1 Vgl. Job. 4, 13. — 6 Jot. 21, 25. — 9 Vgl. Apok. 10, 4. — 10 Vgl. II Kor. 12, 4. — 12 I Kor. 6, 12. — 13 II Kor. 12, 4. — 19 Vgl. I Kor. 4, 6. — 20 Arist. eth. 9, 3. — 21 Sir. 3. 21 (22). — 23 Vgl. I Kor. 4, 6. — 25 Vgl. Apok. 10, 4. — 27 Vgl. Job. 21, 25. — 29 Vgl. | Kor. 2, 9. - 32 Vgl. Job. 4. 5. 14. — 34 I Kor. 2, 16 + 12f.) [*](3 ἴσχει, corr. Hu | 5 κατὰ] καὶ, corr. We | συνήθη] οὖν, ἤθη Μ, corr. Br | 6 καὶ] ἡ, corr. We | 11 ἦν2] ἢ Μ, ἢ ἐξὸν V, corr, Ausgg. | 14 ἐλάχιστα] ἐλαχίστας, corr. Br | 23 εἰδέναι] εἶναι, corr. Pr | 28 ῥήματα τὰ?)

231
»τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν »ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύματος«.

καὶ ἐπίστησον, εἰ οἷόν τ’ ἔστιν ἀνθρωπίνην σοφίαν μὴ τὰ ψευδῆ καλεῖν δόγματα, ἀλλὰ τὰ στοιχειωτικὰ τῆς ἀληθείας καὶ εἰς τοὺς ἔτι ἀνθρώπους φθάνοντα· τὰ δὲ διδακτὰ τοῦ πνεύματος τάχα ἐστὶν ἡ πηγὴ τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον.

εἰσαγωγαὶ οὖν εἰσιν αἱ γραφαί, ἀφ’ ὧν ἀκριβῶς νενοημένων νῦν ὀνομαζομένων πηγῆς τοῦ Ἰακὼβ ἀνελθετέον πρὸς τὸν Ἰησοῦν, ἱν οὐν] ἡμῖν χαρίσηται πηγὴν τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον.

οὐχ ὁμοίως δὲ πᾶς ἀντλεῖ ἀπὸ τῆς πηγῆς τοῦ Ἰακώβ· εἰ γὰρ ἔπιεν Ἰακὼβ ἐξ αὐτῆς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, διψῶσα δὲ καὶ ἡ Σαμαρεῖτις διέρχεται ἐπ’ αὐτὴν καὶ ἀντλεῖ, μήποτε καὶ ἄλλως ἔπινεν καὶ ἐπιστημόνως ὁ Ἰακὼβ σὺν τοῖς υἱοῖς· ἄλλως δὲ καὶ ἁπλούστερον καὶ κτηνωδέστερον καὶ] τὰ θρέμματα αὐτοῦ· ἄλλως δὲ παρὰ τὸν Ἰακὼβ καὶ τοὺς υἱοὺς καὶ τὰ θρέμματα αὐτοῦ ἡ Σαμαρεῖτις.

οἱ μὲν γὰρ κατὰ τὰς γραφὰς σοφοὶ πίνουσιν ὡς ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· οἱ δὲ ἁπλούστεροι καὶ ἀκεραιότεροι, οἱ λεγόμενοι »πρόβατα Χριστοῦ«, πίνουσιν ὡς τὰ θρέμματα τοῦ Ἰακώβ· οἱ δὲ παρεκδεχόμενοι τὰς γραφὰς καὶ δύσφημά τινα συνιστάντες προφάσει τοῦ νενοηκέναι αὐτὰς πίνουσιν ὠς ἡ πρὸ τοῦ πιστεῦσαι εἰς Ἰησοῦν Σαμαρεῖτις ἔπινεν.

4, 15 Λέγει Πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδέ διέρχωμαι ἐνθάδε ἀντλεῖν.

Ἤδη δεύτερον »κύριον« ἀναγορεύει τὸν σωτῆρα ἡ Σαμαρεῖτις· πρότερον μὲν ὅτε φησί· »Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ »ἐστὶν βαθύ‘, ὅτε καὶ ἐπιζητεῖ πόθεν ἔχει τὸ ζῶν ὕδωρ, καὶ εἰ μείζων εἴη τοῦ νομιζομένου πατρὸς αὐτῇ Ἰακώβ· νῦν δὲ ὅτε καὶ αἰτεῖ ἀπὸ τοῦ ὕδατος τοῦ γινομένου πηγῆς ἐν τῷ πίνοντι ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.