Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ei τοίνυν ἐπιτέτευκται ἡμῖν ἡ ἔπαρσις τῶν ἀποστολικῶν ὀφθαλμῶν καὶ ἡ θέα τῶν χωρῶν, λευκῶν ἤδη πρὸς θερισμὸν οὐσῶν, ἤδη ἀκολούθως τούτοις ἐξεταστέον τί τὸ »Ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ »καὶ ὁ θερίζων«.

οἶμαι δὴ ὅτι ἐπὶ πάσης τῆς ἐκ πλειόνων θεωρημάτων τέχνης καὶ ἐπιστήμης σπείρει μὲν ὁ τὰς ἀρχὰς εὑρίσκων, ἅστινας ἕτεροι παραλαμβάνοντες καὶ ἐπεξεργαζόμενοι αὐτὰς ἑτέροις τὰ ὑπὸ αὐτῶν εὑρημένα παραδιδόντες, αἴτιοι ἐξ ὡν εὑρήκασιν γίνονται τοῖς μεταγενεστέροις οὐ δυνηθεῖσιν τάς τε ἀρχὰς εὑρεῖν καὶ τὰ ἑξῆς ἐπισυνάψαι καὶ τὸ τέλος τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ἐπιθεῖναι, τοῦ συμπληρωθεισῶν τῶν τοιούτων τεχνῶν καὶ ἐπιστημῶν πλήρη τὸν καρπὸν ὡς ἐν θερισμῷ αὐτῶν ἀναλαβεῖν.

εἰ δὲ τοῦτο ἐπὶ τεχνῶν ἐστιν ἀληθὲς καί τινων ἐπιστημῶν, πόσῳ πλέον ἐπὶ τῆς τέχνης τῶν τεχνῶν καὶ ἐπιστήμης τῶν ἐπιστημῶν ἔστι συνιδεῖν; τὰ γὰρ εὑρεθέντα ὑπὸ τῶν προτέρων ἐπεξεργασάμενοι οἱ μετ' αὐτοὺς παραδεδώκασιν τοῖς ἑξῆς ἐξεταστικῶς Προσιοῦσιν τοῖς εὑρεθεῖσιν ἀφορμὰς τοῦ τὸ ἓν σῶμα τῆς ἀληθείας μετὰ σοφίας συναχθῆναι.

πληρωθέντος δὴ τοῦ παντὸς ἔργου τῆς τέχνης τῶν τεχνῶν, »ὁ σπεί- »ρων ὁμοῦ χαίρει καὶ ὁ θερίζων«, τοῦ ἀμειβομένου θεοῦ εἰς ἓν πάντας τέλος συνάγοντος.

ὅρα δὲ εἰ οἱ μὲν »σπείροντές« εἰσιν Μωσῆς καὶ προφῆται, γράψαντες τὰ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν καὶ κηρύξαντες τὴν Χριστοῦ ἐπιδημίαν· »οἱ θερί [*](2 Matth. 6, 4. — 4 Job. 4, 36. — 14 Vgl. c. 45. — 17 Vgl. Joh. 4, 35. — 18 Job. 4, 36. — 32 Vgl. Job. 4, 36. — 35 Vgl. I Kor. 10, 11.) [*](5 νομίζειν Ι 10 ἢ 2] ον, corr. Ausgg. | 34 εἰ οἱ] οἱοι Ι 36 οἱ + AVe, vgl. Ζ. 34)

273
»σαντες« δὲ οἱ τὸν χριστὸν παραδεξάμενοι καὶ τεθεαμένοι τὴν δόξαν αὐτοῦ ἀπόστολοι, συμφωνοῦσαν τοῖς προφητικοῖς περὶ αὐτοῦ λογικοῖς σπέρμασιν θερισθεῖσιν κατὰ τὴν ἐπεξεργασίαν καὶ κατανόησιν τοῦ κεκρυμμένου μυστηρίου ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ ἐπ ἐσχάτου τῶν καιρῶν, ὅπερ »ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις‘.

σπέρμα δὲ ἦν ὁ πᾶς λόγος κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου καὶ νῦν φανερωθέντος διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτε τὸ φῶς τὸ ἀληθινὸν πεποίηκεν τὰς χώρας, ἐπιλάμψαν αὐταῖς, λευκὰς πρὸς θερισμὸν ἤδη.

Κατά τοῦτον δὴ τὸν λόγον αἱ χῶραι, ἐν αἷς κατεβέβλητο τὰ σπέρματα, αἱ νομικαὶ καὶ προφητικαί εἰσιν γραφαί, αἵτινες οὐκ ἦσαν λευκαὶ τοῖς τὴν παρουσίαν τοῦ λόγου μὴ κεχωρηκόσιν, γίνονται δὲ τοιαῦται τοῖς μαθητευομένοις τώ υἱῷ τοῦ θεοῦ καὶ πειθομένοις λέγοντι· »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«.

ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωϋσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἕνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτῶν καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων.

τὸ μὲν οὖν τὸν σπείροντα ὁμοῦ καὶ τὸν θερίζοντα χαίρειν, ὅτε »ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός« ἐν τῷ μέλλοντι αἰῶνι, πᾶς ὁστισοῦν ὁμολογήσει τῶν ἀνεγνωκότων· »Ὅτι πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ ἱσαὰκ καὶ Ἰακὼβ ἐν τῇ

βασιλείᾳ τῶν οὐρανῶν( τὸ δὲ καὶ ἤδη πάντα τὸν σπείροντα μετὰ παντὸς τοῦ θερίζοντος χαίρειν εἴ τις διστάζει παραδέξασθαι, νοησάτω ὅτι θερισμός πως ἦν τις ἡ μεταμόρφωσις Ἰησοῦ ἐν δόξῃ φαινομένου οὐ μόνον τοῖς θερισταῖς Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς συναναβᾶσιν αὐτῶ , ἀλλὰ καὶ τοῖς σπείρασιν Μωσῇ καὶ Ἠλίᾳ· ἅμα γὰρ αὐτοῖς χαίρουσιν ὁρῶντες τὴν δόξαν τοῦ υἱοῦ τοῦ θεοῦ, ἥντινα ἐπὶ τοσοῦτον πεφωτισμένην ὑπὸ τοῦ πατρὸς καὶ φωτίζουσαν τοὺς ὁρῶντας πρότερον οὐχ ἑωράκει Μωσῆς καὶ Ἠλίας, ὡς νῦν θεῶνται [*](1 Vgl. Job. 1, 14. — 4 Vgl. Eph. 3, 9; Ι Petr. 1, 20. — 5 Eph. 8, 5. — 8 Vgl. Rom. 16, 25 f. — 9 Vgl. II Tim. 1, 10. — 10 Vgl. Job. 1, 9. — 11 Vgl. Job. 4, 35. — 16 Job. 4, 35. — 22 Vgl. II Kor. 9, 10. — 23 Jes. 35, 10. — 24 Vgl. Rom. 9, 2. — 25 Mattb. 8, 11. — 29 Vgl. Matth. 17, 1 ff.) [*](2 λογικοὶ ὁ Μ Ι 10 ἐπέλαμψαν, corr, Br Ι 20 αὐτῶν 2] αὐτὸν Μ, corr. Pr, αὐτὰς Br ; aber καρπὸν kann mit beiden Verben verbunden werden Ι 22 χωρῶν] κωμῶν, crr. Pr—χορηγούντων, corr. V.)

274
ἅμα τοῖς ἁγίοις ἀποστόλοις.

ὡς καθολικῷ δὲ ἴσον δυνάμενον λαμβάνομεν τὸ »Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς »ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων« διὰ τὸ ἐν τοῖς ἑξῆς πλείονας λέγεσθαι τοὺς θεριστὰς καὶ πλείονας τοὺς κεκοπιακότας, δῆλον ὅτι εἰς τὸ σπεῖραι.

λέγεται γὰρ ὡς πρὸς πολλοὺς θεριστὰς τὸ »Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιά- »κατε«, καὶ ὡς πολλῶν ἐν τῷ σπόρῶ κεκμηκότων τὸ »Ἄλλοι κεκο- »πιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε«.

ἴσον δὲ δύναται καθολικῷ τὸ » Ὁ θερίζων μισθὸν λαμβάνει« καὶ τὸ ἑξῆς τοιοῦτον· »πᾶς ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς »ζωὴν αἰώνιον«, ἵνα πᾶς ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ πᾶς ὁ θερίζων«,

Ταῦτα δὲ οἱ μέν τινες ἑτοίμως παραδέξονται, μὴ διστάζοντες περὶ τοῦ τὰ ἀποκεκρυμμένα ταῖς πάλαι γενεαῖς καὶ αὐτῷ Μωσεῖ καὶ τοῖς προφήταις πεφανερῶσθαι τοῖς ἁγίοις ἀποστόλοις κατὰ τὴν Χριστοῦ ἐπιδημίαν, φωτίσαντος αὐτοῖς τὸ φῶς τὸ τῆς γμώσεως τῆς πάσης γραφῆς· ἕτεροι δὲ ὀκνήσουσιν προσέσθαι, μὴ τολμῶντες λέγειν τὸν τηλικοῦτον Μωσέα καὶ τοὺς προφήτας μὴ ἐφθακέναι ἔτι ὄντας ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐπὶ τὰ τοῖς ἀποστόλοις νενοημένα, καὶ τοῦτο ταῖς θείαις γραφαῖς ἐνεσπαρμένα ταῖς ὑπ' αὐτῶν διακονηθείσαις.

χρήσονται δὲ οἱ πρότεροι τῷ »Πολλοὶ »προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ »εἶδον, καὶ ἀκοῦσαι <ἃ> ἀκούετε καὶ οὐκ ἤκουσαν«, καὶ τῷ »Ἰδού, πλεῖον Σολομῶνος ὡδε«, καὶ τῷ »Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη »τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀπο- »στόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ »σύνσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ«, καὶ τῷ ἐν τῷ Δανιὴλ γεγραμμένῳ μετά τινα ὅρασιν, ὅτι »Ἀνέστην, καὶ οὐκ ἦν ὁ »συνιών«, καὶ τῷ ἐν τῷ Ἡσαΐᾳ »Εἰσὶν οἱ λόγοι τοῦ βιβλίου τούτου ὡς βιβλίον ἀνθρώπου ἐσφραγισμένον, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ »μὴ ἐπισταμένῳ γράμματα λέγοντες· Ἀνάγνωθι, ἐρεῖ· Οὐκ ἐπίσταμαι »γράμματα· καὶ δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, καὶ »ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ«.

οἱ δὲ δεύτεροι ταῦτα πάντα διαλύσονται τῷ »Σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, »ἐπὶ δὲ χείλεσιν φορεῖ ἐπιγνωμοσύνην« λέγοντες λέγοντες καὶ ἕκαστον τῶν προφητῶν τὰ διακονηθέντα ὑπ’ αὐτῶν νενοηκέναι, οὐχ ὥστε [*](1 Joh. 4, 36. — 6 Joh. 4, 38. — 7 Joh. 4, 38. — 9 Joh. 4, 36. — 11 Joh. 4, 36. — 15 Vgl. Hos. 10, 12. — 20 Matth. 18, 17. — 23 Matth. 12, 42. — Eph. 3, 5 f. — 27 Dan. 8, 27. — 28 Jes. 29, 1 l f. — 33 Prov. 16, 23.) [*](3 χαίρει Ι 22 <ἃ> + V Ι τῷ], το Μ, τῷ V Ι 29 ἐσφραγισμένου, corr. V Ι δῶσιν] a. Ras., urspr, viell ει Ι 31 δώσουσιν] ου a. Ras.)

275
καὶ ἑτέροις παραδοῦναι καὶ ἀναπτύξαι τὰ μυστήρια· τοὺς μέντοι γε ἀποστόλους, ὡς ἐν καιρῷ ἀποκαλύψεως γενομένους, εἰπεῖν ἄν· »Στή- »κετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε« καὶ »Ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώ- »ποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαις«, καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν, ἃ ἔβλεπον οἱ ἀπόστολοι καὶ ἃ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἠν τὸ »Ἤκουσα ἄρρητα »ῥήματα, ὃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι« καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις.

Ἔτι δὲ καὶ πρὸς τούτοις τὸ ῥητὸν θεασώμεθα, οἵαν εἶναι τὴν αἰτίαν διηγεῖται τοῦ θερίζοντα μισθὸν λαμβάνειν καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον ὁ εὐαγγελιστὴς λέγων· »Ἰνα ὁ σπείρων ὁμοῦ »χαίρῃ καὶ ὁ θερίζων«.

εἰ δέ, ἴνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων, ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, τάχα ὁ σπείρων, κοινωνῶν τῷ μισθῷ τοῦ θερίζοντος καὶ τῇ συναγωγῇ τοῦ εἰς ζωὴν αἰώνιον συναγομένου καρποῦ, ἅμα τῷ θερίζοντι χαρήσεται.

ἄλλος δέ τις ἐρεῖ ὅλα τὰ νομικὰ καὶ τὰ προφητικὰ ἀκριβῶς κατὰ τὴν πνευματικὴν ἐκδοχὴν νενοημένα Μωσεῖ καὶ τοῖς προφήταις καὶ ὡς ἐχρῆν κεκαλυμμένως καὶ ἐσκεπασμένως ἀναγεγραμμένα τὰ ἐσπαρμένα εἶναι· ἐπεὶ δὲ »Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, »αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει«, δῆλον ὅτι οἱ ἀπόστολοι σπέρμασιν ἀπορρητοτέρων καὶ βαθυτέρων χρησάμενοι τοῖς ὑπὸ Μωσέως καὶ τῶν προφητῶν νενοημένοις, διαβεβήκασιν ἐπὶ τὸ εἰς πολλαπλασίονα φθάσαι τῆς θεάματα, Ἰησοῦ Ἰησοῦ ἐπαίροντος αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ φωτίζοντος αὐτῶν τὰς διανοίας, καὶ ἠν τὰ πολλαπλασίονα θερισμὸς τῶν πολλῶν χωρῶν· οὐχ ὡς ὑποδεέστεροι δὲ οἱ προφῆται καὶ Μωσῆς ἀρχῆθεν οὐκ εἶδον ὅσα οἱ ἀπόστολοι κατὰ τὴν Ἰησοῦ ἐπιδημίαν, ἀλλ' ὡς περιμένοντες τὸ πλήρωμα τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν μετὰ τοῦ ἐξαιρέτου τῆς Ἰησοῦ Χριστοῦ ἐπιδημίας καὶ ἐξαίρετα παρὰ τά λελαλημένα πώποτε ἐν τῷ κόσμῳ ἢ γεγραμμέμα ἀπο- [*](2 II Thess. 2, 15. — 3 II Tim. 2, 2. — 5 Vgl. Matth. 13, 17. — 10 II Kor. 12, 4. — 15 Joh. 4, 36. — 23 Sir. 21, 15 (18). — 27 Vgl. Job. 4, 35. — 30 Vgl. Matth. 13, 17. — 31 Vgl. Gal. 4, 4.) [*](9 ἀπερρητοῖς πε a. Ras.), corr. V Ι 13 πρὸς + Pr Ι οἵαν εἶναι τὴν αἰτίαν] εἶναι τιναν, corr. Pr; ὅρον εἶναι τινα Br (nach Mitteilung an Koetschau) Ι 17 ὁ <ὁ θερίζων + We Ι μισθὸν λαμβάνει a. Ras. Ι 24 προσθήσει] θη a. Ras. Ι 30 οὐκ εἶδον> +)

276
καλυφθῆναι ὑπὸ τοῦ οὐχ ἁρπαγμὸν ἡγησαμένου »τὸ εἶναι ἴσα θεῷ«, ἀλλ’ ἑαυτὸν κενώσαντος καὶ »μορφὴν δούλου« εἰληφότος.

IV, 37. Ἐν γὰρ τούτῷ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.

Εἴτε κατὰ τὸ ἀπὸ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ληφθὲν παράδειγμα ἐκλαμβάνοιμεν τὰ κατὰ τὸν τόπον, σαφὲς πῶς ἀληθινὸς λόγος ἐστὶν τὸ ἄλλον μὲν εἶναι τὸν σπείροντα ἄλλον δὲ τὸν θερίζοντα· εἴτε κατὰ τὸ ἐσπαρκέναι μὲν Μωσέα καὶ τοὺς προφήτας, τεθεωρηκέναι δὲ λευκῶν γενομένων τῶν χωρῶν τοὺς ἐπάραντας τοὺς ὀφθαλμοὺς κατὰ τὰς ὑποθήκας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἵνα θεάσωνται τὰς χώρας πῶς ἠσαν λευκαὶ πρὸς θερισμὸν ἤδη, καὶ οὕτω δῆλον πῶς ἄλλος ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.