Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ δὲ μὴ οὕτως τις παραδέχεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι »καλόν«, διηγησάσθω πῶς έν τῷ »Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν »ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ »οὐρανοῦ« σώζεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι καλόν«, καὶ μάλιστα ἐπεὶ » Ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα«.

ἀλλὰ ὁ λόγος ὁ περὶ ἑκάστου τούτων ἐστὶν ὁραθεὶς θεῷ τὸ »καλόν«. τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ » Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα καὶ » ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος« λεκτέον, οἷς καὶ ἐπιφέρεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι καλόν( πῶς γὰρ καλὸν τὰ θηρία καὶ τὰ ἐρπετά,

εἰ μὴ ἄρα ὁ λόγος ὁ περὶ αὐτῶν έστιν τὸ καλόν;

[*](2 Vgl. Luk. 6, 20. — 5 Vgl. Luk. 16, 23. — 7 Luk. 13, 11. — 11 Job. 4 35. — 13 Vgl. Gal. 5, 19. — 15 Job. 4, 35. — 21 Vgl. II Kor. 3, 18. — 23 Gen. 1, 10. — 24 Vgl. in Gen. bom. I, 10. — 27 Gen. 1, 20. — 30 Vgl. Gen. 1, 21. — 32 Gen. 1, 24. — 34 Gen. 1, 25.)[*](1 συναχθεῖσιν] συν und ν a. Ras. Ι 5 βασάνοις] βασιλείοις, corr. Β Ι 6 βλέπειν 8 τὸ] τὰ, corr. V Ι 17 πληρουμένης Ausgg. Ι 32 τετράποδα a. Ras.)
269

Ταῦτα δ’ ἡμῖν λέγεται διὰ τὸ »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«, προτρέποντος τοῦ παρόντος τοῖς μαθηταῖς λόγου τοὺς ἀκροατὰς ἐπαίρειν τοὺς ὀφθαλμοὺς ἐπί τε τὰς χώρας τῆς γραφῆς καὶ ἐπὶ τὰς χώρας τοῦ ἐν ἑκάστῳ τῶν ὄντων λόγου, ἵνα τὴν λευκότητα καὶ τὴν λαμπρότητα θεάσηταί τις τοῦ τῆς ἀληθείας πανταχοῦ φωτός· »Πάντα »γὰρ ἐνώπιον τοῖς νοοῦσιν«, κατὰ τὸν Σολομῶντα, »ὀρθὰ δὲ τοῖς βου- »λομένοις ἀπονείμασθαι αἴσθησιν«.

4, 36 Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζο,ὴν αὐώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὅ θερίζων.

Ποσαχῶς ὁ θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ' ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἴνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται ἡ λέξις.

ὁρῶμεν δὴ ἐν τῷ κατὰ Ματθαῖον, ἡνίκα »προσῆλθον οἱ μαθηταὸ τῷ κυρίῳ λέγοντες· Διασά- »φησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ« διδασκαλίαν περὶ ταύτης τοῦ κυρίου μεθ’ ἕτερα λέγουσαν· »Ὁ δὲ θερισμὸς συν- »τέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν«.

ἀλλὰ μὴν καὶ ἐν ἑτέρῳ τόπῳ περὶ τοῦ πλήθους τῶν πιστευόντων ἀπορούντων διδασκαλίας τρανούσης αὐτοῖς περὶ ὡν πιστεύουσιν, φησὶν ὁ σωτὴρ ἡμῶν· »Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὐν »τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν »αὐτοῦ«.

πρὸς τούτοις ὁ ἀπόστολος σπόρον μὲν ὀνομάζει τὴν ἐν τῷ βίῳ τούτῳ εὐποιίαν ἢ ἁμαρτίαν τῶν ἀνθρώπων, θερισμὸν δὲ τὰ διὰ τὰ ἐνταῦθα κατορθώματα ἢ ἁμαρτήματα ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποκείμεναι οὕτω λέγων· »Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ »θερίσει ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· »ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον«.

κατά τινος δὲ παραπλησίου τοῦ σημαινομένου νομίζω καὶ τὸν προφήτην φερόμενον ἐν ψαλμοῖς εἰρηκέναι· »Οἱ σπείροντες έν δάκρυσιν »ἐν ἀγαλλιάσει θεριοῦσιν. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴρον- »τες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες [*](1 Joh. 4, 35. — 6 Prov. 8, 9. — 15 Matth. 13, 36. — 17 Matth. 13, 39. — 21 Matth. 9, 37 f. — 26 Gal. 6, 7 f. - 30 Ps. 125, 5 f. 7 σολομῶν Ι 12 ὃ νομί(ω | 13 καθαρθέντος, corr. We ·Ι 14 ἐροῦμεν, corr. Pr) [*](15 διασάφησον mit B, aber Comm. in Mt. X, 1 mit den andern Hss. φράσον Vgl. Griesbach, op. acad. I, 253 Ι 24 εὐπορίαν, corr. Br Ι 26 ἐὰν mit AxCDc 17. 47. KLP; ἂν BD*FG. 37 Ι 32 ἐχόμενοι, corr. V.)

270
»τὰ δράγματα αὐτῶν«.

κεῖται δὲ τὸ ὄνομα πολλαχοῦ καὶ ἐπὶ τῆς συνηθείας, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ διὰ τούτων· »Αὑται δὲ παρε- »γενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν«. πέντε δὲη ἐπ·ὶ τοῦ παρόντος ἐκτεθέντων σημαινομένων φανερὸν μὲν ὅτι οὐ τὸ ἐν τῇ συνηθείᾳ δηλούμενον ἐνταῦθα εἴρηται, ἀλλ' οὐδὲ τὸ ἐπὶ τῆς συντελείας τεταγμένον· οὔτε γὰρ τὸ έν τῇ συνηθείᾳ »ὁ »μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον«, οὔτε περὶ τῶν θεριστῶν ἀγγέλων τὸ προτρεπτικὸν εἰς τὸ θερίζειν εὕλογον ἐν τῷ τόπῳ τούτῳ νοεῖν.

ἀλλ' οὐδὲ κατὰ τὸ »Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθορὰν καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα »ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον« οἷόν τε ἐνθάδε λαμβάνειν τὸ »Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν »αἰώνιον«.

κατὰ μὲν γὰρ τὰ ἀποστολικὰ ῥητὰ ὁ αὐτός ἐστιν ὁ σπείρων καὶ ὁ θερίζων, εἴτε εἰς τὴν σάρκα, εἴτε εἰς τὸ πνεῦμα, καὶ διὰ τοῦτο συνάγων ἤτοι φθορὰν ἢ ζωὴν αἰώνιον· κατὰ δὲ τὰ ἐνεστηκότα ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.

ὁμοίως δὲ ὁ αὐτὸς μὲν σπείρει καὶ θερίζει καθ' ὃ παρεθέμεθα ἐν ψαλμοῖς ῥητὸν διαφέρον τοῦ ἀποστολικοῦ τῷ μυστικωτέρῳ καὶ ἀπορρητο- τέρῳ· τὸ μὲν γὰρ ἀποστολικὸν ἁπλούστερον εἴρηται οὐ διδάσκον περὶ τῆς διαφόρου φύσεως τῶν σπερμάτων πόθεν λαμβάνεται· τὸ δὲ ἀπὸ τῶν ψαλμῶν δοκεῖ μοι δηλοῦν περὶ τῆς καθόδου τῶν εὐγενεστέρων ψυχῶν παραγινομένων εἰς τὸν βίον τοῦτον μετὰ τῶν σωτηρίων σπερμάτων, καὶ παραγινομένων γε οἱονεὶ ἀκουσίως μετὰ στεναγμοῦ, ἐπανερχομένων δὲ ἐν ἀγαλλιάσει διὰ τὸ καλῶς γεγεωργηκέναι καὶ ηὐξηκέναι καὶ πεπληθυνκέναι τὰ σπέρματα, μεθ’ ὡν ἐληλύθασιν. »ἄλλος »δέ ἐστιν ὁ σπείρων καὶ ἀλλος ὁ θερίζων« ἐν τῇ προκειμένῃ λέξει.

Καὶ ἐρεῖ γε ὁ Ἡρακλέων, τάχα δὲ τούτῳ κατὰ τὴν ἐκδοχὴν ταύτην συμπεριφερόμενός τις καὶ ἐκκλησιαστικός, ὅτι τῷ κατὰ τὸ » Ὁ θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι« σημαινομένῳ ὁμοίως ταῦτα εἴρηται, τῷ ἑτοίμους πρὸς θερισμὸν καὶ ἐπιτηδείους πρὸς τὸ ἤδη συναχθῆναι εἰς τὴν ἀποθήκην διὰ τῆς πίστεως εἰς ἀνάπαυσιν εἶναι, καὶ ἐπιτηδείους πρὸς σωτηρίαν καὶ παραδοχὴν τοῦ λόγου· κατὰ μὲν τὸν Ἡρακλέωνα διὰ τὴν κατασκευὴν αὐτῶν καὶ τὴν φύσιν, κατὰ δὲ τὸν ἐκκλησιαστικὸν διά τινα εὐτρεπισμὸν Ι τοῦ ἡγεμονικοῦ ἑτοίμου πρὸς τελείωσιν, ἴνα καὶ θερισθῇ.

[*](2 Ruth 1, 22. — 6 Job. 4, 36. — 9 Gal. 6, 8. — 12 Job. 4, 86. — 13 Vgl. Gal. 6, 7. — 15 Vgl. Gal. 6, 8. — 16 Vgl. Joh. 4, 37. — 17 Vgl. Ps. 125, 5. — 18 Vgl. Gal. 6, 7 f. — 25 Joh. 4, 37. — 29 Matth. 9, 37. — 31 Vgl. Matth. 13, 30.)[*](2 αὐτὰ εἰ, corr. Ausgg. Ι 6 τὸ ἐν] ἤν, corr. Br. Ι ὁ + V Ι 11 οιονται Ι εἴτε 2 a. Ras. Ι 31 ἤδη] ηδ a. Ras. Ι 35 εὐτρεπισμὸν verblichen.)
271

Λεκτέον οὖν πρὸς τοὺς οὕτως ἐκδεξαμένους, εἰ βούλονται παραδέξασθαι, μήποτε γεγονέναι πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας θερισμὸν παραπλήσιον τῷ οὕτως ἂν ἐλπισθέντι ἀπὸ τῶν χρόνων τοῦ εὐαγγελικοῦ κηρύγματος· εἰ γὰρ τῷ εἶναι τὸν θερισμὸν πολὺν πολλοὶ πεπιστεύκασιν , καίτοι γε ὀλίγων ὄντων τῶν ἐργατῶν ἀποστόλων ὡς πρὸς τὸ πλῆθος τῶν παραδεξαμένων τὸν λόγον, ἤτοι διὰ τὸ »Θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη« οὐδεὶς πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας πεπίστευκεν, ἀλλ’ οὐδὲ γέγονέν τις πιστευόντων ἐργάτης, ὅπερ ἐστὶν ἀτοπώτατον φάσκειν· Ἀβραὰμ καὶ Μωσέα καὶ τοὺς προφήτας μήτε τὴν τῶν ἐργατῶν ἐσχηκέναι χώραν, μήτε τὴν τῶν θεριζομένων, ἢ εἴπερ καὶ πρότερον γεγόνασιν ἐργάται καὶ θερισμός, οὐδὲν δόξει παράδοξον ὁ σωτὴρ ἐπαγγέλλεσθαι τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, ἕνα θεάσωνται τὰς χώρας »ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. ἐκ τούτων δὴ δύναταίπως εἶναι σαφές, ὅτι οὐδὲν τῶν προειρημένων ἐστὶν ἐνθάδε νοούμενον κατὰ τὸν θερισμόν· ἀλλ’ οὐδὲ τὸ παρὰ τῷ ἀποστόλῳ ἐν ἄλλῳ τόπῳ νοηθὲν ἐνθάδε ἐφαρμόσει λέγοντι· »Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις »καὶ θερίσει«.

Ζητῶμεν οὖν ἕβδομον σημαινόμενον κατάλληλον τοῖς προαποδεδομένοις εἰς τὸ »Οὐχ ὑμεῖς λέγετε· Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται;« καὶ εἰς τὸ »Ἰδοὺ λέγω ὑμῖν Ἑπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«.

ὁ δὴ περὶ τῆς σαφηνείας τῶν γραφῶν τρανὴς λόγος, ἢ ὁ περὶ τοῦ πῶς πάντα, ὅσα ὁ θεὸς ἐποίησεν, καλὰ λίαν, εἴρηται ἡμῖν ὁ θερισμός, ὅντινα ὁ θερίζων δύο καρποὺς τοῦ θερίζειν ἔχει· ἕνα μὲν ὅτε λαμβάνει μισθόν, ἕτερον δὲ ὅτε συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.

καὶ νομίζω διὰ μὲν τὰς μετὰ ταῦτα ἐπαγγελίας ἐσομένας κατὰ τὰ γεγραμμένα· »Ἰδοὺ κύριος ἔρχεται καὶ ὁ μισθὸς »αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ« εἰρῆσθαι τὸ »Μισθὸν λαμβάνει«· διὰ δὲ τὴν ἀπ’ αὐτῆς τῆς θεωρίας ὠφέλειαν, αὐτόθεν κατὰ φύσιν οὖσαν τῷ νῷ καὶ τῇ λογικῇ ἐξαίρετον τυγχάνουσαν καὶ χωρὶς ἑτέρων παρὰ ταύτην ἐπαγγελιῶν γεγράφθαι τὸ »Συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ὅπερ εὐπάθειάν τινα τοῦ [*](5 Vgl. Matth. 9, 37. — 7 Job. 4, 35. — 13 Vgl. Job. 4, 35. — 15 Vgl. S. 269 11 ff. — 17 II Kor. 9, 6. — 21 Job. 4, 35. — 25 Vgl. S. 268, 23 ff. — 27 Vgl. Joh. 4, 35. — 29 Vgl. Apok. 22, 12. Vgl. Jes. 40, 10. Ps. 61, 13. — 31 Job. 4 36 — 34 Job. 4, 36.) [*](1 ἐκδεξομένους? „vgl. S. 270, 27 ἐρεῖ” We Ι 8 πεπιστευκέναι, corr. Ausgg. Ι 20 ζητοῦμεν, corr. Pr Ι 24 σαφηνίας Ι 27 ὅτι — ὅτι, corr. Pr Ι 29 ἔρχεται nach 22, 12 Ι 32 αὐτόθεν] αὐτὴν θείαν?)

272
ἡγεμονικοῦ δηλοῖ, ὡς καὶ ἐν τῷ τρίτῶ τῶν Στρωματέων παρεστήσαμεν διηγούμενοι τὸ »Ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀπο- »δώσει σοι«.

Ὁ δὲ Ἡρακλέων τὸ »Ὁ θερίζων μισθὸν λαμ- »βάνει« εἰρῆσθαι νομίζει ἐπεὶ θεριστὴν ἑαυτὸν λέγει, φησίν ὁ σωτήρ. σωτήρ. καὶ τὸν μισθὸν τοῦ κυρίου ἡμῶν ὑπολαμβάνει εἶναι τὴν τῶν θεριζομένων σωτηρίαν καὶ ἀποκατάσταστασιν τῷ ἀναπαύεσθαι αὐτὸν ἐπ' αὐτοῖς. τὸ δὲ Καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰ ώνιον« φησὶν εἰρῆσθαι, ἢ ὅτι τὸ συναγόμενον καρπὸς ζωῆς αἰωνίου ἐστίν, ἢ καὶ αὐτὸ ζωὴ αἰώνιος.

ἀλλὰ αὐτόθεν νομίζω βίαιον εἶναι τὴν διήγησιν αὐτοῦ, φάσκοντος τὸν σωτῆρα μισθὸν λαμβάνειν καὶ συγχέοντος τὸν μισθὸν καὶ τὴν συναγωγὴν τοῦ καρποῦ εἰς ἒν ἄντικρυς τῆς γραφῆς δύο πράγματα παριστάσης, ὡς προδιηγησάμεθα.