Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

σκόπει δὲ εἰ τὸ »ἄλλος« καὶ »ἄλλος« δυνατὸν νοῆσαι διὰ τὸ ἐκείνους μὲν ἐπὶ τοιᾷδε βίου ἀγωγῇ δικαιοῦσθαι, τούτους δὲ ἐπὶ ἑτέρᾳ παρ' ἐκείνην, ὥστε εἰπεῖν ἄλλον μὲν τὸν νομικόν, ἄλλον δὲ τὸν εὐαγγελικόν. πλὴν ἅμα χαίρουσιν ἑνὸς τέλους ἀπὸ ἑνὸς θεοῦ διὰ ἑνὸς Χριστοῦ ἐν ἑνὶ ἁγίῳ πνεύματι ἀμφοτέροις ἀποκειμένου.

Ὁ δ' Ἡρακλέων τὸ »Ἵνα ὁ σπείρων ὁ μοῦ χαίρῃ καὶ »ὁ θερίζων« οὕτω διηγήσατο· χαίρει μὲν γάρ, φησίν, ὁ σπείρων ὅτι σπείρει, καὶ ὅτι ἤδη τινὰ τῶν σπερμάτων αὐτοῦ συνάγεται ἐλπίδα ἔχων τὴν αὐτὴν καὶ περὶ τῶν λοιπῶν· ὁ δὲ θερίζων ὁμοίως ὅτι καὶ θερίζει· ἀλλ' ὁ μὲν πρῶτος ἤρξατο σπείρων, ὁ δὲ ὕστερος θερίζων.

οὐ γὰρ τῷ αὐτω ἐδύναντο ἀμφότεροι ἄρξασθαι· ἔδει γὰρ πρῶτον σπαρῆναι, εἶθ' ὕστερον θερισθῆναι. παυσαμένου μέντοι γε τοῦ σπείροντος σπείρειν, ἔτι θεριεῖ ὁ θερίζων· ἐπὶ μέντοι τοῦ παρόντος ἀμφότεροι τὸ ἴδιον ἔργον ἐνεργοῦντες ὁμοῦ χαίρουσιν κοινὴν χαρὰν τὴν τῶν σπερμάτων τελειότητα ἡγούμενοι.

ἔτι δὲ καὶ εἰς τὸ »Ἐν τούτω »ἐστὶν ὁ λόγος ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων‘ φησὶν· ὁ μὲν γὰρ ὑπὲρ τὸν τόπον υἱὸς ἀνθρώπου σπείρει· ὁ δὲ σωτήρ, ὢν καὶ αὐτὸς υἱὸς ἀνθρώπου, θερίζει καὶ θεριστὰς πέμπει τοὺς διὰ τῶν μαθητῶν νοουμένους ἀγγέλους ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ [*](1 Vgl. Phil. 2, 6 f. — 5 Vgl. S. 272, 19 ff. — 7 Vgl. Job. 4, 37. — 9 Vgl. Joh. 4, –11 Vgl. Job. 4, 35. — 12 Vgl. Job. 4, 37. — 16 Vgl. Job. 4, 36. — 18 Job. 4, 36. — 29 Job. 4, 37. — 31 Vgl. Mattb. 13, 37 f.) [*](1 ἀπὸ Ι 22 ὅτι] τι, corr. Br Ι θερίσει, corr. Br Ι 23 δὲ ὕστερος] δεύτερος, nacb Ζ. 25 corr. We Ι 32 υἱὸς] υἱὸν, corr. Ferrarius.)

277
ψυχήν. οὐ πάνυ δὲ σαφῶς ἐξέθετο τοὺς δύο υἱοὺς τοῦ ἀνθρώπου τίνες εἰσίν, ὡν ὁ εἷς σπείρει καὶ ὁ εἷς θερίζει.

IV, 38. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

Οὐ χαλεπὸν ἐκ τῶν προειρημένων θεωρῆσαι πῶς ἀπέστειλεν ὁ Ἰησοῦς τοὺς μαθητὰς θερίζειν τοῦτο, εἰς ὃ οὐκ αὐτοὶ κεκοπιάκασιν, ἀλλ᾿ οἱ πρὸ αὐτῶν· καμόντος γὰρ Μωσέως καὶ τῶν προφητῶν, ἴνα χωρῆσαι δυνηθῶσιν νοῆσαι τὰ μυστήρια, ὧν τὰ ἴχνη ἐν τοῖς γράμμασιν ἑαυτῶν ἡμῖν καταλελόίπασιν, εἰς τὸν Μωσέως καὶ τῶν προφητῶν κόπον οἱ ἀπόστολοι εἰσεληλύθασιν, Ἰησοῦ μυσταγωγοῦντος θερίζοντες καὶ συνάγοντες εἰς τὰς ἀποθήκας τῆς ψυχῆς ἑαυτῶν τὸν ἐν ἐκείνοις νοῦν.

καὶ ἀεὶ δὲ ὁ λόγος τοῖς μαθητευομένοις γνησίως ποιεῖ τοὺς τῶν προτέρων καμάτους σαφεστέρους, χωρὶς τοῦ ὁμοίου τοῖς σπείρασιν κόπου. εἰς ὅλα δὲ τὰ περὶ τῶν ὑπὸ ἄλλων 〈σπειρομένων καὶ ὑπ᾿ ἄλλων〉 θεριζομένων καὶ τοῦτο ἐπισκοπητέον, μήποτε ἀγγέλων ἐπὶ τῆς σπορᾶς τῶν ἀνθρώπων τεταγμένων οἱ συνεργοὶ τῆς τελειώσεως τῶν ἐσπαρμένων ἀπόστολοι εἰς τὸν ἑτέρων κάματον εἰσέρχονται θερίζοντες καὶ καρποὺς ἐν τοῖς ὠφελημένοις εὑρίσκοντες, οὕστινας ἡ Ἰησοῦ ἐπιδημία ἑτοίμους πρὸς θερισμὸν καὶ πρὸ τῆς ἐλπιζομένης τετραμήνου πεποίηκεν.

ἐὰν δὲ ταῦθ᾿ οὕτως ἔχῃ, θεωρῆσαι ἄξιον εἰ καματηρά ἐστιν ἡ τῶν ἀΠέλων πρὸς τὸ ἐνσπείρεσθαι ψυχὰς σώμασιν λειτουργία, δύο τινὰ συναγόντων τῇ φύσει ἐναντία εἰς κρᾶσιν μίαν, καὶ ἐν καιρῷ τῷ τεταγμένῳ ἀρχομένων τε τὴν περὶ ἑκάστου ποιεῖν οἰκονομίαν καὶ εἰς τελεσφόρησιν προαγόντων τὸν προπεπλασμένον.

ἀλλ’ ἐρεῖ τις τούτοις ἐναντίον εἶναι τὸ αὐτὸν λέγεσθαι πλάσσειν τὸν θεὸν ἔν τε τῷ »Αἱ χεῖρές »σου ἐποίησάν με καὶ ἔπλασάν με« καὶ ἐν τώ »Πρὸ τοῦ με πλάσαι »σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας »ἡγίακά σε« πρὸς τοῦτο λεκτέον,

ὅτι ὥσπερ ὁ νόμος διετάγνη δι' ἀγγέλων, καὶ ὁ δι' ἀλλγέλων> λαληθεὶς λόγος ἐγένετο δ' ὅτι ὑπὸ θεοῦ λαληθείς, οὕτως ἀνδέχεται καὶ διὰ τῶν τεταγμένων ἐπὶ τῆς γενέσεως ἀγγέλων θεὸν πλάττειν ἐν κοιλίᾳ λέγειν.

οὐκ οἶδα [*](12 Vgl. Matth. 13, 30. — 20 Vgl. Job. 4, 35. — 27 Ps. 118, 73 (= ℵ aART). — 28 Jer. 1, 5. — 30 Vgl. Gal. 3, 19. — 31 Vgl. Hebr. 2, 2.) [*](4 αὐτὸν (wie 69) Ι 9 νοήσει? We Ι 11 κόπων | 16 τῶν] τοῦ, corr. Ausgg. Ι σπειρομένων καὶ ὑπ' ἄλλων> + We Ι 19 θερίζοντος, corr. V Ι 22 ἔχει Ι 24 corr. Br Ι 28 με πλάσαι] μεταπλάσαι. corr. V Ι 30 über τοῦτο von 1. Hd. το Ι 31 καὶ ὁ δι’ ἀγγέλων> + Br Ι 33 ἐπὶ] εἴη, corr. V Ι λέγεσθαι? vgl. Ζ. 27 We.)

278
δὲ εἰ χώραν ἔχει εἰς τὸ ἠπορημένον καὶ τοιοῦτόν τι λέγειν, ὅτι οἱ εἰπόντες »Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με« Ἰὼβ καὶ Δαβὶδ μερίδος ὄντες θεοῦ ἐπλάσθησαν, καὶ ὁ Ἱερεμίας ἀκούων Πρὸ τοῦ »με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε«· ὡς τῆς μερίδος ἐσόμενος τοῦ θεοῦ πέπλασται ὑπ᾿ αὐτοῦ· οἱ δὲ τῆς ἑτέρων μερίδος ὄντες ὑπὸ τῶν λαχόντων αὐτοὺς πλάττονται.

καὶ περιεργότερόν γε οὗτος ὁ λόγος ἐκλήψεται τὸ »Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν »ἡμετέραν« τοῦτο λέγοντος τοῦ θεοῦ περὶ πάντων ἀνθρώπων καὶ προκαταρχομένου τοῦ ἔργου, ὅπερ ἔργον ὕστερον καὶ ὑπὸ τῶν λοιπῶν, πρὸς οὓς ὁ λόγος, κατὰ τὴν οἰκείαν μερίδα γίνεται, τούτοις λέγοντος τοῦ θεοῦ »Ποιήσωμεν ἄνθ ρωπον«· οἷς καί φησιν ἐπὶ τῆς τῶν διαλέκτων συγχύσεως· Δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ »αὐτῶν τὴν γλῶσσαν«.

ταῦτα δὲ οὐκ ἀποφαινόμενοι λέγομεν· πολλῆς γὰρ βασάνου τὰ τηλικαῦτα χρῄζει, ἵν᾿ εὑρεθῇ πότερον οὕτως ἔχει ἢ ἑτέρως. οὐ καταφρονητέον δὲ καὶ τῆς τοιαύτης ἐκδοχῆς· ἕκαστος τῶν ἀνθρώπων μερίς ἐστί τινος κατὰ τὸ »Ὅτε διεμέριζεν »ὁ ὕψιστος ἔθνη, καὶ ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια Μνῶν »κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ »Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ«.

εἰ δὲ μερίς ἐστιν πάντως ἕκαστός τινος, διασπείραντος τοῦ θεοῦ τοὺς Ἀδὰμ υἱούς, ἔκαστος μὲν τῶν ἀγγέλων κάμνει περὶ τὴν ἰδίαν μερίδα, οἰκονομῶν τὰ κατ᾿ αὐτήν· ἐν δὲ τῇ τοῦ σωτῆρος ἐπιδημίᾳ λαμβάνονται αἰχμαλωτιζόμενοι εἰς τὴν ὑπακὸὴν τοῦ χριστοῦ ἀπὸ τῆς πάντων μερίδος διὰ τῶν ὑπηρετούντων τῷ εὐαγγελίῳ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ διδασκάλων ὑπὸ τοῦ χριστοῦ καὶ προσάγονται εἰς τὸ γενέσθαι τὰ ἔθνη κληρονομίαν τοῦ χριστοῦ.

μήποτε οὖν δύναται διὰ τοῦτο λέγεσθαι τοῖς ἀποστόλοις μετ᾿ ὀλίγον ἀκουσομένοις· »Πορεύεσθε, »μαθητεύσατε πάντα τὰ ἔθνη« τὸ »Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς »εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε«.

εἰ δὲ ἅγιοι ἄγγελοί εἰσιν οἱ τὰς λοιπὰς μερίδας παρὰ τὴν ἐκλεκτὴν εἰληχότες καὶ ἐπὶ τῆς διασπορᾶς τῶν ψυχῶν τεταγμένοι, οὐδέν ἐστιν ἄτοπον τὸν σπείροντα ὁμοῦ χαίρειν καὶ τὸν θερίζοντα μετὰ τὸν θερισμόν.

Ὁ δ᾿ Ἡρακλέων φησὶν ὅτι οὐ δι᾿ αὐτῶν οὐδὲ ἀπ’ αὐτῶν ἐσπάρη ταῦτα τὰ σπέρματα φησὶ (φησὶ τῶν ἀποστόλων)· οἱ [*](2 Vgl. Ps. 118, 73; Hiob 12, 10. — 3 Vgl. Ps. 118, 57. — Jer. 1, 5. — 7 Gen. 1, 26. — 11 Gen. 1, 26. — 12 Gen. 11, 7. — 16 Deut. 32, 8 f. — 22 Vgl. II Kor. 10, 5. — 24 Vgl. Eph. 4, 11. — 27 Matth. 28, 19. — 28 Job. 4, 38. — 31 Vgl. Job. 4, 36.) [*](5 τῆς] τῶν, corr. We | μερίδες, corr. We | 6 οὕτως | 7 ἐκλήμψεται ημψετα a. Ras.) | 17 υἱοῖς | 20 τινος — υἱ]ους a. Ras. | τοὺς] τοῦ Μ, τοὺς τοῦ V | 21 ἰδέαν, corr. V | 33 οὐ δι᾿] οὐδὲ, corr. V.)

279
δὲ κεκοπιακότες εἰσὶν οἱ τῆς οἰκονομίας ἄγγελοι, δι᾿ ὧν ὡς μεσιτῶν ἐσπάρη καὶ ἀνετράφη. εἰς δὲ τὸ· »Ὑμεῖς »εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε« ταῦτα ἐξέθετο· οὐ γὰρ ὁ αὐτὸς κόπος σπειρόντων καὶ θεριζόντων· οἱ μὲν γὰρ ἐν κρύει καὶ κόπῳ τὴν γῆν σκάπτοντες σπείρουσιν καὶ δι’ ὅλου χειμῶνος τημελοῦσιν σκάλλοντες καὶ τὰς ὕλας ἐκλέγοντες· οἱ δὲ εἰς ἕτοιμον καρπὸν εἰσελθόντες θέρους εὐφραινόμενοι θερίζουσιν.

ἐξέσται δὲ συγκρίνοντι τά τε ὑφ’ ἡμῶν εἰρημένα τῷ ἐντυγχάνοντι καὶ τὰ ὑπὸ τοῦ Ἡρακλέωνος ὁρᾶν, ὁποία τῶν διηγήσεων ἐπιτετεῦχθαι δύναται.

IV, 39. Ἐκ δέ τῆς Πόλεως ἐκείνης Πολλοὶ ἐπίστευσαν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μορτυρούσης ὅτι Εἶπέν μοι πάντα ὅσα ἐποίησα.

Τῆς Σαμαρείτιδος καταλιπούσης τὴν ὑδρίαν καὶ ἀπελη- λυθυίας εἰς τὴν πόλιν ὑπὲρ τοῦ εὐαγγελίσασθαι τὰ περὶ τοῦ σωτῆρος, καὶ τῶν πιστευόντων τῷ λόγῳ τῆς γυναικὸς ἐρχομένων πρὸς τὸν κύριον, ἐν τῷ μεταξὺ ὁ σωτὴρ τοῖς μαθηταῖς συντυγχάνων πεποίηται τοὺς προειρημένους μένους ἐρωτώντων ἐρωτώντων τῶν μαθητῶν, ὅπως φάγῃ.

μετὰ δὲ τὸ λεχθῆναι πρὸς τοὺς μαθητὰς τὰ κατὰ δύ- ναμιν ἐξητασμένα, ἐπαναλαμβάνει ἡ γραφή τὰ περὶ τῶν ἐληλυθότων ἐκ τῆς πόλεως πρὸς αὐτὸν καὶ πιστευσάντων διὰ τὴν μαρτυρίαν τῆς γυναικὸς λεγούσης ὅτι »Εἶπέν μοι πάντα ὅσα ἐποίησα«.

εἰ δὲ κρατοῦμεν τῶν ἀνωτέρω εἰρημένων περὶ τῆς Σαμαρείας καὶ τῆς Σαμαρείτιδος καὶ τῆς τοῦ Ἰακὼβ πηγῆς, οὐ χαλεπὸν ἰδεῖν τίνα τρόπον ἐπιτυχόντες λόγου ὑγιοῦς οἱ προκατειλημμένοι ἐν ἑτεροδιδασκαλίαις καταλείπουσιν τὴν οἱονεὶ τῶν δογμάτων πόλιν, καὶ ἐξελθόντες αὐτὴν ὑγιαινόντως πιστεύουσιν μιᾶς τινος παρὰ τῇ τοῦ Ἰακὼβ πηγή προτέρας κεχωρηκυίας τὴν σωτήριον διδασκαλίαν, καὶ καταλιπούσης τὴν προειρημένην ὑδρίαν ὑπὲρ τοῦ καὶ ἑτέρους ἐπὶ τὸ ὁμοίως ὠφεληθῆναι προκαλέσασθαι.