Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἴσως μὲν ἂν ἔνδοξέν σοι, φιλοθεώτατε καὶ εὐσεβέστατε Ἀμβρόσιε, τὸν περὶ τῆς Σαμαρείτιδος λόγον μὴ διακοπῆναι, ὥστε μέρος μέν τι αὐτοῦ εἶναι ἐν τῷ δωδεκάτῳ τόμῳ, τὰ δὲ ἑξῆς ἐν τῷ τρισκαιδεκάτῳ.

ἀλλ’ ἐπεὶ ἑωρῶμεν αὐτάρκη περιγραφὴν εἰληφέναι τὸν δωδέκατον τῶν ἐξηγητικῶν , ἔδοξεν ἡμῖν καταλῆξαι εἰς τὸν τῆς Σαμαρείτιδος λόγον περὶ τοῦ λεγομένου ὑπ' αὐτῆς φρέατος, ὡς ὁ Ἰακὼβ ἔγνωκεν αὐτὸ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, ἴνα ἀρξώμεθα τοῦ τρισκαιδεκάτου ἀπὸ τῆς ἀποκρίσεως τοῦ κυρίου ἡμῶν προς αυτην.

4, 13-14 »Ἀπεκρίθη ὁ Ἰηοοῦς καὶ εἶπεν αὐιῆ̣ · Πᾶς ὁ Πίνο,ν ἐκ τοῦ ὕδαιος τούτου διψήσει Πάλ·ιν· ὃς δ’ ἂν Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ * * * γενήσεται Πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον«.

Δεύτερον τοῦτο ἀποκρίνεται πρὸς τὴν Σαμαρεῖτιν ὁ Ἰησοῦς, πρότερον μὲν λέγων· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ »λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι »ὕδωρ ζῶν«, καὶ νῦν ὡς προτρέπων αὐτὴν ἐπὶ τὸ αἰτῆσαι τὸ ζῶν ὕδωρ λέγει τὰ ἐκκείμενα.

καὶ ἐπὶ μὲν τῷ προτέρῳ οὐκ εἶπεν, ἀλλὰ ἐπαπορεῖ περὶ τῆς συγκρίσεως τῶν ὑδάτων ἡ Σαμαρεῖτις· μετὰ δὲ τὴν δευτέραν ἀπόκρισιν τοῦ κυρίου παραδεξαμένη τὰ εἰρημένα φησί· [*](6 Vgl. Job. 4, 12. — 10 Job. 4, 13 f. — 15 Joh. 4, 10.) [*](Überschrift εἰς τὸν, wie sonst; vgl. zu S. 1, 1 | 1 εὐσεβέστατε] εσ a. Ras. | 2 nacb μὴ viell. Ε; zu erg. | 12 nacb αὐτῶ sind durcb Abirren die Worte aus- gefallen οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ; sie scheinen schon in dem Exemplar des Orig. gefehlt zu haben (vgl. S. 228, 12f. 229, 11ff. 230, 2f.), wie in C* 1 Copt. Herakleon las sie (vgl. S. 234, 20).)

227
Δός μοι τοῦτο τὸ ὕδωρ‘.

τάχα γὰρ δόγμα τί ἐστιν μηδένα λαμβάνειν θείαν δωρεὰν τῶν μὴ αἰτούντων αὐτήν. καὶ αὐτὸν γοῦν τὸν σωτῆρα διὰ τοῦ ψαλμοῦ προτρέπει αἰτεῖν ὁ πατὴρ ἴνα αὐτῷ δωρήσηται, ὡς αὐτὸς ἡμᾶς διδάσκει ὁ υἱὸς λέγων· »Κύριος εἶπεν πρὸς μέ· »Υἱός μου εἶ σύ· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς«· καὶ ὁ σωτήρ φησιν·

»Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν«· »πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει«. πείθεται μέντοι γε ἡ Σαμαρεῖτις αἰτῆσαι τὸν Ἰησοῦν ὕδωρ, εἰκών, ὡς προείπομεν, τυγχάνουσα γνώμης ἑτεροδοξούντων περὶ τὰς θείας ἀσχολουμένων γραφάς, ὅτε ἀκούει περὶ τῆς συγκρίσεως ἀμφοτέρων τῶν ὑδάτων.

καὶ ὅρα ἐξ ὧν ἐπεπόνθει πῶς πίνουσα ἐκ τοῦ νομιζομένου αὐτῇ βαθέος εἶναι φρέατος οὐκ ἀνεπαύετο, οὐδὲ τῆς δίψης ἀπηλλάττετο.

Ἴδωμεν οὖν τί σημαίνεται ἐκ τοῦ »Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδα- »τος τούτου διψήσει πάλιν«. ἔστιν δὲ ἐκ τῆς »διψῆν« φωνῆς καὶ ἐκ τῆς »πεινῆν« κατὰ τὸ σωματικὸν δύο σημαινόμενα· ἓν μὲν καθ’ ὃ δεόμεθα τροφῆς κενωθέντες καὶ ὀρεγόμενοι αὐτῆς ὑπὸ τοῦ ὑργοῦ ἡμῖν ἐπιλείποντος· ἕτερον δὲ καθ’ ὃ πολλάκις οἱ πένητες καὶ ἐν ἀπορίᾳ ὄντες τῶν ἐπιτηδείων φασιν κεκορεσμένοι τὸ πεινῆν ἢ διψῆν.

καὶ μαρτύριόν γε τοῦ μὲν πρώτου ἐν τῇ Ἐξόδῳ, ὅτε ἀποροῦντες τροφῶν »τῇ ἐννεακαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθό- »των αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν »Ἰσραὴλ ἐπὶ Μωϋσῆν καὶ Ἀαρών. καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ »Ἰσραήλ· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, »ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους »εἰς πλησμονήν, ὅτι ἐξηγάγετε3 ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖ- ναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. εἶπεν δὲ κύριος πρὸς »Μωϋσῆν· Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω »αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ«.

πεινώντων γὰρ καὶ ἀπορούντων τῆς ἀναγκαίας τροφῆς ὅσον ἐπὶ * * * οἱ λόγοι. ἀλλὰ καὶ ὕδατος ἀποροῦντες καὶ διψῶντες διεγόγγυζον κατὰ Μωϋσέως· »Τί πιόμεθα;« ὅτε »ἐβόησεν Μωσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῶ »κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ«.

καὶ μετ’ ὀλίγα, ἡνίκα ἦλθεν εἰς Ῥαφιδείν, γέγραπται ὅτι »Ἐδίψησεν ὁ [*](1 Joh. 4, 15. — Vgl. Matth. 7, 7. — 4 Ps. 2, 7 f. — 7 Matth. 7, 7 f. Luk. 11, 9f. — 8 Vgl. Joh. 4, 15. — 11 Vgl. Joh. 4, 11. — 13 Joh. 4, 13. — 19 Exod. 16. —4. — 31 Ex. 15, 24f. — 34 Vgl. Ex. 17, 1ff.) [*](4 ὡς αὐτὸς] ὁσαυτὸς, corr. V | 10 τῶν ὑ]δάτων] a. Ras. | 15 ἓν] ἔνα, corr. V 17 ἕτερα, corr. Br | 25 ἀπέκτειναι, corr. Hu | 29 εἰ] ἠ, corr. V | 30 ὁσὸν ἐπὶ * *] Ζ. erg. etwa τῷ Ε; We; ὅσον Ε; Ε; οἱ λ. V, οὑτοί εἰσιν Br 32 μωυσῆ.)

228
»λαὸς ἐκεῖ ὕδατι, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐκεῖ ἐπὶ Μωϋσῆν«.

δόξει δὲ τοῦ δευτέρου τῶν σημαινομένων εἶναι παρὰ τῷ Παύλῳ παράδειγμα λέγοντι· »Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνι- »τεύομεν«. τὸ μὲν οὖν πρῶτον, πεινῆν καὶ διψῆν, ἀναγκαίως γίνεται τοῖς ὑγιαίνουσιν σώμασιν· τὸ δὲ δεύτερον τοῖς πεπονημένοις συμβαίνει

Ζητητέον οὐν καὶ ἐκ τοῦ Πᾶς »Πᾶς πίνων ἐκ τούτου τοῦ »ὕδατος διψήσει πάλιν« ποῖον »διψήσει« λέγεται· πρῶτον ὡς ἐπὶ σωματικοῦ ἢ καὶ * * * τάχα τὸ δηλούμενόν ἐστιν ὅτι κἂν πρὸς τὸ παρὸν κορεσθῇ, ἀλλ’ εὐθέως ὑποβιβασθέντος τοῦ ποτοῦ τὸ αὐτὸ πάθος πείσεται ὁ πιών, τουτέστι διψήσει πάλιν, εἰς ὅμοιον τῷ ἀρχῆθεν ἀποκαταστάς.

ἐπιφέρει οὖν τὸ »Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ Λώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν »αἰώνιον«. τίς δὲ ἐν ἑαυτῷ ἔχων πηγὴν διψῆσαι οἱός τε ἔσται;

τὸ μέντοι γε προηγουμένως δηλούμενον τοιοῦτον ἂν εἴη· ὁ μεταλαμβάνων * * * ου, φησί, βάθους λόγων, κἂν πρὸς ὀλίγον ἀναπαύσηται, παραδεξάμενος ὡς βαθύτατα τὰ ἀνιμώμενα καὶ εὑρίσκεσθαι δοκοῦντα νοήματα, ἀλλά γε πάλιν δεύτερον ἐπιστήσας ἐπαπορήσει περὶ τούτων, ὅσοις * * ἐπανεπαύσατο, * * τρανὴν καὶ ἔκτυπον περὶ τῶν ζητουμένων κατάληψιν οὐ δύναται τὸ νομιζόμενον ὑπ’ αὐτοῦ βάθος παρασχεῖν.

διόπερ κἂν συναρπασθεὶς συγκαταθῆταί τις τῇ πιθανότητι τῶν λεγομένων, ἀλλά γε ὕστερον εὑρήσει τὴν αὐτὴν ἀπορίαν τυγχάουσαν έν αὐτῷ, ἥνπερ εἶχεν πρὶν τάδε τινὰ μαθεῖν· ἐγὼ δὲ τοιοῦτον ἔχω λόγον, ὥστε τὴν πηγὴν γενέσθαι τοῦ ζωτικοῦ πόματος ἐν τῷ παραδεξαμένῳ τὰ ὑπ’ ἐμοῦ ἀπαγγελλόμενα· καὶ ἐπὶ τοσοῦτόν γε ὁ λαβὼν τοῦ ἐμοῦ ὕδατος εὐεργετηθήσεται, ὥστε πηγὴν εὑρετικὴν πάντων τῶν ζητουμένων ἀναβλυστάνειν ἐν αὐτῷ ἄνω πηδώντων ὑδάτων, τῆς διανοίας ἁλλομένης καὶ τάχιστα διϊπταμένης ἀκολούθως τῷ εὐκινήτῳ τούτῳ ὕδατι, φέροντος αὐτοῦ τοῦ ἅλλεσθαι καὶ πηδᾶν ἐπὶ τὸ ἀνώτερον, ἐπὶ τὴν αἰώνιον ζωήν. ζωήν.

οἷον * * * τὴν τοῦ [*](3 Ι Kor. 4, 11. — 7 Joh. 4, 13. — 12 Joh. 4, 14.) [*](3 γυμνιτεύομεν mit Α1ΒℵCDFG 37 Ρ; γυμνητεύομεν de or. 29, 4 (II, 383, Κ.) mit Β2 17. 47. L rec. | 5 παινομένοις, coit. We | 9 ἢ καὶ * *; Br str. d. Worte als Dittographie von ικου, ohne Grund; es üssen mehrere Worte ausgefallen sein 11 ομοιαν, corr. Hu | 12 οὗ ἐγὼ a. Ras. | 16 zu änzen etwa τοῦ Ε; ου Br vgl. Z. 20 | βάθος, corr. V | 19 ὅσοις] ις a. Ras. | nach ὅσοις ücke von c. 3 Bchst., Ε; add. Pr Ε; We | nach ἐπανεπαύσατο ücke von c. —6 Bchst. Ε; add. Pr, ἐπεὶ Br | 23 ἥνπερ εἰχεν] ἠν περὶ εἶχεν, corr. Br ἣνπερ καὶ εἶχε V | 24 τὴν Z. str.? oder αὐτὸν z. l.? | 27 ἀναβλυσθάνειν | 29 φέροντι Μ, corr V 30 nach οἷον ücke von c. 6 — 7 Buchst. Erg. etwa: εὶ Ε; τὴν τοῦ ἁλλομένου ὕδατος ος)

229
ἁλλομένου, ὥς φησιν, εἶναι τὴν αἰώνιον ζωήν· ὥσπερ δὴ περὶ τοῦ νυμφίου ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων διαλεγόμενος Σολομῶν φησιν· »Ἰδοὺ οὑτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς‘.

ὡς γὰρ ἐκεῖ ὁ νυμφίος ἐπὶ τὰς μεγαλοφυεστέρας καὶ θειοτέρας πηδᾷ ψυχὰς ὄρη λεγομένας, ἐπὶ δὲ τὰς ὑποδεεστέρας διάλλεται βουνοὺς ὀνομαζομένας, οὕτως ἐνταῦθα ἡ γενομένη ἐν τῷ πιόντι ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴ ἅλλεται εἰς τὴν αἰώνιον ζωήν.

τάχα δὲ καὶ πηδήσει μετὰ τὴν αἰώνιον ζωὴν εἰς τὸν ὑπὲρ τὴν αἰώνιον ζωὴν πατέρα· Χριστὸς γὰρ ἡ ζωή· ὁ δὲ μείζων τοῦ χριστοῦ, μείζων τῆς ζωῆς.

Τότε δὲ ὁ πιὼν ἐκ τοῦ ὕδατος, οὗ δώσει ὁ Ἰησοῦς, ἕξει τὴν γενομένην ἐν αὐτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ὅτε πληροῦται τοῦ μακαριζομένου ἐπὶ τῷ πεινῆν καὶ διψῆν τὴν δικαιοσύνην ἡ ἐπαγγελία.