Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐγὼ δ’ οἶμαι ὅτι καὶ τεσσάρων ὄντων τῶν εὐαγγελίων οἱονεὶ στοιχείων τῆς πίστεως τῆς ἐκκλησίας ἐξ ὡς στοιχείων ὁ πᾶς συνέστηκε κόσμος ἐν Χριστῷ καταλλαγεὶς τῷ θεῷ, καθά φησιν ὁ Παῦλος· »Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· οὑ κόσμου τὴν ἁμαρτίαν ἦρεν Ἰησοῦς· περὶ γὰρ τοῦ κόσμου τῆς ἐκκλησίας ὁ λόγος ἐστὶν ὁ γεγραμμένος· » Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἵρων τὴν » ἁμαρτίαν τοῦ κόσμου«) ἀπαρχὴν τῶν εὐαγγελίων εἶναι τὸ προστε- [*](3 Matth. 11, 3. Luk. 7, 19 f. Hebr. 10, 37. — 5 Job. 1, 29. — 8 I Kor. 12, 28. Eph. 4, 11. — 11 Job. 9, ff. 11, 1 ff. — 15 Vgl. S. 6, ff. — 20 Vgl. Mattb. 23, 8f. — 28 Vgl. Iren., adv. baer. III, 11,8. — 31 II Kor. 5, 19. — 33 Vgl Job. 1, 29. 1 Job, 3, 5. — 33 Job. 1, 29.)

8
ταγμένον ἡμῖν ὑπὸ σοῦ κατὰ δύναμιν ἐρευνῆσαι, τὸ κατὰ Ἰωάννην, τὸν γενεαλογούμενον εἰπὸν καὶ ἀπὸ τοῦ ἀγενεαλογήτου ἀρχόμενον.

Ματθαῖος μὲν γὰρ τοῖς προσδοκῶσι τὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ Ἑβραίοις γράφων· » Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ » Ἀβραάμ «, καὶ Μάρκος, εἰδὼς ὃ γράφει. » ἀρχὴν « διηγεῖται » τοῦ εὐγγε- » λίου «, τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ * * * * τὸν » ἐν ἀρχῇ λόγον, θεὸν λόγον. ἀλλὰ καὶ Λουκᾶς * * * * * ἀλλά γε τηρεῖ τῷ ἐπὶ τὸ στῆθος ἀναπεσόντι τοῦ Ἰησοῦ τοὺς μείζονας 114r καὶ τελειοτέρους περ Ἰησοῦ λόγους· οὐδεὶς γὰρ ἐκείνων ἀκράτως ἐφανέρωσεν αὐτοῦ τὴν θεότητα ὡς Ἰωάννης, παραστήσας αὐτὸν λέγοντα· » Ἐγώ εἰυι τὸ φῶς τοῦ κόσμου « » Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή «· » Ἐγώ εἰμι ἡ ἀνάστασις « » Ἐγώ εἰμι ἡ θύρα «· » Ἐγώ εἰμι ὁ ποι- » μὴν ὁ καλός «· κοὶ ἐν τῇ Ἀποκαλύψει » Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ » ἀρχὴ καὶ τὸ τέλος,

ὁ πρῶτος καὶ ὁ ἔσχατος « τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων λίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν ρίαν γινομένην καὶ αὐτοῦ μητέρα. καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην, ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ Ἰησοῦ. εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς, φησὶ δὲ Ἰησοῦς τῇ μητρί· » Ἴδε ὁ » υἱός σου« καὶ οὐχί » Ἴδὲ καὶ οὗτος υἱός σου « ἴσον εἴρηκε τῷ » Ἴδε [*](2 Vgl. Iren., adv. haer. III, 11, 8.–4 Matth. 1, 1. — 5 Mark. 1, 1. — 7 Joh.1,1. — 8 Vgl. Job. 13,25. — 11 Joh. 8, 12. — 14, 6. — 12 11, 25. — 10, 9. 11. — 13 Apok. Job. 22, 13. - 15 Vgl. S. 6, 5. - 17 Vgl. Job. 13, 25. 19, 26. — 19 Vgl. Job. 19 26. — 20 Vgl. bomil. in Luc. VII; comm. in Mattb. X,17. — 21 Vgl. Job. 19, 26.) [*](2 εἰπῶν, von V corr. | 3 τὸν ν. j. Hd. zu τοῖς corr. | 6/7 Die beiden letzten Zeilen sind so stark ört, dass nur mit össter Geduld nocb die geringen Spuren weniger Buchst, zu entdecken sind. V bat 6 nach Ἰωάννῃ eine ücke von ca. 16 Bucbst., 7 nacb Λουκᾶς εἰρηκώς Raum für ca. 58–59 Bucbst. Nacb ich παῤ ᾧ . . . . θ . μεν zu erkennen; nacb Λουκᾶς stebt deutlich nocb εἰκ, die letzte Zeile scheint zu lauten: τὸν βαπτι . . μένον γενεαλογεῖ παρακολουθήσας . . . ca. 16 Buchst. . . . ν εὐλογοῦσι τοῦτον οἱ ἄγγελοι. Danach könnte ergänzt παρὰ τῷ Ἰωάννῃ, παρ’ ᾧ η τὸν ἐν ἀρχῇ λόγον, θεὸν λόγον. ἀλλὰ Λουκᾶς εἰκότως τὸν βαπτιζό γενεαλογεῖ παρακολουθήσας τῷ λόγῳ, ὕστερο εὐλογοῦσι τοῦτον οἱ ἄγγελοι κτλ. Β und ihm folgend Del ergänzen τῷ Ἰωάννῃ· τὸν ἐν ἀρχῇ λόγον, θεὸν λόγον. ἀλλὰ καὶ Λουκᾶς εἰρηκὼς ἐν ἀρχῇ τῶν Πράξεων · τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν καὶ διδάσκειν. Das ist unmöglich. da nacb dem vorangebenden hier nur das Evangelium des Lukas Bezug genommen sein kann und die nocb erkennbaren Reste diese Ergánzung als reine Willkür erweisen | 20 nacb ὑγιῶς bat einer neuen Zeile eine j. Hd. καὶ auf Ras. zugefügt; ursprünglich war fehlerhaft wiederholt. V bat nur ὑγιῶς.)

9
» οὑτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας «. καὶ γὰρ πᾶς ὁ τετελειωμένος » ζῇ » οὐκέτι «, ἀλλ’ ἐν » ζῇ Χριστός «, καὶ ἐπεὶ » ζῇ « ἐν αὐτῷ » Χρι- » στός «, λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· » Ἴδε ὁ υἱός σου « ὁ χριστός.

ἡλίκου τοίνυν νοῦ ἡμῖν δεῖ, ἵνα τὸν ἐν τοῖς ὀστρακίνοις τῆς εὐτελοῦς λέξεως θησαυροῖς ἐναποκείμενον λόγον, τοῦ ὑπὸ πάντων τῶν ἐντυγχανόντων ἀναγιγωσκομένου γράμματος καὶ ὑπὸ πάντων τῶν παρεχόντων τὰς σωματικὰς ἀκοὰς ἀκουομένου αἰσθητοῦ διὰ φωνῆς λόφου ἐκλαβεῖν κατ’ δυνηθῶμεν, δυνηθῶμεν, τί δεῖ καὶ λέγειν; τὸν γὰρ μέλλοντα ταῦτα ἀκριβῶς καταλαμβάνειν μετὰ ἀληθείας εἰπεῖν όεἶ· » Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισ- » θέντα ἡμῖν. «

Εστι δὲ προσαχθῆναι ἀπὸ τῶν ὑπὸ Παύλου λεγομένων περὶ τοῦ πᾶσαν τὴν καινὴν εἶναι τὰ εὐαγγέλια, ὅταν που γράφῃ· » Κατὰ τὸ » εὐαγγέλιόν μου «· ἐν γράμμασι γὰρ Παύλου οὐκ ἔχομεν βιβλίον εὐαγγέλιον συνήθως καλούμενον, ἀλλὰ πᾶν, ὃ ἐκήρυσσε καὶ ἔλεγε, τὸ εὐαγγέλιον ἠν. ἃ δὲ ἐκήρυσσε καὶ ἔλεγε, ταῦτα καὶ ἔγραφε· καὶ ἃ ἔγραφεν ἄρα εὐαγγέλιον ἦν.

εἰ δὲ τὰ Πούλου εὐαγγέλιον ἦν, ἀκόλουθον λέγειν ὅτι καὶ τὰ Πέτρου εὐαγγέλιον ἦν καὶ ἁπαξαπλῶς τὰ συνιστάντα τὴν Χριστοῦ ἐπιδημίαν καὶ κατασκευάζοντα τὴν παρουσίαν αὐτοῦ ἐμποιοῦντά τε αὐτὴν ταῖς ψυχαῖς τῶν βουλομένων παραδέξασθαι τὸν ἑστῶτα ἐπὶ τὴν θύραν καὶ κρούοντα καὶ εἰσελθεῖν βουλόμενον εἰς τὰς ψυχὰς λόγον θεοῦ.

Τί δὲ βούλεται δηλοῦν ἡ » εὐαγγέλιον « προσηγορία, καὶ διὰ τί ταύτην ἔχει τὴν ἐπιγραφὴν ταῦτα τὰ βιβλία, ἤδη καιρὸς ἐξετάσαι. ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον· οὐδὲν δ’ ἧττον ὁ τοιοῦτος λόγος εὐαγγέλιόν ἐστιν, ἂν καὶ πρὸς τὴν σχέσιν τοῦ ἀκούοντος ἐξετάζηται. ἢ εὐαγγέλιόν ἐστι λόγος περιέχων ἀγαθοῦ τῷ πιστεύοντι παρουσίαν ἢ λόγος ἐπαγγελλόμενος παρεῖναι ἀγαθὸν τὸ προσδοκώμενον.

πάντες δὲ [*](1 Vgl. Gal. 2, 20. — 3 Joh. 19, 26. — 4 Vgl. II Kor. 4, 7. — 5 Vgl. Matth. 24 15. — 6 Vgl. Matth. 13, 9. — 10 I Kor. 2, 16. 12. — 13 Rom. 2, 16. — 15 Vgl. I Kor. 2, 4. — 20 Vgl. Apok. Joh. 3, 20.) [*](3 ἴδε über d. Zeile | 7 ἀκοὰς über d. Zeile | 25/27 ἔστι — ἀπαγγελλόμενον Catena Corderii p. 7 | 26 ἀκούον|οντα | ἐπαγγελλόμενον Cat. | 28 ἂν] nur noch Accente von 1. Hd.; eine j. Hd. hat εἲ daraus gemacht, ἂν nach V | 29 λόγος — παρουσίαν und 30 λόγος — προσδοκώμενον Catena Corderii p. 7 | We ägt vor, ἀγαθοῦ nach S. 10, 6 zu änzen [also etwa: τὴν τοῦ ἀγαθοῦ πατρὸς τῷ πιστεύοντι παρουσίαν] | ἀγαθοῦ stark verblichen | τῷ πιστεύοντι < Cat. | 29 παρουσίαν — 30 die letzte Zeile von f. 114r ist durch die von 113v abgeklatschten Buchst, zwar undeutlich geworden, aber noch mit Sicherheit zu lesen.)

10
οἱ προειρημένοι ἡμῖν ὅροι ἐφαρμόζουσι τοῖς ἐπιγραφομένοις εὐαγγελίοις. λίοις. ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὐφραίνει, εὐφραίνει, διδάσκον τὴν δἰ ἀνθρώπους τοῦ πρω- » τοτόκου πάσης κτίσεως « Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν. ἀλλὰ καὶ ὅτι λόγος ἐστὶν ἕκαστον εὐαγγέλιον διδάσκων τὴν τοῦ ἀγαθοῦ θοῦ πατρὸς ἐν υἱῷ τοῖς βουλομένοις παραδέξασθαι ἐπιδημίαν, παντὶ τῷ πιστεύοντι σαφές.

ὅτι δὲ καὶ ἀγαθὸν ἐπαγγέλλεται διὰ τῶν βιβλίων τούτων τὸ προσδοκηθέν, οὐκ ἀσαφές. σχεδὸν γὰρ ὁ βαπτιστὴς Ἰωάννης τὴν παντὸς τοῦ λαοῦ λαβὼν φωνήν φησι πέμψας τῷ Ἰησοῦ· » Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;« προσδοκώμενον γὰρ ἀγαθὸν τῷ λαῷ ὁ χριστὸς ἦν, περὶ οὗ κηρυσσόντων τῶν προ- φητῶν μέχρι καὶ τῶν τυχόντων πάντες εἰς αὐτὸν ἔσχον οἱ ὑπὸ νόμον καὶ προφήτας τὰς ἐλπίδας, ὡς μαρτυρεῖ ἡ Σαμαρεῖτις λέγουσα· » Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος » Χριστός «· ὅταν ἔλθῃ ἐκεῖνος, » ἀπαγγελεῖ ἡμῖν ἅπαντα.«

ἀλλὰ καὶ Σίμων καὶ Κλεόπας, ὁμιλοῦντες » πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων« τῷ Ἰησοῦ, αὐτῷ τῷ χριστῷ ἀναστάντι οὐδέπω γινώσκοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν φασί· » Σὺ μόνος παροικεῖς έν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα » ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις ; « εἰπόντος δὲ » Ποῖα ;« ἀποκρίνονται· » Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς »εν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε » παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανά- » του καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ » μέλλων λυτροῦσθαι τὸν Ἰσραή.

« πρὸς τούτοις Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα λέγει· » Εὑρή- » καμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός«. καὶ μετ ὀλίγα ὁ Φίλιππος εὑρὼν τὸν Ναθαναὴλ λέγει αὐτῷ· » Ὃν ἔγραψεν » Μωσϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν Ἰωσὴφ τοῦ Ἰφσὴφ τὸν ἀπὸ Ναζαρέθ. «

Δόξαι δ’ ἄν τις ἐνίστασθαι τῷ πρώτῳ ὅρῳ, ἐπεὶ καὶ τὰ μὴ ἐπιγεγραμμένα εὐαγγέλια ὑποπίπτει αὐτῷ· ὁ γὰρ νόμος καὶ οἱ προ- φῆται >λόγοι< πιστεύονται εἶναι περιέχοντες ἀπαγγελίαν κατὰ τὸ εὔλογον τὸ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν [*](5 Vgl. Κοί. 1, 15. — 11 Matth. 11, 3. — 15 Job. 4, 25. — 16 Luk. 24, 14. — 19 Luk. 24, —21. Job. 1, 41. — 28 Job. 1, 45. — 31 Vgl. S. 9, 25f. 4 δι’] ι auf Ras. | 5 ἐπιδημίαν] über ημι ist δι oder etw. äbnlicbes ausradiert 15 οἴδαμεν stebt u. c. 22 (nacb xc L 33. 69. GA Syr. bei. mg.) viell. ricbtig | 27 μεσίαν wie häufig | 28 ἔγραψεν Μ*, später wurde ν balb ausradiert | τὸν < V nacb Τ | 34 εὐφραίνοντες, von V)

11
>παραδέξωνται τὰ <.

λεχθείη δ’ ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδημίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου· ὁ δὲ σωτὴρ ἐπιδημήσας καὶ τὸ εὐαγγέλιον σωματοποιηθῆναι θελήσας τῷ εὐαγγελιῳ πάντα ὡσεὶ εὐαγγέλιον πεποίηκεν.

καὶ οὐκ ἂν ἀπὸ σκοποῦ χρησαίμην τῷ παραδείγματι τοῦ » Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. « ὅτι * * * * * * * υἱοὺς τῶν ἀνθρώπων τῇ θειότητι αὐτοῦ, περιελὼν τὸ ἐν τῷ νόμῳ καὶ προφήταις κάλυμμα, πάντων τὸ θεῖον ἀπέδειξε, φανερῶς παραστήσας τοῖς βουληθεῖσι τῆς σοφίας αὐτοῦ γενέσθαι μαθηταῖς, τίνα τὰ ἀληθινὰ τοῦ Μωϋσέως νόμου, ὧν » ὑποδείγματι καὶ σκιᾷ« ἐλάτρευον οἱ πάλαι, καὶ τίς ἡ ἀλήθεια τῶν ἐν ταῖς ἱστορίαις πραγ- μάτων, ἅτινα »τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη ἐγράφη δὲ« ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.

πᾶς γοῦν ᾧ Χριστὸς ἐπιδεδήμηκεν οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν οὔτε τῶν Σαμαρειτῶν ὄρει προσκυνεῖ τῷ θεῷ, ἀλλὰ μαθὼν ὅτι »πνεῦμα ὁ θεός«, πνευματικῶς λατρεύων αὐτῷ »πνεύματι καὶ ἀληθείᾳ« οὐκέτι δὲ τυπικῶς προσκυ- νεῖ τὸν τῶν ὅλων πατέρα καὶ δημιουργόν.

οὐκοῦν πρὸ τοῦ εὐαγγελίου, ὃ γέγονε διὰ τὴν Χριστοῦ ἐπιδημίαν, οὐδὲν τῶν πάλαι εὐαγγέλιον ἦν. τὸ δὲ εὐαγγέλιον, ὅπερ ἐστὶ διαθήκη καινή, ἀποστῆσαν ἡμᾶς παλαιότητος τοῦ γράμματος τὴν μηδέποτε παλαιουμένην καινότητα τοῦ πνεύματος, οἰκείαν τῆς καινῆς διαθήκης τυγχάνουσαν, ἐν πάσαις ἀνακειμένην γραφαῖς τῷ φωτὶ τῆς γνώσεως ἀνέλαμψεν. ἐχρῆν δὲ τὸ ποιητικὸν τοῦ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομιζομένου εὐαγγελίου εὐαγγέλιον ἐξαιρέτως καλεῖσθαι »εὐαγγέλιον«.

Πλὴν οὐκ ἀγνοητέον Χριστοῦ ἐπιδημίαν καὶ πρὸ τῆς κατὰ σῶμα ἐπιδημίας τὴν νοητὴν γεγονέναι τοῖς τελειοτέροις καὶ οὐ νηπίοις οὐδὲ ὑπὸ παιδαγωγοὺς« καὶ »ἐπιτρόπους« ἔτι τυγχάνουσιν, οἷς τὸ νοητὸν τοῦ χρόνου πλήρωμα ἐνέστη, ὥσπερ τοῖς πατριάρχαις καὶ Μωϋσεῖ τῷ θεράποντι καὶ τοῖς τεθεαμένοις Χριστοῦ τὴν δόξαν [*](2 Vgl. Mattb. 11, 13. — 7 Gal. 5, 9. — 8 Vgl. II Kor. 3, 16. Es. 34, 34. — 11 Vgl. Hebr. 8, 5. — 13 Vgl. 1 Kor. 10, 11. — 15 Vgl. Job. 4, 21 ff. - IT Vgl. Phil. 3, 3. Rom. 1, 9. — 20 Vgl. ΙΙ Kor. 3, 6. — 21 Vgl. Rom. 7, 6. — 27 Vgl. Hebr. 5, 13 f. — 28 Vgl. Gal. 3, 25 4, 2. — 29 Vgl. Gal. 4, 4. — 30 Vgl. Hebr. 3, 5.) [*](5 θελήσας Pr, ποιήσας Μ | 7 ζύμη — ζυμοῖ stark verblichen, aber noch sicher zu erkennen. Die folgenden Worte sind zu undeutlich, um eine irgend erhebliche Sicherheit der Lesung zu bieten. Ich glaube erkannt zu haben: ὅτι οὐκ ἔσχον ει ca. 4 — ;5 Buchst. . . . ἄλλως ἀλλὰ κεκαλ . . . τοὺς; also etwa: ὅτι οὐκ εἰσορᾶν ἄλλως, ἀλλὰ κεκαλυμμένῃ διὰ τοὺς υἱοὺς κτλ. V hat nur ὅταν γὰρ und dann ücke ür ca. 27 Buchst, | 8 περιελὼν] ων auf Ras. | 9 πάντως Del | 14 γοῦν] γ z. Τ. ausgebrochen; οὖν Ausgg. | 21 nach ἡμᾶς + τῆς Wi | 28 von We Wi corr.)

12
προφήταις.

ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε »ὑπὸ ἐπιτρόπους‘ τυγχάνουσι »καὶ οἰκονόμους« καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν· οἱς οἱ πρόδρομοι Χριστοῦ ἐπιδεδημήκασι, παισὶ ψυχαῖς ἁρμόζοντες λόγοι, εὐλόγως ἂν κληθέντες »παιδαγωγοί«· αὐτὸς δὲ ὁ υἱὸς ὁ δεδοξασμένος θεὸς λόγος« οὐδέπω, περιμένων τὴν δέουσαν γενέσθαι προπαρασκευὴν τοῖς μέλλουσι χωρεῖν αὐτοῦ τὴν θεότητα ἀνθρώποις θεοῦ.

καὶ τοῦτο δὲ εἰδέναι ἐχρῆν, ὅτι ὥσπερ ἔστι »νόμος σκιὰν« περιέχων »τῶν μελ- »λόντων ἀγαθῶν« ὑπὸ τοῦ κατὰ ἀλήθειαν καταγγελλομένου νόμου δηλουμένων, οὕτω καὶ εὐαγγέλιον σκιὰν μυστηρίων Χριστοῦ διδάσκει τὸ νομιζόμενον ὑπὸ πάντων τῶν ἐντυγχανόντων νοεῖσθαι.

ὃ δέ φησιν Ἰωάννης »εὐαγγέλιον αἰώνιον«, οἰκείως ἂν λεχθησόμενον πνευματικόν, σαφῶς παρίστησι τοῖς νοοῦσιν » τὰ πάντα ἐνώπιον« περὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὰ παριστάμενα μυστήρια ὑπὸ τῶν λόγων αὐτοῦ τά τε πράγματα, ὧν αἰνίγματα ἠσαν αἱ πράξεις αὐτοῦ. τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περ * * * * * καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.