Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

3

Ὃν τρόπον οἶμαι ό πάλαι »λαὸς« ἐπικληθεὶς »θεοῦ« εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοιπὰς φυλὰς τάξιν λευἱτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευἱτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ »τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον« πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαύτα ἀποσιωπησάντων.

φησὶ δὲ οὕτως ὁ Ἰωάννης· Καὶ »Καὶ εἶδον »ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, »οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ »ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι »σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἠμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. »καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα »τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ »φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴμ δώδεκα »χιλιάδες.«

καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς πάρεξ τοῦ Δὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει· »Καὶ εί͂δον, καὶ ἐδοὺ τὸ ἀρνίον ἑστὼς »ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες [*](1 Vgl. Hos. 2, 25 (Röm. 9, 25) u. ö. Vgl. Test. Ruben 6. Juda 21. — 4 Vgl. I Petr. 3, 4. — 5 Rom. 2, 29. — 9 Apok. Job. 7, 2–5. — 19 Apok. Job. 14, 1—5.) [*](Überschrift unter einfacber roter Randleiste in roten Uncialen Μ Ι ΕΞΗΓΗΤΙΚΩΝ V, > Μ; vgl. Euseb. , h. e. VI, 24, 1: ώς μὲν ἐν τῷ ζ΄ τῶν εἰς τὸ Ἰωάννην [+ εὐαγγέλιον Arm.] ἐξηγητικῶν σημαίνει Ι 3 λευικὰ Ι 9 ἰωάννης urspr. ἰάνης? Ι 13 μήτε1 obne Zeugen im Τ Ι 14 σφραγίσωμεν σ2 bis ε auf Ras.) über ω ist o gescbr.)

4
»χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὅνομα τοῦ πατρὸς αὐτοῦ »γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὐδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθά- »αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ »ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς »ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες »χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς· οὐτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ »ἀρνίῳ ὅπου ἐὰν ὑπάγη· οὐτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ· καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ

»εὐρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.« ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὔτως ἐπιλογίσασθαι· »Μὴ ἀδική- »σητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφρα- »γίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων , ἑκατὸν τεσσαράκοντα »τέσσρες χιλιάδεc ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. «

οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ ζφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες τέσσαρες χιλιάδες ἐν τοῖς εξῆς παρὰ τῷ Ἰωάννῃ λέγοντα· ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, αὐτῶν, παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες.

τίς ἂν οὖν ἄλλη εἴη ἡ σφραγὶς ἡ ἐπὶ τῶν μετώποων ἢ τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ, ἐν ἀμφοτέροις τοῖς τόποις τῶν μετώπων λεγομένων ἔχειν πὴ μὲν τὴν σφραγῖδα πὴ δὲ τὰ γράμματα περιέχοντα τὸ ὄνομα τοῦ ἀρνίου καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ;

ἀλλὰ καὶ οἱ »ἀπὸ φυλῶν« εἰ οἱ αὐτοί εἰσι τοῖς »παρθένοις«, ὡς προαπεδείξαμεν, σπάνιος δὲ ὁ ἐκ τοῦ κατά σάρκα Ἰσραὴλ πιστεύων, ὡς τάχα τολμῆσαι ἄν τινα εἰπεῖν μὴ συμπληροῦσθαι ἀπὸ τῶν ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστευόντων μηδὲ τὸν τῶν τεσσράκοντα τεσσαράκοντα τεσσάρων χιλιάδων ἀριθμόν, δῆλον ὅτι ἐκ τῶν ἀπὸ τῶν ἐθνῶν τῷ θείῳ προσερχομένων λόγῳ συνίστανται αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες μετὰ γυναικῶν οὐ [*](15 Apok. Job. 7, 3f. — 23 Vgl. Apok. Job. 14, 1. 4. — 27 Vgl. Apok. Job. 7, 3. — 28 Vgl. Apok. Job. 14, 1. — 30 Vgl. Ζ. 19ff. — Vgl. 1 Kor. 10, 18. — 33 Vgl. Apok. Job. 14, 4. 12 ἐωάννη aus ἰωάνη | 16 τὰ über d.Z. Ι 19 ἐσφραγισμένοι V; vgl. S. 1, 15 (M=B2 6. 7.14.31.32 al.Q)| 23 ἐωάννη] ανν auf Ras. 25 τις ἂν οὖν Wi; τισιν mit verschmierter Endung, darüber von j. Hd. τις überliefert | 28 περιέχονται | 35 τῶν μετὰ We.)

5
μολυνομένων· ὥστε μὴ ἂν ἀποπεσεῖν τῆς ἀληθείας τὸν φάσκοντα ἀπαρχὴν ἑκάστης εἶναι φυλῆς τοὺς παρθένους αὐτῆς.

καὶ γὰρ γὰρ φέρεται· »Οὑτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ »καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμω- »μοι γάρ εἰσιν.« οὐκ ἀγνοητέον δέ, ὅτι ό περὶ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων παρθένων λόγος ἐπιδέχεται ἀναγωγήν. περιττὸν δὲ νῦν καὶ οὐ κατὰ τὸν προκείμενον λόγον τὸ παρατίθεσθαι λέξεις προφητικὰς ταὐτὸν περὶ τῶν ἐξ ἐθνῶν ἡμᾶς διδασκούσας.

Τί δὴ πάντα ταῦθ' ἡμῖν βούλεται; ἐρεῖς ἐντυγχάνων τοῖς Ἀμβρόσιε, Ἀμβρόσιε, ἀληθῶς »θεοῦ ἄνθρωπε,« καὶ »ἐν Χριστῷ · »ἄνθρωπε« καὶ σπεύδων εἶναι »πνευματικός«, οὐκέτι ἄνθρωπος. οἱ μὲν ἀπὸ τῶν φυλῶν δεκάτας καὶ ἀπαρχὰς ἀναφέρουσι τῷ θεῷ διὰ τῶν λευϊτῶν καὶ ἱερέων, οὐ πάντα ἔχοντες ἀπαρχὰς ἢ δεκάτας· οἱ δὲ λευῖται καὶ ἱερεῖς, πάντα δεκάταις καὶ ἀπαρχαῖς χρώμενοι, δεκάτας ἀναφέρουσι τῷ θεῷ διὰ τοῦ ἀρχιερέως, οἶμαι δ' ὅτι καὶ ἀπαρχάς.

ἡμῶν δὴ τῶν προσιόντων τοῖς Χριστοῦ μαθήμασιν οἱ μὲν πλεῖστοι, τὰ πολλὰ τῷ βίῳ σχολάζοντες καὶ ὀλίγας πράξεις τῷ θεῷ ἀνατιθέντες, τάχα εἶεν ἂν οἱ ἀπὸ τῶν φυλῶν ὀλίγην πρὸς τοὺς ἱερεῖς ἔχοντες κοινωνίαν καὶ ἐν βραχέσι τὸ θεραπευτικὸν τοῦ θεοῦ τρέφοντες· οἱ δὲ ἀνακείμενοι τῷ θείῳ λόγῳ καὶ πρὸς μόνῃ τῇ θεραπείᾳ τοῦ θεοῦ γινόμενοι γνησίως κατὰ τὴν διαφορὰν τῶν εἰς τοῦτο κινημάτων λευῖται καὶ ἱερεῖς οὐκ ἀτόπως λεχθήσονται.

τάχα δὲ οἱ 〈πάντων φέροντες καὶ οἱονεὶ τὰ πρῶτα τῆς καθ’ ἑαυτοῦς γενεᾶς ἔχοντες ἀρχιερεῖς ἔσονται κατὰ τὴν τάξιν Ἀαρών, κοὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ. ἐὰν γάρ τις ἀνθυποφέρῃ πρὸς τοῦτο, νομίζων ἡμᾶς ἀσεβεῖν τὸ τοῦ ἀρχιερέως ὄνομα τάσσοντας ἐπ’ ἀνθρώπων, ἐπεὶ πολλαχοῦ Ἰησοῦς μέγας ἱερεὺς προφητεύεται ἔχομεν γὰρ »ἀρχιερέα »μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ«), λεκτέον πρὸς αὐτὸν ὅτι ὁ ἀπόστολος ἐπεσημήνατο λέγων τὸν προφήτην εἰρηκέναι περὶ Χριστοῦ· »Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ,« καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών. ἀφ’ οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνα- σθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν χριστὸν τοῦ θεοῦ.

πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ [*](3 Apok. Joh. 14, 4f. — 10 Ι Tim. 6, 11. — II Kor. 12, 2. — 11 Vgl. I Kor. 2, 14 f. — 12 Vgl. Lev. 27, 30. — 13 Vgl. Lev. 23. 10. — 24 Hebr. 7, 11. — 27 Hebr. 4, 14. — 30 Hebr. 5, 6; vgl. Ps. 109, 4. 1 ἂν V, ἐᾶν aus ἐὰν corr. Μ Ι 6 λόγος sclieint aus λόγων corr. Ι 13 πάντα] 2 a. Ras. Ι 21 εἰς τοῦτο] nur noch εἰςου erkennbar Ι 21/22 κοινωνημάτων Br, We Ι 22 nach οἱ c. 6 Buchst, ört. πάντων Wi, ἐν τούτῳ We, ἐν ἡμῖν Br Ι 23 τὰ πρῶτα stark beschädigt Ι 26 ἡμᾶς — τάσσοντας am Rande)

6
σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες), ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν; καὶ γὰρ τολμητέον εἰπεῖν πασῶν τῶν γραφῶν εἶναι ἀπαρχὴν τὸ εὐαγγέλιον.

ἀπαρχὴν οὖν πράξεων, ἐξ οὗ τῇ Ἀλεξανδρείᾳ ἐπιδεδημήκαμεν, τίνα ἄλλην ἢ τὴν εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν ἐχρῆν γεγονέναι; χρὴ δ' ἡμᾶς εἰδέναι οὐ ταὐτὸν εἶναι ἀπαρχὴν καὶ πρωτογέννημα· μετὰ γὰρ τοὺς πάντας καρποὺς ἀναφέρεται ἡ ἀπαρχή, πρὸ δὲ πάντων τὸ πρωτογέννημα.

τῶν τοίνυν φερομένων γραφῶν καὶ ἐν πάσαις ἐκκλησίαις θεοῦ πεπιστευμένων εἶναι θείων, οὐκ ἂν ὰμάρτο τις λέγων πρωτόγέννημα μὲν τὸν Μωϋσέως νόμον, ἀπαρχὴν δὲ τὸ εὐαγγέλιον. μετὰ γὰρ τοὺς πάντας τῶν προφητῶν καρποὺς τῶν μέχρι τοῦ κυρίου Ἰησοῦ ὁ τέλειος ἐβλάστησε λόγος.

ΙΙΙ. Ἐὰν δέ τις ἀνθυποφέρῃ διὰ τὴν ἔννοιαν τῆς ἀναπτύξεως τῶν ἀπαρχῶν φάσκων μετὰ τὰ εὐαγγέλια τὰς πράξεις καὶ τὰς ἐπιστολὰς φέρεσθαι τῶν ἀποστόλων καὶ κατὰ τοῦτο μὴ ἂν ἔτι σώζεσθαι τὸ προαποδεδομένον περὶ ἀπαρχῆς, τὸ ἀπαρχὴν πάσης γραφῆς εἶναι τὸ εὐαγγέλιον, λεκτέον ἤτοι νοῦν εἶναι σοφῶν ἐν Χριστῷ ὠφελημένων ἐν ταῖς φερομέναις ἐπιστολαῖς, δεομένων, ἵνα πιστεύωνται, πιστεύωνται, μαρτυριῶν τῶν ἐν τοῖς νομικοῖς καὶ προφητικοῖς λόγοις κειμένων· ὥστε σοφὰ μὲν καὶ εὔπιστα λέγειν καὶ σφόδρα ἐπιτετευγμένα τὰ ἀποστολικά, οὐ μὴν παραπλήσια τῷ» Τάδε λέγει κύριος παντοκράτωρ‘.

καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· »Πᾶσα γραφὴ θεό- »πνευστος καὶ ὠφέλιμος«, ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε »Ἐγὼ λέγω, καὶ οὐχ ό κύριος« καὶ τὸ »Ἐν πάσαις ἐκκλη- »σίαις διατάσσομαι« καὶ τὸ »Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν »Λύστροις« καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ’ αὐτοῦ γραφέντα τὴν [*](1 Vgl. Hebr. 11, 16. — 8 Vgl. Num. 18, 12f. — Vgl. Lev. 23, IG. Num. 28, 26. Deut. 16, 9ff. — 10 Vgl. Ex. 23, 16. Lev. 2, 14. — 18 Vgl. Ζ. 5f. — 23 II Kor. 6, 18. — 24 II Tim. 3, 16. — 26 I Kor. 7, 12. 17. — 27 II Tim. 8, 11.3 τὸ2 streicht V Ι 9 πρωτογένημα Ι 10. 12 πρωτογένημα Ι 22 εὔπιστα] nur noch ιστα sicher zu erkennen, das andere junge Ergänzung. ἄπισταV | ευ auf Ras. | 26 ἢ οὐ τό τε Wi, ἢ οὕτω τὸ Μ, ἢ οὐ τὸ V Ι 28 τὴν μὲν ἐξουσίαν wohl sicher; danach glaube ich ein mit compendiarischer Endung geschriebenes πᾶσαν zu erkennen; danach sicher τὴν ἀποστολικὴν und hierauf Raum ür ca. 8 Buchst.; hiernach ist μὴν τὸ κτλ. wieder sicher zu erkennen, γραφέντα καὶ κατ’ ἐξουσίαν . . . ücke von ca. 24 Buchst. . . οὐ μὴν τὸ εἰλικρινὲς V, τὴν μὲν ἐξουσίαν παρέχοντα τὴν ἀποστολικὴν οὐ μὴν Br, τήν μὲν ἐξουσίαν παρίστησι μόνην οὐ μὴν We, τὴν μὲν ἐξουσίαν ἔχει βεβαίως ἀποστολικὴν, oder φαίνεται ἔχοντα ἀποστολικὴν Wi. Ist πᾶσαν richtig gelesen, so ist wohl zu erg.: τὴν μὲν ἐξουσίαν πᾶσαν τὴν ἀποστολικὴν παρίστησι οὐ οὐ μὴν κτλ. )

7
μὲν ἐξουσίαν * * * * ἀποστολικὴν * * *, μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων.

ἢ καὶ τούτω παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα » τὸν ἐρχόμενον‘ ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· » Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων » τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι’ ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν.

ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παραδόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγε- Η λιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστόλων γεγραμμένα.

ἀλλ’ ὅσον ἐπὶ τῇ δεθτἐρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομασάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυ- ριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα· οἷον λέγοντος τοῦ σωτῆρος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς« ὁ ἀπόστολός φησι τετάχθαι ἐν τῇ ἐκκλησίᾳ καὶ διδασκάλους.

οὐκ ἔσονται οὖν οὗτοι δοδάσκαλοι ὅσον ἐπὶ τῇ ἀκριβείᾳ τῆς τοῦ εὐαγγελίου φωνῆς. οὕτως οὐκ ἔσταο εὐαγγέλιον τὸ κατὰ τὰς ἐπιστολὰς πᾶν γράμμα, ὅταν παραβάλληται τῇ διηγήσει τῶν περὶ Ἰησοῦ πράξεων καὶ παθημάτων καὶ λόγων αὐτοῦ. πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ’ εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν.