Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

138
Εκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ Χριστιανῶν κατηγορίας χρῄζομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε. ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπ᾿ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινα καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων, φάσκων βέλτιον αὐτὰ παρ᾿ Ἕλλησιν εἰρῆσθαι καὶ χωρὶς ἀνατάσεως καὶ ἐπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ. φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι (τὰ) τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν καὶ προσάγειν, ὡς οἷόν τε ἐστὶν, αὐτῇ διὰ φιλανθρωπίαν πάνθ᾿ ὅντιν᾿ οὖν οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δ᾿ αἶ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους πολὺ δὲ τὸ ἥμερον, ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἷός τε τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι (καὶ) χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες
v.2.p.71
ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μὴ οἵοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνων ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν, οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον.

Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθ᾿ ἡμᾶς προφῆται Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ

630
ἐνεῖδον τρόπῳ ἀπαγγελίας, οὐ τὰ ἀληθῆ μόνον περιεχούσης ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀποῤῥήτως εἰρημένα. καὶ εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴ γε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἅμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον, τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως.

καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν (ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν) ἀλλὰ καὶ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· „καὶ ὁ λόγος μου

139
καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾿ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵν᾿ ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾿ ἐν δυνάμει θεοῦ.“ φησὶ δ᾿ ὁ θεῖος λόγος οὐκ αὔταρκες εἶναι τὸ λεγόμενον, κἂν καθ᾿ αὐτὸ ἀληθὲς καὶ πιστικώτατον ᾖ, πρὸς τὸ
v.2.p.72
καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μὴ καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ ὅτι „κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.“

ἵν᾿ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλ᾿ οὔτι γε καὶ τὰ αὐτὰ δύναται πρὸς τὸ ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες, ὡς ὁ λόγος ἐβούλετο, κατ᾿ ἀξίαν ἕκαστον τῶν ἀκουόντων· (οἳ) καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχὴν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.

Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς

631
εἶναι „ῥητὸν“ τὸ πρῶτον ἀγαθὸν, „ἀλλ᾿ ἐκ πολλῆς συνουσίας“ ἐγγινόμενον καὶ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ“· ὧν καὶ ἡμεῖς ἀκούσαντες συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις, „ὁ θεὸς γὰρ αὐτοῖς“ ταῦτα καὶ ὅσα καλῶς λέλεκται „ἐφανέρωσε.“ διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντάς φαμεν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος ὅτι „ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν
v.2.p.73
ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ καὶ „ἀλήθειαν“ γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι „ῥητὸν οὐδαμῶς ἐστι“ τὸ πρῶτον ἀγαθὸν καὶ λέγοντες ὡς „ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ
139
γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.“

Ἀλλ᾿ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν „εἰς Πειραιέα,“ προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυΐας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν „αὐτοῖς“ „ὁ θεὸς“ „ἐφανέρωσεν“ εὐτελῆ φρονοῦσι καὶ μικρὰ, „ἀλεκτρυόνα“ „τῷ

632
Ἀσκληπιῷ“ ἀποδιδόντες· καὶ „τὰ“ „ἀόρατα“ τοῦ θεοῦ καὶ τὰς ἰδέας φαντασθέντες „ἀπὸ τῆς κτίσεως τοῦ κόσμου“ καὶ τῶν αἰσθητῶν, ἀφ᾿ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες οὐδὲν ἧττον „ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,“ καὶ ὡς „ἀσύνετος αὐτῶν (ἡ) καρδία“ ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας
v.2.p.74
καὶ θεολογίᾳ „ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου“ προσκυνοῦντας, εἰς τιμήν φησιν ἐκείνου, ἔσθ᾿ ὅτε δὲ καὶ καταβαίνοντας μετ᾿ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἵνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλ᾿ εὑρεθήσονται ἀλλάξαντες „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει“ καὶ σέβοντες καὶ λατρεύοντες „τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων „ἐξελέξατο ὁ θεὸς“ „τὰ μωρὰ τοῦ κόσμου,“ „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „καὶ τὰ ἀγενῆ“ „καὶ τὰ ἀσθενῆ“ „καὶ τὰ ἐξουθενημένα“ καὶ „τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ“· καὶ ἀληθῶς, ἵνα „μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.“

πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, „οὐδαμῶς“ „ῥητὸν“ ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μὲν, ὡς θεοῦ (ἑαυτὸν) ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι „ὤφθη“ ὁ θεὸς (φέρ᾿ εἰπεῖν) τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ. τίς δὲ ὢν ὤφθη καὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός· ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“

Τὸ δ᾿ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος“ ἐξάπτεσθαι „φῶς ἐν τῇ ψυχῇ“ πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· „φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.“ καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι „ὃ γέγονεν“ ἐν τῷ λόγῳ „ζωὴ“ ἦν, „καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,“ ὅπερ „φῶς ἀληθινὸν“ „φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν“ ἀληθινὸν καὶ νοητὸν

v.2.p.75
„κόσμον,“ καὶ ποιεῖ αὐτὸν „φῶς τοῦ κόσμου.“ „ἔλαμψε“ γὰρ τοῦτο τὸ φῶς „ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.“ διό φησιν ἀρχαιότατος
633
προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας (ὑπὲρ τὰς τεσσαρεσκαίδεκα
140
γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν) τό· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;“ καί· „λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου,“ καί· „ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε,“ καί· „ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.“ καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἡσαΐᾳ λόγος φησί· „φωτίζου, φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν.“ ὁ δ᾿ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφιστάντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς,“ καὶ πάλιν· „λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.“

ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ᾿ οὐδ᾿ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρ᾿ οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.